<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:266</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:266</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="266"><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="265e"/><label>ΣΩ.</label> τὸ πάλιν κατʼ εἴδη δύνασθαι διατέμνειν κατʼ ἄρθρα ᾗ πέφυκεν, καὶ μὴ ἐπιχειρεῖν καταγνύναι μέρος μηδέν, κακοῦ μαγείρου τρόπῳ χρώμενον· ἀλλʼ ὥσπερ ἄρτι τὼ λόγω τὸ μὲν ἄφρον τῆς διανοίας ἕν τι κοινῇ εἶδος ἐλαβέτην, ὥσπερ
         <milestone n="266" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="266a"/> δὲ σώματος ἐξ ἑνὸς διπλᾶ καὶ ὁμώνυμα πέφυκε, σκαιά, τὰ δὲ δεξιὰ κληθέντα, οὕτω καὶ τὸ τῆς παρανοίας ὡς <add>ἓν</add> ἐν ἡμῖν πεφυκὸς εἶδος ἡγησαμένω τὼ λόγω, ὁ μὲν τὸ ἐπʼ ἀριστερὰ τεμνόμενος μέρος, πάλιν τοῦτο τέμνων οὐκ ἐπανῆκεν πρὶν ἐν αὐτοῖς ἐφευρὼν ὀνομαζόμενον σκαιόν τινα ἔρωτα ἐλοιδόρησεν μάλʼ ἐν δίκῃ, ὁ δʼ εἰς τὰ ἐν δεξιᾷ τῆς μανίας ἀγαγὼν ἡμᾶς, ὁμώνυμον μὲν ἐκείνῳ, θεῖον δʼ αὖ τινα ἔρωτα ἐφευρὼν καὶ <milestone unit="section" resp="Stephanus" n="266b"/> προτεινάμενος ἐπῄνεσεν ὡς μεγίστων αἴτιον ἡμῖν ἀγαθῶν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὴ ἔγωγε αὐτός τε ἐραστής, ὦ Φαῖδρε, τῶν διαιρέσεων καὶ συναγωγῶν, ἵνα οἷός τε ὦ λέγειν τε καὶ φρονεῖν· ἐάν τέ τινʼ ἄλλον ἡγήσωμαι δυνατὸν εἰς ἓν καὶ ἐπὶ πολλὰ πεφυκόθʼ ὁρᾶν, τοῦτον διώκω <q>κατόπισθε μετʼ ἴχνιον ὥστε θεοῖο.</q> καὶ μέντοι καὶ τοὺς δυναμένους αὐτὸ δρᾶν εἰ μὲν ὀρθῶς ἢ μὴ προσαγορεύω, θεὸς οἶδε, καλῶ δὲ <milestone unit="section" resp="Stephanus" n="266c"/> οὖν μέχρι τοῦδε διαλεκτικούς. τὰ δὲ νῦν παρὰ σοῦ τε καὶ Λυσίου μαθόντας εἰπὲ τί χρὴ καλεῖν· ἢ τοῦτο ἐκεῖνό ἐστιν ἡ λόγων τέχνη, ᾗ Θρασύμαχός τε καὶ οἱ ἄλλοι χρώμενοι σοφοὶ μὲν αὐτοὶ λέγειν γεγόνασιν, ἄλλους τε ποιοῦσιν, οἳ ἂν δωροφορεῖν αὐτοῖς ὡς βασιλεῦσιν ἐθέλωσιν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> βασιλικοὶ μὲν ἇνδρες, οὐ μὲν δὴ ἐπιστήμονές γε ὧν ἐρωτᾷς. ἀλλὰ τοῦτο μὲν τὸ εἶδος ὀρθῶς ἔμοιγε δοκεῖς καλεῖν, διαλεκτικὸν καλῶν· τὸ δὲ ῥητορικὸν δοκεῖ μοι διαφεύγειν ἔθʼ ἡμᾶς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="266d"/><label>ΣΩ.</label> πῶς φῄς; καλόν πού τι ἂν εἴη, ὃ τούτων ἀπολειφθὲν ὅμως τέχνῃ λαμβάνεται; πάντως δʼ οὐκ ἀτιμαστέον αὐτὸ σοί τε καὶ ἐμοί, λεκτέον δὲ τί μέντοι καὶ ἔστι τὸ λειπόμενον τῆς ῥητορικῆς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα που συχνά, ὦ Σώκρατες, τά γʼ ἐν τοῖς βιβλίοις τοῖς περὶ λόγων τέχνης γεγραμμένοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><del>καὶ</del> καλῶς γε ὑπέμνησας. <term>προοίμιον</term> μὲν οἶμαι πρῶτον ὡς δεῖ τοῦ λόγου λέγεσθαι ἐν ἀρχῇ· ταῦτα λέγεις —ἦ γάρ; —τὰ κομψὰ τῆς τέχνης;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="266e"/><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεύτερον δὲ δὴ <term>διήγησίν</term> τινα <term>μαρτυρίας</term> τʼ ἐπʼ αὐτῇ, τρίτον <term>τεκμήρια</term>, τέταρτον <term>εἰκότα</term>· καὶ <term>πίστωσιν</term> οἶμαι καὶ <term>ἐπιπίστωσιν</term> λέγειν τόν γε βέλτιστον λογοδαίδαλον Βυζάντιον ἄνδρα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸν χρηστὸν λέγεις Θεόδωρον;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>