<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:263</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:263</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="263"><p><said who="#Φαῖδρος"><milestone n="263" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="263a"/><label>ΦΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ παντὶ δῆλον τό γε τοιόνδε, ὡς περὶ μὲν ἔνια τῶν τοιούτων ὁμονοητικῶς ἔχομεν, περὶ δʼ ἔνια στασιωτικῶς;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δοκῶ μὲν ὃ λέγεις μανθάνειν, ἔτι δʼ εἰπὲ σαφέστερον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν τις ὄνομα εἴπῃ σιδήρου ἢ ἀργύρου, ἆρʼ οὐ τὸ αὐτὸ πάντες διενοήθημεν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ὅταν δικαίου ἢ ἀγαθοῦ; οὐκ ἄλλος ἄλλῃ φέρεται, καὶ ἀμφισβητοῦμεν ἀλλήλοις τε καὶ ἡμῖν αὐτοῖς;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="263b"/><label>ΣΩ.</label> ἐν μὲν ἄρα τοῖς συμφωνοῦμεν, ἐν δὲ τοῖς οὔ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ποτέρωθι οὖν εὐαπατητότεροί ἐσμεν, καὶ ἡ ῥητορικὴ ἐν ποτέροις μεῖζον δύναται;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> δῆλον ὅτι ἐν οἷς πλανώμεθα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸν μέλλοντα τέχνην ῥητορικὴν μετιέναι πρῶτον μὲν δεῖ ταῦτα ὁδῷ διῃρῆσθαι, καὶ εἰληφέναι τινὰ χαρακτῆρα ἑκατέρου τοῦ εἴδους, ἐν ᾧ τε ἀνάγκη τὸ πλῆθος πλανᾶσθαι καὶ ἐν ᾧ μή.</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="263c"/><label>ΦΑΙ.</label> καλὸν γοῦν ἄν, ὦ Σώκρατες, εἶδος εἴη κατανενοηκὼς ὁ τοῦτο λαβών.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔπειτά γε οἶμαι πρὸς ἑκάστῳ γιγνόμενον μὴ λανθάνειν ἀλλʼ ὀξέως αἰσθάνεσθαι περὶ οὗ ἂν μέλλῃ ἐρεῖν ποτέρου ὂν τυγχάνει τοῦ γένους.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; τὸν ἔρωτα πότερον φῶμεν εἶναι τῶν ἀμφισβητησίμων ἢ τῶν μή;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τῶν ἀμφισβητησίμων δήπου· ἢ οἴει ἄν σοι ἐγχωρῆσαι εἰπεῖν ἃ νυνδὴ εἶπες περὶ αὐτοῦ, ὡς βλάβη τέ ἐστι τῷ ἐρωμένῳ καὶ ἐρῶντι, καὶ αὖθις ὡς μέγιστον <add>ὂν</add> τῶν ἀγαθῶν τυγχάνει;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="263d"/><label>ΣΩ.</label> ἄριστα λέγεις· ἀλλʼ εἰπὲ καὶ τόδε—ἐγὼ γάρ τοι διὰ τὸ ἐνθουσιαστικὸν οὐ πάνυ μέμνημαι—εἰ ὡρισάμην ἔρωτα ἀρχόμενος τοῦ λόγου.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> νὴ Δία ἀμηχάνως γε ὡς σφόδρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φεῦ, ὅσῳ λέγεις τεχνικωτέρας Νύμφας τὰς Ἀχελῴου καὶ Πᾶνα τὸν Ἑρμοῦ Λυσίου τοῦ Κεφάλου πρὸς λόγους εἶναι. ἢ οὐδὲν λέγω, ἀλλὰ καὶ ὁ Λυσίας ἀρχόμενος τοῦ ἐρωτικοῦ ἠνάγκασεν ἡμᾶς ὑπολαβεῖν τὸν ἔρωτα ἕν τι τῶν ὄντων ὃ <milestone unit="section" resp="Stephanus" n="263e"/> αὐτὸς ἐβουλήθη, καὶ πρὸς τοῦτο ἤδη συνταξάμενος πάντα τὸν ὕστερον λόγον διεπεράνατο; βούλει πάλιν ἀναγνῶμεν τὴν ἀρχὴν αὐτοῦ;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰ σοί γε δοκεῖ· ὃ μέντοι ζητεῖς οὐκ ἔστʼ αὐτόθι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε, ἵνα ἀκούσω αὐτοῦ ἐκείνου.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>