<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:229</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:229</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="229"><p><said who="#Σωκράτης"><milestone n="229" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="229a"/><label>ΣΩ.</label> δεῦρʼ ἐκτραπόμενοι κατὰ τὸν Ἰλισὸν ἴωμεν, εἶτα ὅπου ἂν δόξῃ ἐν ἡσυχίᾳ καθιζησόμεθα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰς καιρόν, ὡς ἔοικεν, ἀνυπόδητος ὢν ἔτυχον· σὺ μὲν γὰρ δὴ ἀεί. ῥᾷστον οὖν ἡμῖν κατὰ τὸ ὑδάτιον βρέχουσι τοὺς πόδας ἰέναι, καὶ οὐκ ἀηδές, ἄλλως τε καὶ τήνδε τὴν ὥραν τοῦ ἔτους τε καὶ τῆς ἡμέρας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόαγε δή, καὶ σκόπει ἅμα ὅπου καθιζησόμεθα.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ὁρᾷς οὖν ἐκείνην τὴν ὑψηλοτάτην πλάτανον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="229b"/><label>ΦΑΙ.</label> ἐκεῖ σκιά τʼ ἐστὶν καὶ πνεῦμα μέτριον, καὶ πόα καθίζεσθαι ἢ ἂν βουλώμεθα κατακλινῆναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> προάγοις ἄν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> εἰπέ μοι, ὦ Σώκρατες, οὐκ ἐνθένδε μέντοι ποθὲν ἀπὸ τοῦ Ἰλισοῦ λέγεται ὁ Βορέας τὴν Ὠρείθυιαν ἁρπάσαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγεται γάρ.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ἆρʼ οὖν ἐνθένδε; χαρίεντα γοῦν καὶ καθαρὰ καὶ διαφανῆ τὰ ὑδάτια φαίνεται, καὶ ἐπιτήδεια κόραις παίζειν παρʼ αὐτά.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="229c"/><label>ΣΩ.</label> οὔκ, ἀλλὰ κάτωθεν ὅσον δύʼ ἢ τρία στάδια, ᾗ πρὸς τὸ ἐν Ἄγρας διαβαίνομεν· καὶ πού τίς ἐστι βωμὸς αὐτόθι Βορέου.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> οὐ πάνυ νενόηκα· ἀλλʼ εἰπὲ πρὸς Διός, ὦ Σώκρατες, σὺ τοῦτο τὸ μυθολόγημα πείθῃ ἀληθὲς εἶναι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ ἀπιστοίην, ὥσπερ οἱ σοφοί, οὐκ ἂν ἄτοπος εἴην, εἶτα σοφιζόμενος φαίην αὐτὴν πνεῦμα Βορέου κατὰ τῶν πλησίον πετρῶν σὺν Φαρμακείᾳ παίζουσαν ὦσαι, καὶ οὕτω δὴ τελευτήσασαν λεχθῆναι ὑπὸ τοῦ Βορέου ἀνάρπαστον <milestone unit="section" resp="Stephanus" n="229d"/> γεγονέναι—ἢ ἐξ Ἀρείου πάγου· λέγεται γὰρ αὖ καὶ οὗτος ὁ λόγος, ὡς ἐκεῖθεν ἀλλʼ οὐκ ἐνθένδε ἡρπάσθη. ἐγὼ δέ, ὦ Φαῖδρε, ἄλλως μὲν τὰ τοιαῦτα χαρίεντα ἡγοῦμαι, λίαν δὲ δεινοῦ καὶ ἐπιπόνου καὶ οὐ πάνυ εὐτυχοῦς ἀνδρός, κατʼ ἄλλο μὲν οὐδέν, ὅτι δʼ αὐτῷ ἀνάγκη μετὰ τοῦτο τὸ τῶν Ἱπποκενταύρων εἶδος ἐπανορθοῦσθαι, καὶ αὖθις τὸ τῆς Χιμαίρας, καὶ ἐπιρρεῖ δὲ ὄχλος τοιούτων Γοργόνων καὶ Πηγάσων καὶ <milestone unit="section" resp="Stephanus" n="229e"/> ἄλλων ἀμηχάνων πλήθη τε καὶ ἀτοπίαι τερατολόγων τινῶν φύσεων· αἷς εἴ τις ἀπιστῶν προσβιβᾷ κατὰ τὸ εἰκὸς ἕκαστον, ἅτε ἀγροίκῳ τινὶ σοφίᾳ χρώμενος, πολλῆς αὐτῷ σχολῆς δεήσει.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>