<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:236</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:236</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="236"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φίλτατος εἶ καὶ ὡς ἀληθῶς χρυσοῦς, ὦ Φαῖδρε, εἴ με οἴει λέγειν ὡς Λυσίας τοῦ παντὸς ἡμάρτηκεν, καὶ οἷόν τε δὴ παρὰ πάντα ταῦτα ἄλλα εἰπεῖν· τοῦτο δὲ οἶμαι οὐδʼ ἂν τὸν φαυλότατον παθεῖν συγγραφέα. αὐτίκα περὶ οὗ ὁ λόγος, τίνα οἴει λέγοντα ὡς χρὴ μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι χαρίζεσθαι, παρέντα τοῦ μὲν τὸ φρόνιμον ἐγκωμιάζειν,
          <milestone n="236" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="236a"/> τοῦ δὲ τὸ ἄφρον ψέγειν, ἀναγκαῖα γοῦν ὄντα, εἶτʼ ἄλλʼ ἄττα ἕξειν λέγειν; ἀλλʼ οἶμαι τὰ μὲν τοιαῦτα ἐατέα καὶ συγγνωστέα λέγοντι· καὶ τῶν μὲν τοιούτων οὐ τὴν εὕρεσιν ἀλλὰ τὴν διάθεσιν ἐπαινετέον, τῶν δὲ μὴ ἀναγκαίων τε καὶ χαλεπῶν εὑρεῖν πρὸς τῇ διαθέσει καὶ τὴν εὕρεσιν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> συγχωρῶ ὃ λέγεις· μετρίως γάρ μοι δοκεῖς εἰρηκέναι. ποιήσω οὖν καὶ ἐγὼ οὕτως· τὸ μὲν τὸν ἐρῶντα <milestone unit="section" resp="Stephanus" n="236b"/> τοῦ μὴ ἐρῶντος μᾶλλον νοσεῖν δώσω σοι ὑποτίθεσθαι, τῶν δὲ λοιπῶν ἕτερα πλείω καὶ πλείονος ἄξια εἰπὼν τῶνδε <del>Λυσίου</del> παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήλατος ἐν Ὀλυμπίᾳ στάθητι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐσπούδακας, ὦ Φαῖδρε, ὅτι σου τῶν παιδικῶν ἐπελαβόμην ἐρεσχηλῶν σε, καὶ οἴει δή με ὡς ἀληθῶς ἐπιχειρήσειν εἰπεῖν παρὰ τὴν ἐκείνου σοφίαν ἕτερόν τι ποικιλώτερον;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> περὶ μὲν τούτου, ὦ φίλε, εἰς τὰς ὁμοίας λαβὰς <milestone unit="section" resp="Stephanus" n="236c"/> ἐλήλυθας. ῥητέον μὲν γάρ σοι παντὸς μᾶλλον οὕτως ὅπως οἷός τε εἶ, ἵνα μὴ τὸ τῶν κωμῳδῶν φορτικὸν πρᾶγμα ἀναγκαζώμεθα ποιεῖν ἀνταποδιδόντες ἀλλήλοις <del>εὐλαβήθητι</del>, καὶ μὴ βούλου με ἀναγκάσαι λέγειν ἐκεῖνο τὸ <q>εἰ ἐγώ, ὦ Σώκρατες, Σωκράτην ἀγνοῶ, καὶ ἐμαυτοῦ ἐπιλέλησμαι,</q> καὶ ὅτι <q>ἐπεθύμει μὲν λέγειν, ἐθρύπτετο δέ·</q> ἀλλὰ διανοήθητι ὅτι ἐντεῦθεν οὐκ ἄπιμεν πρὶν ἂν σὺ εἴπῃς ἃ ἔφησθα ἐν τῷ στήθει ἔχειν. ἐσμὲν δὲ μόνω ἐν ἐρημίᾳ, <milestone unit="section" resp="Stephanus" n="236d"/> ἰσχυρότερος δʼ ἐγὼ καὶ νεώτερος, ἐκ δὲ ἁπάντων τούτων <q>σύνες ὅ τοι λέγω,</q> καὶ μηδαμῶς πρὸς βίαν βουληθῇς μᾶλλον ἢ ἑκὼν λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ μακάριε Φαῖδρε, γελοῖος ἔσομαι παρʼ ἀγαθὸν ποιητὴν ἰδιώτης αὐτοσχεδιάζων περὶ τῶν αὐτῶν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οἶσθʼ ὡς ἔχει; παῦσαι πρός με καλλωπιζόμενος· σχεδὸν γὰρ ἔχω ὃ εἰπὼν ἀναγκάσω σε λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μηδαμῶς τοίνυν εἴπῃς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὔκ, ἀλλὰ καὶ δὴ λέγω· ὁ δέ μοι λόγος ὅρκος ἔσται. ὄμνυμι γάρ σοι—τίνα μέντοι, τίνα θεῶν; ἢ βούλει <milestone unit="section" resp="Stephanus" n="236e"/> τὴν πλάτανον ταυτηνί; —ἦ μήν, ἐάν μοι μὴ εἴπῃς τὸν λόγον ἐναντίον αὐτῆς ταύτης, μηδέποτέ σοι ἕτερον λόγον μηδένα μηδενὸς μήτε ἐπιδείξειν μήτε ἐξαγγελεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ, ὦ μιαρέ, ὡς εὖ ἀνηῦρες τὴν ἀνάγκην ἀνδρὶ φιλολόγῳ ποιεῖν ὃ ἂν κελεύῃς.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> τί δῆτα ἔχων στρέφῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ἔτι, ἐπειδὴ σύ γε ταῦτα ὀμώμοκας. πῶς γὰρ ἂν οἷός τʼ εἴην τοιαύτης θοίνης ἀπέχεσθαι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>