<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:265</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:265</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="265"><p><said who="#Φαῖδρος"><milestone n="265" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="265a"/><label>ΦΑΙ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐναντίω που ἤστην· ὁ μὲν γὰρ ὡς τῷ ἐρῶντι, ὁ δʼ ὡς τῷ μὴ δεῖ χαρίζεσθαι, ἐλεγέτην.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλʼ ἀνδρικῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὤιμην σε τἀληθὲς ἐρεῖν, ὅτι μανικῶς· ὃ μέντοι ἐζήτουν ἐστὶν αὐτὸ τοῦτο. μανίαν γάρ τινα ἐφήσαμεν εἶναι τὸν ἔρωτα. ἦ γάρ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανίας δέ γε εἴδη δύο, τὴν μὲν ὑπὸ νοσημάτων ἀνθρωπίνων, τὴν δὲ ὑπὸ θείας ἐξαλλαγῆς τῶν εἰωθότων νομίμων γιγνομένην.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="265b"/><label>ΦΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς δὲ θείας τεττάρων θεῶν τέτταρα μέρη διελόμενοι, μαντικὴν μὲν ἐπίπνοιαν Ἀπόλλωνος θέντες, Διονύσου δὲ τελεστικήν, Μουσῶν δʼ αὖ ποιητικήν, τετάρτην δὲ ἀφροδίτης καὶ Ἔρωτος, ἐρωτικὴν μανίαν ἐφήσαμέν τε ἀρίστην εἶναι, καὶ οὐκ οἶδʼ ὅπῃ τὸ ἐρωτικὸν πάθος ἀπεικάζοντες, ἴσως μὲν ἀληθοῦς τινος ἐφαπτόμενοι, τάχα δʼ ἂν καὶ ἄλλοσε παραφερόμενοι, κεράσαντες οὐ παντάπασιν ἀπίθανον λόγον, <milestone unit="section" resp="Stephanus" n="265c"/> μυθικόν τινα ὕμνον προσεπαίσαμεν μετρίως τε καὶ εὐφήμως τὸν ἐμόν τε καὶ σὸν δεσπότην ἔρωτα, ὦ Φαῖδρε, καλῶν παίδων ἔφορον.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα ἔμοιγε οὐκ ἀηδῶς ἀκοῦσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε τοίνυν αὐτόθεν λάβωμεν, ὡς ἀπὸ τοῦ ψέγειν πρὸς τὸ ἐπαινεῖν ἔσχεν ὁ λόγος μεταβῆναι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πῶς δὴ οὖν αὐτὸ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐμοὶ μὲν φαίνεται τὰ μὲν ἄλλα τῷ ὄντι παιδιᾷ πεπαῖσθαι· τούτων δέ τινων ἐκ τύχης ῥηθέντων δυοῖν εἰδοῖν, <milestone unit="section" resp="Stephanus" n="265d"/> εἰ αὐτοῖν τὴν δύναμιν τέχνῃ λαβεῖν δύναιτό τις, οὐκ ἄχαρι.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τίνων δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰς μίαν τε ἰδέαν συνορῶντα ἄγειν τὰ πολλαχῇ διεσπαρμένα, ἵνα ἕκαστον ὁριζόμενος δῆλον ποιῇ περὶ οὗ ἂν ἀεὶ διδάσκειν ἐθέλῃ. ὥσπερ τὰ νυνδὴ περὶ Ἔρωτος—ὃ ἔστιν ὁρισθέν—εἴτʼ εὖ εἴτε κακῶς ἐλέχθη, τὸ γοῦν σαφὲς καὶ τὸ αὐτὸ αὑτῷ ὁμολογούμενον διὰ ταῦτα ἔσχεν εἰπεῖν ὁ λόγος.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τὸ δʼ ἕτερον δὴ εἶδος τί λέγεις, ὦ Σώκρατες;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>