<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:227-227</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2:227-227</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg012.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="227"><p><said who="#Σωκράτης"><milestone n="227" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="227a"/><label>ΣΩ.</label> ὦ φίλε Φαῖδρε, ποῖ δὴ καὶ πόθεν;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> παρὰ Λυσίου, ὦ Σώκρατες, τοῦ Κεφάλου, πορεύομαι δὲ πρὸς περίπατον ἔξω τείχους· συχνὸν γὰρ ἐκεῖ διέτριψα χρόνον καθήμενος ἐξ ἑωθινοῦ. τῷ δὲ σῷ καὶ ἐμῷ ἑταίρῳ πειθόμενος Ἀκουμενῷ κατὰ τὰς ὁδοὺς ποιοῦμαι τοὺς περιπάτους· φησὶ γὰρ ἀκοπωτέρους εἶναι τῶν ἐν τοῖς <milestone unit="section" resp="Stephanus" n="227b"/> δρόμοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς γάρ, ὦ ἑταῖρε, λέγει. ἀτὰρ Λυσίας ἦν, ὡς ἔοικεν, ἐν ἄστει.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> ναί, παρʼ Ἐπικράτει, ἐν τῇδε τῇ πλησίον τοῦ Ὀλυμπίου οἰκίᾳ τῇ Μορυχίᾳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν δὴ ἦν ἡ διατριβή; ἢ δῆλον ὅτι τῶν λόγων ὑμᾶς Λυσίας εἱστία;</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> πεύσῃ, εἴ σοι σχολὴ προϊόντι ἀκούειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; οὐκ ἂν οἴει με κατὰ Πίνδαρον <quote>καὶ ἀσχολίας ὑπέρτερον πρᾶγμα</quote> ποιήσασθαι τὸ τεήν τε καὶ Λυσίου διατριβὴν ἀκοῦσαι;</said></p><p><said who="#Φαῖδρος"><milestone unit="section" resp="Stephanus" n="227c"/><label>ΦΑΙ.</label> πρόαγε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγοις ἄν.</said></p><p><said who="#Φαῖδρος"><label>ΦΑΙ.</label> καὶ μήν, ὦ Σώκρατες, προσήκουσα γέ σοι ἡ ἀκοή· ὁ γάρ τοι λόγος ἦν, περὶ ὃν διετρίβομεν, οὐκ οἶδʼ ὅντινα τρόπον ἐρωτικός. γέγραφε γὰρ δὴ ὁ Λυσίας πειρώμενόν τινα τῶν καλῶν, οὐχ ὑπʼ ἐραστοῦ δέ, ἀλλʼ αὐτὸ δὴ τοῦτο καὶ κεκόμψευται· λέγει γὰρ ὡς χαριστέον μὴ ἐρῶντι μᾶλλον ἢ ἐρῶντι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὢ γενναῖος. εἴθε γράψειεν ὡς χρὴ πένητι μᾶλλον ἢ πλουσίῳ, καὶ πρεσβυτέρῳ ἢ νεωτέρῳ, καὶ ὅσα ἄλλα <milestone unit="section" resp="Stephanus" n="227d"/> ἐμοί τε πρόσεστι καὶ τοῖς πολλοῖς ἡμῶν· ἦ γὰρ ἂν ἀστεῖοι καὶ δημωφελεῖς εἶεν οἱ λόγοι. ἔγωγʼ οὖν οὕτως ἐπιτεθύμηκα ἀκοῦσαι, ὥστʼ ἐὰν βαδίζων ποιῇ τὸν περίπατον Μέγαράδε καὶ κατὰ Ἡρόδικον προσβὰς τῷ τείχει πάλιν ἀπίῃς, οὐ μή σου ἀπολειφθῶ.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>