<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:267-279</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:267-279</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="267"><p><said who="#Σωκράτης"><milestone n="267" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="267a"/><label>ΣΩ.</label> τί μήν; καὶ <term>ἔλεγχόν</term> γε καὶ <term>ἐπεξέλεγχον</term> ὡς ποιητέον ἐν κατηγορίᾳ τε καὶ ἀπολογίᾳ. τὸν δὲ κάλλιστον Πάριον Εὐηνὸν ἐς μέσον οὐκ ἄγομεν, ὃς <term>ὑποδήλωσίν</term> τε πρῶτος ηὗρεν καὶ <term>παρεπαίνους</term>—οἱ δʼ αὐτὸν καὶ <term>παραψόγους</term> φασὶν ἐν μέτρῳ λέγειν μνήμης χάριν—σοφὸς γὰρ ἁνήρ. Τεισίαν δὲ Γοργίαν τε ἐάσομεν εὕδειν, οἳ πρὸ τῶν ἀληθῶν τὰ εἰκότα εἶδον ὡς τιμητέα μᾶλλον, τά τε αὖ σμικρὰ μεγάλα καὶ τὰ μεγάλα σμικρὰ φαίνεσθαι ποιοῦσιν διὰ ῥώμην λόγου, <milestone unit="section" resp="Stephanus" n="267b"/> καινά τε ἀρχαίως τά τʼ ἐναντία καινῶς, συντομίαν τε λόγων καὶ ἄπειρα μήκη περὶ πάντων ἀνηῦρον; ταῦτα δὲ ἀκούων ποτέ μου Πρόδικος ἐγέλασεν, καὶ μόνος αὐτὸς ηὑρηκέναι ἔφη ὧν δεῖ λόγων τέχνην· δεῖν δὲ οὔτε μακρῶν οὔτε βραχέων ἀλλὰ μετρίων.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> σοφώτατά γε, ὦ Πρόδικε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Ἱππίαν δὲ οὐ λέγομεν; οἶμαι γὰρ ἂν σύμψηφον αὐτῷ καὶ τὸν Ἠλεῖον ξένον γενέσθαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὲ Πώλου πῶς φράσωμεν αὖ μουσεῖα λόγων—ὡς <milestone unit="section" resp="Stephanus" n="267c"/> <term>διπλασιολογίαν</term> καὶ <term>γνωμολογίαν</term> καὶ <term>εἰκονολογίαν</term>—ὀνομάτων τε Λικυμνίων ἃ ἐκείνῳ ἐδωρήσατο πρὸς ποίησιν εὐεπείας;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> Πρωταγόρεια δέ, ὦ Σώκρατες, οὐκ ἦν μέντοι τοιαῦτʼ ἄττα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><term>ὀρθοέπειά</term> γέ τις, ὦ παῖ, καὶ ἄλλα πολλὰ καὶ καλά. τῶν γε μὴν οἰκτρογόων ἐπὶ γῆρας καὶ πενίαν ἑλκομένων λόγων κεκρατηκέναι τέχνῃ μοι φαίνεται τὸ τοῦ Χαλκηδονίου σθένος, ὀργίσαι τε αὖ πολλοὺς ἅμα δεινὸς ἁνὴρ <milestone unit="section" resp="Stephanus" n="267d"/> γέγονεν, καὶ πάλιν ὠργισμένοις ἐπᾴδων κηλεῖν, ὡς ἔφη· διαβάλλειν τε καὶ ἀπολύσασθαι διαβολὰς ὁθενδὴ κράτιστος. τὸ δὲ δὴ τέλος τῶν λόγων κοινῇ πᾶσιν ἔοικε συνδεδογμένον εἶναι, ᾧ τινες μὲν <term>ἐπάνοδον</term>, ἄλλοι δʼ ἄλλο τίθενται ὄνομα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ ἐν κεφαλαίῳ ἕκαστα λέγεις ὑπομνῆσαι ἐπὶ τελευτῆς τοὺς ἀκούοντας περὶ τῶν εἰρημένων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτα λέγω, καὶ εἴ τι σὺ ἄλλο ἔχεις εἰπεῖν λόγων τέχνης πέρι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> σμικρά γε καὶ οὐκ ἄξια λέγειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="268"><p><said who="#Σωκράτης"><milestone n="268" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="268a"/><label>ΣΩ.</label> ἐῶμεν δὴ τά γε σμικρά· ταῦτα δὲ ὑπʼ αὐγὰς μᾶλλον ἴδωμεν, τίνα καὶ πότʼ ἔχει τὴν τῆς τέχνης δύναμιν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα ἐρρωμένην, ὦ Σώκρατες, ἔν γε δὴ πλήθους συνόδοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔχει γάρ. ἀλλʼ, ὦ δαιμόνιε, ἰδὲ καὶ σὺ εἰ ἄρα καὶ σοὶ φαίνεται διεστηκὸς αὐτῶν τὸ ἤτριον ὥσπερ ἐμοί.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δείκνυε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰπὲ δή μοι· εἴ τις προσελθὼν τῷ ἑταίρῳ σου Ἐρυξιμάχῳ ἢ τῷ πατρὶ αὐτοῦ Ἀκουμενῷ εἴποι ὅτι <q>ἐγὼ ἐπίσταμαι τοιαῦτʼ ἄττα σώμασι προσφέρειν, ὥστε θερμαίνειν <milestone unit="section" resp="Stephanus" n="268b"/> τʼ ἐὰν βούλωμαι καὶ ψύχειν, καὶ ἐὰν μὲν δόξῃ μοι, ἐμεῖν ποιεῖν, ἐὰν δʼ αὖ, κάτω διαχωρεῖν, καὶ ἄλλα πάμπολλα τοιαῦτα· καὶ ἐπιστάμενος αὐτὰ ἀξιῶ ἰατρικὸς εἶναι καὶ ἄλλον ποιεῖν ᾧ ἂν τὴν τούτων ἐπιστήμην παραδῶ,</q> τί ἂν οἴει ἀκούσαντας εἰπεῖν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δʼ ἄλλο γε ἢ ἐρέσθαι εἰ προσεπίσταται καὶ οὕστινας δεῖ καὶ ὁπότε ἕκαστα τούτων ποιεῖν, καὶ μέχρι ὁπόσου;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ οὖν εἴποι ὅτι <q>οὐδαμῶς· ἀλλʼ ἀξιῶ τὸν ταῦτα <milestone unit="section" resp="Stephanus" n="268c"/> παρʼ ἐμοῦ μαθόντα αὐτὸν οἷόν τʼ εἶναι <del>ποιεῖν</del> ἃ ἐρωτᾷς;</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰπεῖν ἂν οἶμαι ὅτι μαίνεται ἅνθρωπος, καὶ ἐκ βιβλίου ποθὲν ἀκούσας ἢ περιτυχὼν φαρμακίοις ἰατρὸς οἴεται γεγονέναι, οὐδὲν ἐπαΐων τῆς τέχνης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ εἰ Σοφοκλεῖ αὖ προσελθὼν καὶ Εὐριπίδῃ τις λέγοι ὡς ἐπίσταται περὶ σμικροῦ πράγματος ῥήσεις παμμήκεις ποιεῖν καὶ περὶ μεγάλου πάνυ σμικράς, ὅταν τε βούληται οἰκτράς, καὶ τοὐναντίον αὖ φοβερὰς καὶ ἀπειλητικὰς ὅσα τʼ <milestone unit="section" resp="Stephanus" n="268d"/> ἄλλα τοιαῦτα, καὶ διδάσκων αὐτὰ τραγῳδίας ποίησιν οἴεται παραδιδόναι;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ οὗτοι ἄν, ὦ Σώκρατες, οἶμαι καταγελῷεν εἴ τις οἴεται τραγῳδίαν ἄλλο τι εἶναι ἢ τὴν τούτων σύστασιν πρέπουσαν ἀλλήλοις τε καὶ τῷ ὅλῳ συνισταμένην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἂν ἀγροίκως γε οἶμαι λοιδορήσειαν, ἀλλʼ ὥσπερ ἂν μουσικὸς ἐντυχὼν ἀνδρὶ οἰομένῳ ἁρμονικῷ εἶναι, ὅτι δὴ τυγχάνει ἐπιστάμενος ὡς οἷόν τε ὀξυτάτην καὶ βαρυτάτην <milestone unit="section" resp="Stephanus" n="268e"/> χορδὴν ποιεῖν, οὐκ ἀγρίως εἴποι ἄν· <q>ὦ μοχθηρέ, μελαγχολᾷς,</q> ἀλλʼ ἅτε μουσικὸς ὢν πρᾳότερον ὅτι <q>ὦ ἄριστε, ἀνάγκη μὲν καὶ ταῦτʼ ἐπίστασθαι τὸν μέλλοντα ἁρμονικὸν ἔσεσθαι, οὐδὲν μὴν κωλύει μηδὲ σμικρὸν ἁρμονίας ἐπαΐειν τὸν τὴν σὴν ἕξιν ἔχοντα· τὰ γὰρ πρὸ ἁρμονίας ἀναγκαῖα μαθήματα ἐπίστασαι ἀλλʼ οὐ τὰ ἁρμονικά.</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὀρθότατά γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="269"><p><said who="#Σωκράτης"><milestone n="269" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="269a"/><label>ΣΩ.</label> οὐκοῦν καὶ ὁ Σοφοκλῆς τόν σφισιν ἐπιδεικνύμενον τὰ πρὸ τραγῳδίας ἂν φαίη ἀλλʼ οὐ τὰ τραγικά, καὶ ὁ Ἀκουμενὸς τὰ πρὸ ἰατρικῆς ἀλλʼ οὐ τὰ ἰατρικά.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τὸν <term>μελίγηρυν Ἄδραστον</term> οἰόμεθα ἢ καὶ Περικλέα, εἰ ἀκούσειαν ὧν νυνδὴ ἡμεῖς διῇμεν τῶν παγκάλων τεχνημάτων—<term>βραχυλογιῶν</term> τε καὶ <term>εἰκονολογιῶν</term> καὶ ὅσα ἄλλα διελθόντες ὑπʼ αὐγὰς ἔφαμεν εἶναι σκεπτέα—πότερον <milestone unit="section" resp="Stephanus" n="269b"/> χαλεπῶς ἂν αὐτούς, ὥσπερ ἐγώ τε καὶ σύ, ὑπʼ ἀγροικίας ῥῆμά τι εἰπεῖν ἀπαίδευτον εἰς τοὺς ταῦτα γεγραφότας τε καὶ διδάσκοντας ὡς ῥητορικὴν τέχνην, ἢ ἅτε ἡμῶν ὄντας σοφωτέρους κἂν νῷν ἐπιπλῆξαι εἰπόντας· <q>ὦ Φαῖδρέ τε καὶ Σώκρατες, οὐ χρὴ χαλεπαίνειν ἀλλὰ συγγιγνώσκειν, εἴ τινες μὴ ἐπιστάμενοι διαλέγεσθαι ἀδύνατοι ἐγένοντο ὁρίσασθαι τί ποτʼ ἔστιν ῥητορική, ἐκ δὲ τούτου τοῦ πάθους τὰ πρὸ τῆς τέχνης ἀναγκαῖα μαθήματα ἔχοντες ῥητορικὴν ᾠήθησαν <milestone unit="section" resp="Stephanus" n="269c"/> ηὑρηκέναι, καὶ ταῦτα δὴ διδάσκοντες ἄλλους ἡγοῦνταί σφισιν τελέως ῥητορικὴν δεδιδάχθαι, τὸ δὲ ἕκαστα τούτων πιθανῶς λέγειν τε καὶ τὸ ὅλον συνίστασθαι, οὐδὲν ἔργον <add>ὄν</add>, αὐτοὺς δεῖν παρʼ ἑαυτῶν τοὺς μαθητὰς σφῶν πορίζεσθαι ἐν τοῖς λόγοις</q>.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀλλὰ μήν, ὦ Σώκρατες, κινδυνεύει γε τοιοῦτόν τι εἶναι τὸ τῆς τέχνης ἣν οὗτοι οἱ ἄνδρες ὡς ῥητορικὴν διδάσκουσίν τε καὶ γράφουσιν, καὶ ἔμοιγε δοκεῖς ἀληθῆ εἰρηκέναι· ἀλλὰ δὴ τὴν τοῦ τῷ ὄντι ῥητορικοῦ τε καὶ πιθανοῦ <milestone unit="section" resp="Stephanus" n="269d"/> τέχνην πῶς καὶ πόθεν ἄν τις δύναιτο πορίσασθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν δύνασθαι, ὦ Φαῖδρε, ὥστε ἀγωνιστὴν τέλεον γενέσθαι, εἰκός—ἴσως δὲ καὶ ἀναγκαῖον—ἔχειν ὥσπερ τἆλλα· εἰ μέν σοι ὑπάρχει φύσει ῥητορικῷ εἶναι, ἔσῃ ῥήτωρ ἐλλόγιμος, προσλαβὼν ἐπιστήμην τε καὶ μελέτην, ὅτου δʼ ἂν ἐλλείπῃς τούτων, ταύτῃ ἀτελὴς ἔσῃ. ὅσον δὲ αὐτοῦ τέχνη, οὐχ ᾗ Λυσίας τε καὶ Θρασύμαχος πορεύεται δοκεῖ μοι φαίνεσθαι ἡ μέθοδος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀλλὰ πῇ δή;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="269e"/><label>ΣΩ.</label> κινδυνεύει, ὦ ἄριστε, εἰκότως ὁ Περικλῆς πάντων τελεώτατος εἰς τὴν ῥητορικὴν γενέσθαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δή;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="270"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πᾶσαι ὅσαι μεγάλαι τῶν τεχνῶν προσδέονται
            <milestone n="270" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="270a"/> ἀδολεσχίας καὶ μετεωρολογίας φύσεως πέρι· τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντῃ τελεσιουργὸν ἔοικεν ἐντεῦθέν ποθεν εἰσιέναι. ὃ καὶ Περικλῆς πρὸς τῷ εὐφυὴς εἶναι ἐκτήσατο· προσπεσὼν γὰρ οἶμαι τοιούτῳ ὄντι Ἀναξαγόρᾳ, μετεωρολογίας ἐμπλησθεὶς καὶ ἐπὶ φύσιν νοῦ τε καὶ διανοίας ἀφικόμενος, ὧν δὴ πέρι τὸν πολὺν λόγον ἐποιεῖτο Ἀναξαγόρας, ἐντεῦθεν εἵλκυσεν ἐπὶ τὴν τῶν λόγων τέχνην τὸ πρόσφορον αὐτῇ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="270b"/><label>ΣΩ.</label> ὁ αὐτός που τρόπος τέχνης ἰατρικῆς ὅσπερ καὶ ῥητορικῆς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν ἀμφοτέραις δεῖ διελέσθαι φύσιν, σώματος μὲν ἐν τῇ ἑτέρᾳ, ψυχῆς δὲ ἐν τῇ ἑτέρᾳ, εἰ μέλλεις, μὴ τριβῇ μόνον καὶ ἐμπειρίᾳ ἀλλὰ τέχνῃ, τῷ μὲν φάρμακα καὶ τροφὴν προσφέρων ὑγίειαν καὶ ῥώμην ἐμποιήσειν, τῇ δὲ λόγους τε καὶ ἐπιτηδεύσεις νομίμους πειθὼ ἣν ἂν βούλῃ καὶ ἀρετὴν παραδώσειν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ γοῦν εἰκός, ὦ Σώκρατες, οὕτως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="270c"/><label>ΣΩ.</label> ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰ μὲν Ἱπποκράτει γε τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πιθέσθαι, οὐδὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς γάρ, ὦ ἑταῖρε, λέγει· χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντα σκοπεῖν εἰ συμφωνεῖ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> φημί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτης τε καὶ ὁ ἀληθὴς λόγος. ἆρʼ οὐχ ὧδε δεῖ διανοεῖσθαι <milestone unit="section" resp="Stephanus" n="270d"/> περὶ ὁτουοῦν φύσεως· πρῶτον μέν, ἁπλοῦν ἢ πολυειδές ἐστιν οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλον δυνατοὶ ποιεῖν, ἔπειτα δέ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾶν ἔχον ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ, ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενον, ὅπερ ἐφʼ ἑνός, τοῦτʼ ἰδεῖν ἐφʼ ἑκάστου, τῷ τί ποιεῖν αὐτὸ πέφυκεν ἢ τῷ τί παθεῖν ὑπὸ τοῦ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> κινδυνεύει, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ γοῦν ἄνευ τούτων μέθοδος ἐοίκοι ἂν ὥσπερ <milestone unit="section" resp="Stephanus" n="270e"/> τυφλοῦ πορείᾳ. ἀλλʼ οὐ μὴν ἀπεικαστέον τόν γε τέχνῃ μετιόντα ὁτιοῦν τυφλῷ οὐδὲ κωφῷ, ἀλλὰ δῆλον ὡς, ἄν τῴ τις τέχνῃ λόγους διδῷ, τὴν οὐσίαν δείξει ἀκριβῶς τῆς φύσεως τούτου πρὸς ὃ τοὺς λόγους προσοίσει· ἔσται δέ που ψυχὴ τοῦτο.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="271"><p><said who="#Σωκράτης"><milestone n="271" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="271a"/><label>ΣΩ.</label> οὐκοῦν ἡ ἅμιλλα αὐτῷ τέταται πρὸς τοῦτο πᾶσα· πειθὼ γὰρ ἐν τούτῳ ποιεῖν ἐπιχειρεῖ. ἦ γάρ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δῆλον ἄρα ὅτι ὁ Θρασύμαχός τε καὶ ὃς ἂν ἄλλος σπουδῇ τέχνην ῥητορικὴν διδῷ, πρῶτον πάσῃ ἀκριβείᾳ γράψει τε καὶ ποιήσει ψυχὴν ἰδεῖν, πότερον ἓν καὶ ὅμοιον πέφυκεν ἢ κατὰ σώματος μορφὴν πολυειδές· τοῦτο γάρ φαμεν φύσιν εἶναι δεικνύναι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεύτερον δέ γε, ὅτῳ τί ποιεῖν ἢ παθεῖν ὑπὸ τοῦ πέφυκεν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="271b"/><label>ΣΩ.</label> τρίτον δὲ δὴ διαταξάμενος τὰ λόγων τε καὶ ψυχῆς γένη καὶ τὰ τούτων παθήματα δίεισι πάσας αἰτίας, προσαρμόττων ἕκαστον ἑκάστῳ καὶ διδάσκων οἵα οὖσα ὑφʼ οἵων λόγων διʼ ἣν αἰτίαν ἐξ ἀνάγκης ἡ μὲν πείθεται, ἡ δὲ ἀπειθεῖ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> κάλλιστα γοῦν ἄν, ὡς ἔοικʼ, ἔχοι οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔτοι μὲν οὖν, ὦ φίλε, ἄλλως ἐνδεικνύμενον ἢ λεγόμενον τέχνῃ ποτὲ λεχθήσεται ἢ γραφήσεται οὔτε τι <milestone unit="section" resp="Stephanus" n="271c"/> ἄλλο οὔτε τοῦτο. ἀλλʼ οἱ νῦν γράφοντες, ὧν σὺ ἀκήκοας, τέχνας λόγων πανοῦργοί εἰσιν καὶ ἀποκρύπτονται, εἰδότες ψυχῆς πέρι παγκάλως· πρὶν ἂν οὖν τὸν τρόπον τοῦτον λέγωσί τε καὶ γράφωσι, μὴ πειθώμεθα αὐτοῖς τέχνῃ γράφειν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τίνα τοῦτον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αὐτὰ μὲν τὰ ῥήματα εἰπεῖν οὐκ εὐπετές· ὡς δὲ δεῖ γράφειν, εἰ μέλλει τεχνικῶς ἔχειν καθʼ ὅσον ἐνδέχεται, λέγειν ἐθέλω.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> λέγε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ λόγου δύναμις τυγχάνει ψυχαγωγία οὖσα, <milestone unit="section" resp="Stephanus" n="271d"/> τὸν μέλλοντα ῥητορικὸν ἔσεσθαι ἀνάγκη εἰδέναι ψυχὴ ὅσα εἴδη ἔχει. ἔστιν οὖν τόσα καὶ τόσα, καὶ τοῖα καὶ τοῖα, ὅθεν οἱ μὲν τοιοίδε, οἱ δὲ τοιοίδε γίγνονται· τούτων δὲ δὴ οὕτω διῃρημένων, λόγων αὖ τόσα καὶ τόσα ἔστιν εἴδη, τοιόνδε ἕκαστον. οἱ μὲν οὖν τοιοίδε ὑπὸ τῶν τοιῶνδε λόγων διὰ τήνδε τὴν αἰτίαν ἐς τὰ τοιάδε εὐπειθεῖς, οἱ δὲ τοιοίδε διὰ τάδε δυσπειθεῖς· δεῖ δὴ ταῦτα ἱκανῶς νοήσαντα, μετὰ ταῦτα θεώμενον αὐτὰ ἐν ταῖς πράξεσιν ὄντα τε καὶ πραττόμενα, <milestone unit="section" resp="Stephanus" n="271e"/> ὀξέως τῇ αἰσθήσει δύνασθαι ἐπακολουθεῖν, ἢ μηδὲν εἶναί πω πλέον αὐτῷ ὧν τότε ἤκουεν λόγων συνών.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="272"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ὅταν δὲ εἰπεῖν τε ἱκανῶς ἔχῃ οἷος ὑφʼ οἵων πείθεται, παραγιγνόμενόν τε δυνατὸς ᾖ διαισθανόμενος ἑαυτῷ ἐνδείκνυσθαι ὅτι
          
    <milestone n="272" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="272a"/> οὗτός ἐστι καὶ αὕτη ἡ φύσις περὶ ἧς τότε ἦσαν οἱ λόγοι, νῦν ἔργῳ παροῦσά οἱ, ᾗ προσοιστέον τούσδε ὧδε τοὺς λόγους ἐπὶ τὴν τῶνδε πειθώ, ταῦτα δʼ ἤδη πάντα ἔχοντι, προσλαβόντι καιροὺς τοῦ πότε λεκτέον καὶ ἐπισχετέον, βραχυλογίας τε αὖ καὶ ἐλεινολογίας καὶ δεινώσεως ἑκάστων τε ὅσα ἂν εἴδη μάθῃ λόγων, τούτων τὴν εὐκαιρίαν τε καὶ ἀκαιρίαν διαγνόντι, καλῶς τε καὶ τελέως ἐστὶν ἡ τέχνη ἀπειργασμένη, πρότερον δʼ οὔ· ἀλλʼ ὅτι ἂν αὐτῶν τις <milestone unit="section" resp="Stephanus" n="272b"/> ἐλλείπῃ λέγων ἢ διδάσκων ἢ γράφων, φῇ δὲ τέχνῃ λέγειν, ὁ μὴ πειθόμενος κρατεῖ. <q>τί δὴ οὖν; φήσει ἴσως ὁ συγγραφεύς, ὦ Φαῖδρέ τε καὶ Σώκρατες, δοκεῖ οὕτως; μὴ ἄλλως πως ἀποδεκτέον λεγομένης λόγων τέχνης;</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀδύνατόν που, ὦ Σώκρατες, ἄλλως· καίτοι οὐ σμικρόν γε φαίνεται ἔργον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθῆ λέγεις. τούτου τοι ἕνεκα χρὴ πάντας τοὺς λόγους ἄνω καὶ κάτω μεταστρέφοντα ἐπισκοπεῖν εἴ τίς πῃ <milestone unit="section" resp="Stephanus" n="272c"/> ῥᾴων καὶ βραχυτέρα φαίνεται ἐπʼ αὐτὴν ὁδός, ἵνα μὴ μάτην πολλὴν ἀπίῃ καὶ τραχεῖαν, ἐξὸν ὀλίγην τε καὶ λείαν. ἀλλʼ εἴ τινά πῃ βοήθειαν ἔχεις ἐπακηκοὼς Λυσίου ἤ τινος ἄλλου, πειρῶ λέγειν ἀναμιμνῃσκόμενος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἕνεκα μὲν πείρας ἔχοιμʼ ἄν, ἀλλʼ οὔτι νῦν γʼ οὕτως ἔχω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν ἐγώ τινʼ εἴπω λόγον ὃν τῶν περὶ ταῦτά τινων ἀκήκοα;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγεται γοῦν, ὦ Φαῖδρε, δίκαιον εἶναι καὶ τὸ τοῦ λύκου εἰπεῖν.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="272d"/><label>ΦΑΙ.</label> καὶ σύ γε οὕτω ποίει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φασὶ τοίνυν οὐδὲν οὕτω ταῦτα δεῖν σεμνύνειν οὐδʼ ἀνάγειν ἄνω μακρὰν περιβαλλομένους· παντάπασι γάρ, ὃ καὶ κατʼ ἀρχὰς εἴπομεν τοῦδε τοῦ λόγου, ὅτι οὐδὲν ἀληθείας μετέχειν δέοι δικαίων ἢ ἀγαθῶν πέρι πραγμάτων, ἢ καὶ ἀνθρώπων γε τοιούτων φύσει ὄντων ἢ τροφῇ, τὸν μέλλοντα ἱκανῶς ῥητορικὸν ἔσεσθαι. τὸ παράπαν γὰρ οὐδὲν ἐν τοῖς δικαστηρίοις τούτων ἀληθείας μέλειν οὐδενί, ἀλλὰ τοῦ πιθανοῦ· <milestone unit="section" resp="Stephanus" n="272e"/> τοῦτο δʼ εἶναι τὸ εἰκός, ᾧ δεῖν προσέχειν τὸν μέλλοντα τέχνῃ ἐρεῖν. οὐδὲ γὰρ αὐτὰ <add>τὰ</add> πραχθέντα δεῖν λέγειν ἐνίοτε, ἐὰν μὴ εἰκότως ᾖ πεπραγμένα, ἀλλὰ τὰ εἰκότα, ἔν τε κατηγορίᾳ καὶ ἀπολογίᾳ, καὶ πάντως λέγοντα τὸ δὴ εἰκὸς διωκτέον εἶναι, πολλὰ εἰπόντα χαίρειν τῷ ἀληθεῖ· τοῦτο γὰρ διὰ
         <milestone n="273" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="273a"/> παντὸς τοῦ λόγου γιγνόμενον τὴν ἅπασαν τέχνην πορίζειν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="273"><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> αὐτά γε, ὦ Σώκρατες, διελήλυθας ἃ λέγουσιν οἱ περὶ τοὺς λόγους τεχνικοὶ προσποιούμενοι εἶναι· ἀνεμνήσθην γὰρ ὅτι ἐν τῷ πρόσθεν βραχέως τοῦ τοιούτου ἐφηψάμεθα, δοκεῖ δὲ τοῦτο πάμμεγα εἶναι τοῖς περὶ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν τόν γε Τεισίαν αὐτὸν πεπάτηκας ἀκριβῶς· εἰπέτω τοίνυν καὶ τόδε ἡμῖν ὁ Τεισίας, μή τι ἄλλο λέγει <milestone unit="section" resp="Stephanus" n="273b"/> τὸ εἰκὸς ἢ τὸ τῷ πλήθει δοκοῦν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί γὰρ ἄλλο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο δή, ὡς ἔοικε, σοφὸν εὑρὼν ἅμα καὶ τεχνικὸν ἔγραψεν ὡς ἐάν τις ἀσθενὴς καὶ ἀνδρικὸς ἰσχυρὸν καὶ δειλὸν συγκόψας, ἱμάτιον ἤ τι ἄλλο ἀφελόμενος, εἰς δικαστήριον ἄγηται, δεῖ δὴ τἀληθὲς μηδέτερον λέγειν, ἀλλὰ τὸν μὲν δειλὸν μὴ ὑπὸ μόνου φάναι τοῦ ἀνδρικοῦ συγκεκόφθαι, τὸν δὲ τοῦτο μὲν ἐλέγχειν ὡς μόνω ἤστην, ἐκείνῳ δὲ καταχρήσασθαι <milestone unit="section" resp="Stephanus" n="273c"/> τῷ <quote type="prose">πῶς δʼ ἂν ἐγὼ τοιόσδε τοιῷδε ἐπεχείρησα;</quote> ὁ δʼ οὐκ ἐρεῖ δὴ τὴν ἑαυτοῦ κάκην, ἀλλά τι ἄλλο ψεύδεσθαι ἐπιχειρῶν τάχʼ ἂν ἔλεγχόν πῃ παραδοίη τῷ ἀντιδίκῳ. καὶ περὶ τἆλλα δὴ τοιαῦτʼ ἄττα ἐστὶ τὰ τέχνῃ λεγόμενα. οὐ γάρ, ὦ Φαῖδρε;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φεῦ, δεινῶς γʼ ἔοικεν ἀποκεκρυμμένην τέχνην ἀνευρεῖν ὁ Τεισίας ἢ ἄλλος ὅστις δή ποτʼ ὢν τυγχάνει καὶ ὁπόθεν χαίρει ὀνομαζόμενος. ἀτάρ, ὦ ἑταῖρε, τούτῳ ἡμεῖς πότερον λέγωμεν ἢ μὴ—</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="273d"/><label>ΦΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι, ὦ Τεισία, πάλαι ἡμεῖς, πρὶν καὶ σὲ παρελθεῖν, τυγχάνομεν λέγοντες ὡς ἄρα τοῦτο τὸ εἰκὸς τοῖς πολλοῖς διʼ ὁμοιότητα τοῦ ἀληθοῦς τυγχάνει ἐγγιγνόμενον· τὰς δὲ ὁμοιότητας ἄρτι διήλθομεν ὅτι πανταχοῦ ὁ τὴν ἀλήθειαν εἰδὼς κάλλιστα ἐπίσταται εὑρίσκειν. ὥστʼ εἰ μὲν ἄλλο τι περὶ τέχνης λόγων λέγεις, ἀκούοιμεν ἄν· εἰ δὲ μή, οἷς νυνδὴ διήλθομεν πεισόμεθα, ὡς ἐὰν μή τις τῶν τε ἀκουσομένων <milestone unit="section" resp="Stephanus" n="273e"/> τὰς φύσεις διαριθμήσηται, καὶ κατʼ εἴδη τε διαιρεῖσθαι τὰ ὄντα καὶ μιᾷ ἰδέᾳ δυνατὸς ᾖ καθʼ ἓν ἕκαστον περιλαμβάνειν, οὔ ποτʼ ἔσται τεχνικὸς λόγων πέρι καθʼ ὅσον δυνατὸν ἀνθρώπῳ. ταῦτα δὲ οὐ μή ποτε κτήσηται ἄνευ πολλῆς πραγματείας· ἣν οὐχ ἕνεκα τοῦ λέγειν καὶ πράττειν πρὸς ἀνθρώπους δεῖ διαπονεῖσθαι τὸν σώφρονα, ἀλλὰ τοῦ θεοῖς κεχαρισμένα μὲν λέγειν δύνασθαι, κεχαρισμένως δὲ πράττειν τὸ πᾶν εἰς δύναμιν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="274"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> οὐ γὰρ δὴ ἄρα, ὦ Τεισία, φασὶν οἱ σοφώτεροι ἡμῶν, ὁμοδούλοις δεῖ χαρίζεσθαι
            <milestone n="274" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="274a"/> μελετᾶν τὸν νοῦν ἔχοντα, ὅτι μὴ πάρεργον, ἀλλὰ δεσπόταις ἀγαθοῖς τε καὶ ἐξ ἀγαθῶν. ὥστʼ εἰ μακρὰ ἡ περίοδος, μὴ θαυμάσῃς· μεγάλων γὰρ ἕνεκα περιιτέον, οὐχ ὡς σὺ δοκεῖς. ἔσται μήν, ὡς ὁ λόγος φησίν, ἐάν τις ἐθέλῃ, καὶ ταῦτα κάλλιστα ἐξ ἐκείνων γιγνόμενα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παγκάλως ἔμοιγε δοκεῖ λέγεσθαι, ὦ Σώκρατες, εἴπερ οἷός τέ τις εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ καὶ ἐπιχειροῦντί τοι τοῖς καλοῖς καλὸν καὶ <milestone unit="section" resp="Stephanus" n="274b"/> πάσχειν ὅτι ἄν τῳ συμβῇ παθεῖν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν τέχνης τε καὶ ἀτεχνίας λόγων πέρι ἱκανῶς ἐχέτω.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δʼ εὐπρεπείας δὴ γραφῆς πέρι καὶ ἀπρεπείας, πῇ γιγνόμενον καλῶς ἂν ἔχοι καὶ ὅπῃ ἀπρεπῶς, λοιπόν. ἦ γάρ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθʼ οὖν ὅπῃ μάλιστα θεῷ χαριῇ λόγων πέρι πράττων ἢ λέγων;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὐδαμῶς· σὺ δέ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="274c"/><label>ΣΩ.</label> ἀκοήν γʼ ἔχω λέγειν τῶν προτέρων, τὸ δʼ ἀληθὲς αὐτοὶ ἴσασιν. εἰ δὲ τοῦτο εὕροιμεν αὐτοί, ἆρά γʼ ἂν ἔθʼ ἡμῖν μέλοι τι τῶν ἀνθρωπίνων δοξασμάτων;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> γελοῖον ἤρου· ἀλλʼ ἃ φῂς ἀκηκοέναι λέγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤκουσα τοίνυν περὶ Ναύκρατιν τῆς Αἰγύπτου γενέσθαι τῶν ἐκεῖ παλαιῶν τινα θεῶν, οὗ καὶ τὸ ὄρνεον ἱερὸν ὃ δὴ καλοῦσιν Ἶβιν· αὐτῷ δὲ ὄνομα τῷ δαίμονι εἶναι Θεύθ. τοῦτον δὴ πρῶτον ἀριθμόν τε καὶ λογισμὸν εὑρεῖν καὶ <milestone unit="section" resp="Stephanus" n="274d"/> γεωμετρίαν καὶ ἀστρονομίαν, ἔτι δὲ πεττείας τε καὶ κυβείας, καὶ δὴ καὶ γράμματα. βασιλέως δʼ αὖ τότε ὄντος Αἰγύπτου ὅλης Θαμοῦ περὶ τὴν μεγάλην πόλιν τοῦ ἄνω τόπου ἣν οἱ Ἕλληνες Αἰγυπτίας Θήβας καλοῦσι, καὶ τὸν θεὸν Ἄμμωνα, παρὰ τοῦτον ἐλθὼν ὁ Θεὺθ τὰς τέχνας ἐπέδειξεν, καὶ ἔφη δεῖν διαδοθῆναι τοῖς ἄλλοις Αἰγυπτίοις· ὁ δὲ ἤρετο ἥντινα ἑκάστη ἔχοι ὠφελίαν, διεξιόντος δέ, ὅτι καλῶς ἢ μὴ <milestone unit="section" resp="Stephanus" n="274e"/> καλῶς δοκοῖ λέγειν, τὸ μὲν ἔψεγεν, τὸ δʼ ἐπῄνει. πολλὰ μὲν δὴ περὶ ἑκάστης τῆς τέχνης ἐπʼ ἀμφότερα Θαμοῦν τῷ Θεὺθ λέγεται ἀποφήνασθαι, ἃ λόγος πολὺς ἂν εἴη διελθεῖν· ἐπειδὴ δὲ ἐπὶ τοῖς γράμμασιν ἦν, <q>τοῦτο δέ, ὦ βασιλεῦ, τὸ μάθημα,</q> ἔφη ὁ Θεύθ, <q>σοφωτέρους Αἰγυπτίους καὶ μνημονικωτέρους παρέξει· μνήμης τε γὰρ καὶ σοφίας φάρμακον ηὑρέθη.</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="275"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ὁ δʼ εἶπεν· <q>ὦ τεχνικώτατε Θεύθ, ἄλλος μὲν τεκεῖν δυνατὸς τὰ τέχνης, ἄλλος δὲ κρῖναι τίνʼ ἔχει μοῖραν βλάβης τε καὶ ὠφελίας τοῖς μέλλουσι χρῆσθαι· καὶ νῦν
    
      <milestone n="275" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="275a"/> σύ, πατὴρ ὢν γραμμάτων, διʼ εὔνοιαν τοὐναντίον εἶπες ἢ δύναται. τοῦτο γὰρ τῶν μαθόντων λήθην μὲν ἐν ψυχαῖς παρέξει μνήμης ἀμελετησίᾳ, ἅτε διὰ πίστιν γραφῆς ἔξωθεν ὑπʼ ἀλλοτρίων τύπων, οὐκ ἔνδοθεν αὐτοὺς ὑφʼ αὑτῶν ἀναμιμνῃσκομένους· οὔκουν μνήμης ἀλλὰ ὑπομνήσεως φάρμακον ηὗρες. σοφίας δὲ τοῖς μαθηταῖς δόξαν, οὐκ ἀλήθειαν πορίζεις· πολυήκοοι γάρ σοι γενόμενοι ἄνευ διδαχῆς πολυγνώμονες <milestone unit="section" resp="Stephanus" n="275b"/> εἶναι δόξουσιν, ἀγνώμονες ὡς ἐπὶ τὸ πλῆθος ὄντες, καὶ χαλεποὶ συνεῖναι, δοξόσοφοι γεγονότες ἀντὶ σοφῶν.</q></said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὦ Σώκρατες, ῥᾳδίως σὺ Αἰγυπτίους καὶ ὁποδαποὺς ἂν ἐθέλῃς λόγους ποιεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἱ δέ γʼ, ὦ φίλε, ἐν τῷ τοῦ Διὸς τοῦ Δωδωναίου ἱερῷ δρυὸς λόγους ἔφησαν μαντικοὺς πρώτους γενέσθαι. τοῖς μὲν οὖν τότε, ἅτε οὐκ οὖσι σοφοῖς ὥσπερ ὑμεῖς οἱ νέοι, ἀπέχρη δρυὸς καὶ πέτρας ἀκούειν ὑπʼ εὐηθείας, εἰ μόνον <milestone unit="section" resp="Stephanus" n="275c"/> ἀληθῆ λέγοιεν· σοὶ δʼ ἴσως διαφέρει τίς ὁ λέγων καὶ ποδαπός. οὐ γὰρ ἐκεῖνο μόνον σκοπεῖς, εἴτε οὕτως εἴτε ἄλλως ἔχει;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὀρθῶς ἐπέπληξας, καί μοι δοκεῖ περὶ γραμμάτων ἔχειν ᾗπερ ὁ Θηβαῖος λέγει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ τέχνην οἰόμενος ἐν γράμμασι καταλιπεῖν, καὶ αὖ ὁ παραδεχόμενος ὥς τι σαφὲς καὶ βέβαιον ἐκ γραμμάτων ἐσόμενον, πολλῆς ἂν εὐηθείας γέμοι καὶ τῷ ὄντι τὴν Ἄμμωνος μαντείαν ἀγνοοῖ, πλέον τι οἰόμενος εἶναι λόγους <milestone unit="section" resp="Stephanus" n="275d"/> γεγραμμένους τοῦ τὸν εἰδότα ὑπομνῆσαι περὶ ὧν ἂν ᾖ τὰ γεγραμμένα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεινὸν γάρ που, ὦ Φαῖδρε, τοῦτʼ ἔχει γραφή, καὶ ὡς ἀληθῶς ὅμοιον ζωγραφίᾳ. καὶ γὰρ τὰ ἐκείνης ἔκγονα ἕστηκε μὲν ὡς ζῶντα, ἐὰν δʼ ἀνέρῃ τι, σεμνῶς πάνυ σιγᾷ. ταὐτὸν δὲ καὶ οἱ λόγοι· δόξαις μὲν ἂν ὥς τι φρονοῦντας αὐτοὺς λέγειν, ἐὰν δέ τι ἔρῃ τῶν λεγομένων βουλόμενος μαθεῖν, ἕν τι σημαίνει μόνον ταὐτὸν ἀεί. ὅταν δὲ ἅπαξ <milestone unit="section" resp="Stephanus" n="275e"/> γραφῇ, κυλινδεῖται μὲν πανταχοῦ πᾶς λόγος ὁμοίως παρὰ τοῖς ἐπαΐουσιν, ὡς δʼ αὕτως παρʼ οἷς οὐδὲν προσήκει, καὶ οὐκ ἐπίσταται λέγειν οἷς δεῖ γε καὶ μή. πλημμελούμενος δὲ καὶ οὐκ ἐν δίκῃ λοιδορηθεὶς τοῦ πατρὸς ἀεὶ δεῖται βοηθοῦ· αὐτὸς γὰρ οὔτʼ ἀμύνασθαι οὔτε βοηθῆσαι δυνατὸς αὑτῷ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ ταῦτά σοι ὀρθότατα εἴρηται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="276"><p><said who="#Σωκράτης"><milestone n="276" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="276a"/><label>ΣΩ.</label> τί δʼ; ἄλλον ὁρῶμεν λόγον τούτου ἀδελφὸν γνήσιον, τῷ τρόπῳ τε γίγνεται, καὶ ὅσῳ ἀμείνων καὶ δυνατώτερος τούτου φύεται;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τίνα τοῦτον καὶ πῶς λέγεις γιγνόμενον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃς μετʼ ἐπιστήμης γράφεται ἐν τῇ τοῦ μανθάνοντος ψυχῇ, δυνατὸς μὲν ἀμῦναι ἑαυτῷ, ἐπιστήμων δὲ λέγειν τε καὶ σιγᾶν πρὸς οὓς δεῖ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸν τοῦ εἰδότος λόγον λέγεις ζῶντα καὶ ἔμψυχον, οὗ ὁ γεγραμμένος εἴδωλον ἄν τι λέγοιτο δικαίως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="276b"/><label>ΣΩ.</label> παντάπασι μὲν οὖν. τόδε δή μοι εἰπέ· ὁ νοῦν ἔχων γεωργός, ὧν σπερμάτων κήδοιτο καὶ ἔγκαρπα βούλοιτο γενέσθαι, πότερα σπουδῇ ἂν θέρους εἰς Ἀδώνιδος κήπους ἀρῶν χαίροι θεωρῶν καλοὺς ἐν ἡμέραισιν ὀκτὼ γιγνομένους, ἢ ταῦτα μὲν δὴ παιδιᾶς τε καὶ ἑορτῆς χάριν δρῴη ἄν, ὅτε καὶ ποιοῖ· ἐφʼ οἷς δὲ ἐσπούδακεν, τῇ γεωργικῇ χρώμενος ἂν τέχνῃ, σπείρας εἰς τὸ προσῆκον, ἀγαπῴη ἂν ἐν ὀγδόῳ μηνὶ ὅσα ἔσπειρεν τέλος λαβόντα;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="276c"/><label>ΦΑΙ.</label> οὕτω που, ὦ Σώκρατες, τὰ μὲν σπουδῇ, τὰ δὲ ὡς ἑτέρως ἂν ᾗ λέγεις ποιοῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν δὲ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν ἐπιστήμας ἔχοντα τοῦ γεωργοῦ φῶμεν ἧττον νοῦν ἔχειν εἰς τὰ ἑαυτοῦ σπέρματα;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἥκιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα σπουδῇ αὐτὰ ἐν ὕδατι γράψει μέλανι σπείρων διὰ καλάμου μετὰ λόγων ἀδυνάτων μὲν αὑτοῖς λόγῳ βοηθεῖν, ἀδυνάτων δὲ ἱκανῶς τἀληθῆ διδάξαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὔκουν δὴ τό γʼ εἰκός.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="276d"/><label>ΣΩ.</label> οὐ γάρ· ἀλλὰ τοὺς μὲν ἐν γράμμασι κήπους, ὡς ἔοικε, παιδιᾶς χάριν σπερεῖ τε καὶ γράψει, ὅταν <del>δὲ</del> γράφῃ, ἑαυτῷ τε ὑπομνήματα θησαυριζόμενος, εἰς τὸ <term>λήθης γῆρας</term> ἐὰν <term>ἵκηται</term>, καὶ παντὶ τῷ ταὐτὸν ἴχνος μετιόντι, ἡσθήσεταί τε αὐτοὺς θεωρῶν φυομένους ἁπαλούς· ὅταν <add>δὲ</add> ἄλλοι παιδιαῖς ἄλλαις χρῶνται, συμποσίοις τε ἄρδοντες αὑτοὺς ἑτέροις τε ὅσα τούτων ἀδελφά, τότʼ ἐκεῖνος, ὡς ἔοικεν, ἀντὶ τούτων οἷς λέγω παίζων διάξει.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="276e"/><label>ΦΑΙ.</label> παγκάλην λέγεις παρὰ φαύλην παιδιάν, ὦ Σώκρατες, τοῦ ἐν λόγοις δυναμένου παίζειν, δικαιοσύνης τε καὶ ἄλλων ὧν λέγεις πέρι μυθολογοῦντα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="277"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστι γάρ, ὦ φίλε Φαῖδρε, οὕτω· πολὺ δʼ οἶμαι καλλίων σπουδὴ περὶ αὐτὰ γίγνεται, ὅταν τις τῇ διαλεκτικῇ τέχνῃ χρώμενος, λαβὼν ψυχὴν προσήκουσαν, φυτεύῃ τε καὶ σπείρῃ μετʼ ἐπιστήμης λόγους, οἳ ἑαυτοῖς τῷ τε φυτεύσαντι
         <milestone n="277" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="277a"/> βοηθεῖν ἱκανοὶ καὶ οὐχὶ ἄκαρποι ἀλλὰ ἔχοντες σπέρμα, ὅθεν ἄλλοι ἐν ἄλλοις ἤθεσι φυόμενοι τοῦτʼ ἀεὶ ἀθάνατον παρέχειν ἱκανοί, καὶ τὸν ἔχοντα εὐδαιμονεῖν ποιοῦντες εἰς ὅσον ἀνθρώπῳ δυνατὸν μάλιστα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πολὺ γὰρ τοῦτʼ ἔτι κάλλιον λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δὴ ἐκεῖνα ἤδη, ὦ Φαῖδρε, δυνάμεθα κρίνειν, τούτων ὡμολογημένων.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὰ ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧν δὴ πέρι βουληθέντες ἰδεῖν ἀφικόμεθα εἰς τόδε, ὅπως τὸ Λυσίου τε ὄνειδος ἐξετάσαιμεν τῆς τῶν λόγων <milestone unit="section" resp="Stephanus" n="277b"/> γραφῆς πέρι, καὶ αὐτοὺς τοὺς λόγους οἳ τέχνῃ καὶ ἄνευ τέχνης γράφοιντο. τὸ μὲν οὖν ἔντεχνον καὶ μὴ δοκεῖ μοι δεδηλῶσθαι μετρίως.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἔδοξέ γε δή· πάλιν δὲ ὑπόμνησόν με πῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὶν ἄν τις τό τε ἀληθὲς ἑκάστων εἰδῇ πέρι ὧν λέγει ἢ γράφει, κατʼ αὐτό τε πᾶν ὁρίζεσθαι δυνατὸς γένηται, ὁρισάμενός τε πάλιν κατʼ εἴδη μέχρι τοῦ ἀτμήτου τέμνειν ἐπιστηθῇ, περί τε ψυχῆς φύσεως διιδὼν κατὰ ταὐτά, τὸ <milestone unit="section" resp="Stephanus" n="277c"/> προσαρμόττον ἑκάστῃ φύσει εἶδος ἀνευρίσκων, οὕτω τιθῇ καὶ διακοσμῇ τὸν λόγον, ποικίλῃ μὲν ποικίλους ψυχῇ καὶ παναρμονίους διδοὺς λόγους, ἁπλοῦς δὲ ἁπλῇ, οὐ πρότερον δυνατὸν τέχνῃ ἔσεσθαι καθʼ ὅσον πέφυκε μεταχειρισθῆναι τὸ λόγων γένος, οὔτε τι πρὸς τὸ διδάξαι οὔτε τι πρὸς τὸ πεῖσαι, ὡς ὁ ἔμπροσθεν πᾶς μεμήνυκεν ἡμῖν λόγος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παντάπασι μὲν οὖν τοῦτό γε οὕτω πως ἐφάνη.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="277d"/><label>ΣΩ.</label> τί δʼ αὖ περὶ τοῦ καλὸν ἢ αἰσχρὸν εἶναι τὸ λόγους λέγειν τε καὶ γράφειν, καὶ ὅπῃ γιγνόμενον ἐν δίκῃ λέγοιτʼ ἂν ὄνειδος ἢ μή, ἆρα οὐ δεδήλωκεν τὰ λεχθέντα ὀλίγον ἔμπροσθεν—</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὰ ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς εἴτε Λυσίας ἤ τις ἄλλος πώποτε ἔγραψεν ἢ γράψει ἰδίᾳ ἢ δημοσίᾳ νόμους τιθείς, σύγγραμμα πολιτικὸν γράφων καὶ μεγάλην τινὰ ἐν αὐτῷ βεβαιότητα ἡγούμενος καὶ σαφήνειαν, οὕτω μὲν ὄνειδος τῷ γράφοντι, εἴτε τίς φησιν εἴτε μή· τὸ γὰρ ἀγνοεῖν ὕπαρ τε καὶ ὄναρ δικαίων <milestone unit="section" resp="Stephanus" n="277e"/> καὶ ἀδίκων πέρι καὶ κακῶν καὶ ἀγαθῶν οὐκ ἐκφεύγει τῇ ἀληθείᾳ μὴ οὐκ ἐπονείδιστον εἶναι, οὐδὲ ἂν ὁ πᾶς ὄχλος αὐτὸ ἐπαινέσῃ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὐ γὰρ οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="278"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ δέ γε ἐν μὲν τῷ γεγραμμένῳ λόγῳ περὶ ἑκάστου παιδιάν τε ἡγούμενος πολλὴν ἀναγκαῖον εἶναι, καὶ οὐδένα πώποτε λόγον ἐν μέτρῳ οὐδʼ ἄνευ μέτρου μεγάλης ἄξιον σπουδῆς γραφῆναι, οὐδὲ λεχθῆναι ὡς οἱ ῥαψῳδούμενοι ἄνευ ἀνακρίσεως καὶ διδαχῆς πειθοῦς ἕνεκα ἐλέχθησαν, ἀλλὰ τῷ
         <milestone n="278" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="278a"/> ὄντι αὐτῶν τοὺς βελτίστους εἰδότων ὑπόμνησιν γεγονέναι, ἐν δὲ τοῖς διδασκομένοις καὶ μαθήσεως χάριν λεγομένοις καὶ τῷ ὄντι γραφομένοις ἐν ψυχῇ περὶ δικαίων τε καὶ καλῶν καὶ ἀγαθῶν <del>ἐν</del> μόνοις ἡγούμενος τό τε ἐναργὲς εἶναι καὶ τέλεον καὶ ἄξιον σπουδῆς· δεῖν δὲ τοὺς τοιούτους λόγους αὑτοῦ λέγεσθαι οἷον ὑεῖς γνησίους εἶναι, πρῶτον μὲν τὸν ἐν αὑτῷ, ἐὰν εὑρεθεὶς ἐνῇ, ἔπειτα εἴ τινες τούτου ἔκγονοί <milestone unit="section" resp="Stephanus" n="278b"/> τε καὶ ἀδελφοὶ ἅμα ἐν ἄλλαισιν ἄλλων ψυχαῖς κατʼ ἀξίαν ἐνέφυσαν· τοὺς δὲ ἄλλους χαίρειν ἐῶν—οὗτος δὲ ὁ τοιοῦτος ἀνὴρ κινδυνεύει, ὦ Φαῖδρε, εἶναι οἷον ἐγώ τε καὶ σὺ εὐξαίμεθʼ ἂν σέ τε καὶ ἐμὲ γενέσθαι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παντάπασι μὲν οὖν ἔγωγε βούλομαί τε καὶ εὔχομαι ἃ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἤδη πεπαίσθω μετρίως ἡμῖν τὰ περὶ λόγων· καὶ σύ τε ἐλθὼν φράζε Λυσίᾳ ὅτι νὼ καταβάντε ἐς τὸ Νυμφῶν νᾶμά τε καὶ μουσεῖον ἠκούσαμεν λόγων, οἳ ἐπέστελλον <milestone unit="section" resp="Stephanus" n="278c"/> λέγειν Λυσίᾳ τε καὶ εἴ τις ἄλλος συντίθησι λόγους, καὶ Ὁμήρῳ καὶ εἴ τις ἄλλος αὖ ποίησιν ψιλὴν ἢ ἐν ᾠδῇ συντέθηκε, τρίτον δὲ Σόλωνι καὶ ὅστις ἐν πολιτικοῖς λόγοις νόμους ὀνομάζων συγγράμματα ἔγραψεν· εἰ μὲν εἰδὼς ᾗ τὸ ἀληθὲς ἔχει συνέθηκε ταῦτα, καὶ ἔχων βοηθεῖν, εἰς ἔλεγχον ἰὼν περὶ ὧν ἔγραψε, καὶ λέγων αὐτὸς δυνατὸς τὰ γεγραμμένα φαῦλα ἀποδεῖξαι, οὔ τι τῶνδε ἐπωνυμίαν ἔχοντα δεῖ <milestone unit="section" resp="Stephanus" n="278d"/> λέγεσθαι τὸν τοιοῦτον, ἀλλʼ ἐφʼ οἷς ἐσπούδακεν ἐκείνων.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τίνας οὖν τὰς ἐπωνυμίας αὐτῷ νέμεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν σοφόν, ὦ Φαῖδρε, καλεῖν ἔμοιγε μέγα εἶναι δοκεῖ καὶ θεῷ μόνῳ πρέπειν· τὸ δὲ ἢ φιλόσοφον ἢ τοιοῦτόν τι μᾶλλόν τε ἂν αὐτῷ καὶ ἁρμόττοι καὶ ἐμμελεστέρως ἔχοι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ οὐδέν γε ἀπὸ τρόπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αὖ τὸν μὴ ἔχοντα τιμιώτερα ὧν συνέθηκεν ἢ ἔγραψεν ἄνω κάτω στρέφων ἐν χρόνῳ, πρὸς ἄλληλα <milestone unit="section" resp="Stephanus" n="278e"/> κολλῶν τε καὶ ἀφαιρῶν, ἐν δίκῃ που ποιητὴν ἢ λόγων συγγραφέα ἢ νομογράφον προσερεῖς;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτα τοίνυν τῷ ἑταίρῳ φράζε.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δὲ σύ; πῶς ποιήσεις; οὐδὲ γὰρ οὐδὲ τὸν σὸν ἑταῖρον δεῖ παρελθεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνα τοῦτον;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> Ἰσοκράτη τὸν καλόν· ᾧ τί ἀπαγγελεῖς, ὦ Σώκρατες; τίνα αὐτὸν φήσομεν εἶναι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="279"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νέος ἔτι, ὦ Φαῖδρε, Ἰσοκράτης· ὃ μέντοι μαντεύομαι
       
          <milestone n="279" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="279a"/> κατʼ αὐτοῦ, λέγειν ἐθέλω.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ μοι ἀμείνων ἢ κατὰ τοὺς περὶ Λυσίαν εἶναι λόγους τὰ τῆς φύσεως, ἔτι τε ἤθει γεννικωτέρῳ κεκρᾶσθαι· ὥστε οὐδὲν ἂν γένοιτο θαυμαστὸν προϊούσης τῆς ἡλικίας εἰ περὶ αὐτούς τε τοὺς λόγους, οἷς νῦν ἐπιχειρεῖ, πλέον ἢ παίδων διενέγκοι τῶν πώποτε ἁψαμένων λόγων, ἔτι τε εἰ αὐτῷ μὴ ἀποχρήσαι ταῦτα, ἐπὶ μείζω δέ τις αὐτὸν ἄγοι ὁρμὴ θειοτέρα· φύσει γάρ, ὦ φίλε, ἔνεστί τις φιλοσοφία <milestone unit="section" resp="Stephanus" n="279b"/> τῇ τοῦ ἀνδρὸς διανοίᾳ. ταῦτα δὴ οὖν ἐγὼ μὲν παρὰ τῶνδε τῶν θεῶν ὡς ἐμοῖς παιδικοῖς Ἰσοκράτει ἐξαγγέλλω, σὺ δʼ ἐκεῖνα ὡς σοῖς Λυσίᾳ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ταῦτʼ ἔσται· ἀλλὰ ἴωμεν, ἐπειδὴ καὶ τὸ πνῖγος ἠπιώτερον γέγονεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εὐξαμένῳ πρέπει τοῖσδε πορεύεσθαι;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ φίλε Πάν τε καὶ ἄλλοι ὅσοι τῇδε θεοί, δοίητέ μοι καλῷ γενέσθαι τἄνδοθεν· ἔξωθεν δὲ ὅσα ἔχω, τοῖς ἐντὸς <milestone unit="section" resp="Stephanus" n="279c"/> εἶναί μοι φίλια. πλούσιον δὲ νομίζοιμι τὸν σοφόν· τὸ δὲ χρυσοῦ πλῆθος εἴη μοι ὅσον μήτε φέρειν μήτε ἄγειν δύναιτο ἄλλος ἢ ὁ σώφρων.<milestone unit="para" ed="P"/>ἔτʼ ἄλλου του δεόμεθα, ὦ Φαῖδρε; ἐμοὶ μὲν γὰρ μετρίως ηὖκται.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ ἐμοὶ ταῦτα συνεύχου· κοινὰ γὰρ τὰ τῶν φίλων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴωμεν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>