<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:268</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:268</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="268"><p><said who="#Σωκράτης"><milestone n="268" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="268a"/><label>ΣΩ.</label> ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δείκνυε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι <q>ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν <milestone unit="section" resp="Stephanus" n="268b"/> τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,</q> τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν εἴποι ὅτι <q>οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα <milestone unit="section" resp="Stephanus" n="268c"/> παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι <del>ποιεῖν</del> ἃ ἐρωτᾷς;</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ <milestone unit="section" resp="Stephanus" n="268d"/> ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην <milestone unit="section" resp="Stephanus" n="268e"/> χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· <q>ὦ μοχθηρέ, μελαγχολᾷς,</q> ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι <q>ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα· τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά.</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὀρθότατά γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>