<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:53-55</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:53-55</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="53"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="53"/><milestone unit="section" resp="Stephanus" n="53a"/><label>ΠΡΩ.</label> τί οὖν προελώμεθα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι τὸ μάλιστʼ εἰλικρινὲς ὄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. ἆρʼ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε, <milestone unit="section" resp="Stephanus" n="53b"/> καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλʼ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλʼ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ <milestone unit="section" resp="Stephanus" n="53c"/> μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διαπερανοῦμαί σοι τοῦτʼ αὐτὸ ἐπανερωτῶν, ὦ <milestone unit="section" resp="Stephanus" n="53d"/> Πρώταρχε φίλε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε καὶ ἐρώτα μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθʼ αὑτό, τὸ δʼ ἀεὶ ἐφιέμενον ἄλλου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς τούτω καὶ τίνε λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δʼ ἐλλιπὲς ἐκείνου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγʼ ἔτι σαφέστερον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει <milestone unit="section" resp="Stephanus" n="53e"/> κατὰ πάνθʼ ὅσα λέγομεν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ τρίτον ἔτʼ ἐρῶ; λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν τι ποικίλον, ὦ Πρώταρχε· ἀλλʼ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δʼ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="54"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχα δʼ ἴσως, ὦ παῖ, μᾶλλον μαθησόμεθα προελθόντος
           
            <milestone unit="page" resp="Stephanus" n="54"/><milestone unit="section" resp="Stephanus" n="54a"/> τοῦ λόγου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύο δὴ τάδε ἕτερα λάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθότατα. πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν ἢ τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο ὃ προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτʼ ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φαίνομαι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="54b"/><label>ΠΡΩ.</label> πρὸς θεῶν ἆρʼ <del>ἂν</del> ἐπανερωτᾷς με τοιόνδε τι; λέγʼ, ὦ Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον ἢ πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστίν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοῦτʼ αὐτό, ὦ Πρώταρχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ὅτι οὔ· σὺ μέντοι τοῦ λόγου συμμέτεχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="54c"/><label>ΣΩ.</label> φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακά τε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σαφέστατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτʼ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι· τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ὦ ἄριστε, μοῖραν θετέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαιότατον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="54d"/><label>ΣΩ.</label> ἆρʼ οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην ἢ τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μηδʼ ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ· δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="54e"/><label>ΣΩ.</label> καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ καὶ ποίων λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν ὅσοι ἐξιώμενοι ἢ πείνην ἢ δίψαν ἤ τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντές τε καὶ πεινῶντες καὶ τἆλλα ἅ τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="55"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="55"/><milestone unit="section" resp="Stephanus" n="55a"/><label>ΠΡΩ.</label> ἐοίκασι γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ γίγνεσθαί γε τοὐναντίον ἅπαντες τὸ φθείρεσθαι φαῖμεν ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν δὴ φθορὰν καὶ γένεσιν αἱροῖτʼ ἄν τις τοῦθʼ αἱρούμενος, ἀλλʼ οὐ τὸν τρίτον ἐκεῖνον βίον, τὸν ἐν ᾧ μήτε χαίρειν μήτε λυπεῖσθαι, φρονεῖν δʼ ἦν <del>δυνατὸν</del> ὡς οἷόν τε καθαρώτατα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολλή τις, ὡς ἔοικεν, ὦ Σώκρατες, ἀλογία συμβαίνει γίγνεσθαι, ἐάν τις τὴν ἡδονὴν ὡς ἀγαθὸν ἡμῖν τιθῆται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλή, ἐπεὶ καὶ τῇδε ἔτι λέγωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="55b"/><label>ΣΩ.</label> πῶς οὐκ ἄλογόν ἐστι μηδὲν ἀγαθὸν εἶναι μηδὲ καλὸν μήτε ἐν σώμασι μήτʼ ἐν πολλοῖς ἄλλοις πλὴν ἐν ψυχῇ, καὶ ἐνταῦθα ἡδονὴν μόνον, ἀνδρείαν δὲ ἢ σωφροσύνην ἢ νοῦν ἤ τι τῶν ἄλλων ὅσα ἀγαθὰ εἴληχε ψυχή, μηδὲν τοιοῦτον εἶναι; πρὸς τούτοις δὲ ἔτι τὸν μὴ χαίροντα, ἀλγοῦντα δέ, ἀναγκάζεσθαι φάναι κακὸν εἶναι τότε ὅταν ἀλγῇ, κἂν ᾖ ἄριστος πάντων, καὶ τὸν χαίροντα αὖ, ὅσῳ μᾶλλον χαίρει, <milestone unit="section" resp="Stephanus" n="55c"/> τότε ὅταν χαίρῃ, τοσούτῳ διαφέρειν πρὸς ἀρετήν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάντʼ ἐστὶ ταῦτα, ὦ Σώκρατες, ὡς δυνατὸν ἀλογώτατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν· γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστʼ αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖς τε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="55d"/><label>ΣΩ.</label> οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δʼ ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δʼ ὡς ἀκαθαρτότερα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="55e"/><label>ΣΩ.</label> οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαῦλον μὲν δή.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>