<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:59-61</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:59-61</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="59"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται,
           
            <milestone unit="page" resp="Stephanus" n="59"/><milestone unit="section" resp="Stephanus" n="59a"/> πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθʼ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ <milestone unit="section" resp="Stephanus" n="59b"/> ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οἶμαι μὲν οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκουν εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="59c"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ <del>δεύτερος</del> ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές· τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="59d"/><label>ΣΩ.</label> οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι <milestone unit="section" resp="Stephanus" n="59e"/> πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὴ μετὰ ταῦτα ἆρʼ οὐ μειγνύναι ἐπιχειρητέον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ ποῖα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="60"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἃ καὶ πρότερον ἐμνήσθημεν· εὖ δʼ ἡ παροιμία
            <milestone unit="page" resp="Stephanus" n="60"/><milestone unit="section" resp="Stephanus" n="60a"/> δοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ πρὸς Διός· οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτʼ αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="60b"/> τεθέντʼ ἔχειν· Σωκράτης δʼ ἓν μὲν οὔ φησι τοῦτʼ εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τό τε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν ἢ τὴν ἡδονήν. οὐ ταῦτʼ ἔστιν τε καὶ ἦν τὰ τότε λεγόμενα, ὦ Πρώταρχε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="60c"/><label>ΠΡΩ.</label> τίνι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧι παρείη τοῦτʼ ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν. οὐχ οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν <milestone unit="section" resp="Stephanus" n="60d"/> εἶναί τῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτʼ ἄν οἱ καὶ ὁτιοῦν εἶναι ἢ καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθʼ ὡς πλείστην εἴθʼ ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτʼ αὖ <milestone unit="section" resp="Stephanus" n="60e"/> μνήμην τοῦ πάθους μηδʼ ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτʼ ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλʼ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="61"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="61"/><milestone unit="section" resp="Stephanus" n="61a"/><label>ΣΩ.</label> οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς ἢ καί τινα τύπον αὐτοῦ ληπτέον, ἵνʼ, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίνα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν <milestone unit="section" resp="Stephanus" n="61b"/> πρῶτον ὀρθῶς ἵνʼ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατʼ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλʼ ἐν τῷ μεικτῷ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἢ ἐν τῷ μή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολύ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν, <milestone unit="section" resp="Stephanus" n="61c"/> εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθʼ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι—μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος—ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="61d"/><label>ΣΩ.</label> φέρε δὴ πρότερον· ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἀσφαλές. ᾗ δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τίνα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, ἡ μὲν ἐπὶ <milestone unit="section" resp="Stephanus" n="61e"/> τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, ἡ δʼ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, ἤ τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>