<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:51-67</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:51-67</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="51"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="51"/><milestone unit="section" resp="Stephanus" n="51a"/><label>ΠΡΩ.</label> κάλλιστʼ εἶπες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐγὼ δὴ πειράσομαι μεταβαλὼν σημαίνειν ἡμῖν αὐτάς. τοῖς γὰρ φάσκουσι λυπῶν εἶναι παῦλαν πάσας τὰς ἡδονὰς οὐ πάνυ πως πείθομαι, ἀλλʼ ὅπερ εἶπον, μάρτυσι καταχρῶμαι πρὸς τὸ τινὰς ἡδονὰς εἶναι δοκούσας, οὔσας δʼ οὐδαμῶς, καὶ μεγάλας ἑτέρας τινὰς ἅμα καὶ πολλὰς φαντασθείσας, εἶναι δʼ αὐτὰς συμπεφυρμένας ὁμοῦ λύπαις τε καὶ ἀναπαύσεσιν ὀδυνῶν τῶν μεγίστων περί τε σώματος καὶ ψυχῆς ἀπορίας.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="51b"/><label>ΠΡΩ.</label> ἀληθεῖς δʼ αὖ τίνας, ὦ Σώκρατες, ὑπολαμβάνων ὀρθῶς τις διανοοῖτʼ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς περί τε τὰ καλὰ λεγόμενα χρώματα καὶ περὶ τὰ σχήματα καὶ τῶν ὀσμῶν τὰς πλείστας καὶ τὰς τῶν φθόγγων καὶ ὅσα τὰς ἐνδείας ἀναισθήτους ἔχοντα καὶ ἀλύπους τὰς πληρώσεις αἰσθητὰς καὶ ἡδείας <del>καθαρὰς λυπῶν</del> παραδίδωσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ ταῦτα, ὦ Σώκρατες, αὖ λέγομεν οὕτω;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν οὐκ εὐθὺς δῆλά ἐστιν ἃ λέγω, πειρατέον <milestone unit="section" resp="Stephanus" n="51c"/> μὴν δηλοῦν. σχημάτων τε γὰρ κάλλος οὐχ ὅπερ ἂν ὑπολάβοιεν οἱ πολλοὶ πειρῶμαι νῦν λέγειν, ἢ ζῴων ἤ τινων ζωγραφημάτων, ἀλλʼ εὐθύ τι λέγω, φησὶν ὁ λόγος, καὶ περιφερὲς καὶ ἀπὸ τούτων δὴ τά τε τοῖς τόρνοις γιγνόμενα ἐπίπεδά τε καὶ στερεὰ καὶ τὰ τοῖς κανόσι καὶ γωνίαις, εἴ μου μανθάνεις. ταῦτα γὰρ οὐκ εἶναι πρός τι καλὰ λέγω, καθάπερ ἄλλα, ἀλλʼ ἀεὶ καλὰ καθʼ αὑτὰ πεφυκέναι καί τινας <milestone unit="section" resp="Stephanus" n="51d"/> ἡδονὰς οἰκείας ἔχειν, οὐδὲν ταῖς τῶν κνήσεων προσφερεῖς· καὶ χρώματα δὴ τοῦτον τὸν τύπον ἔχοντα <del>καλὰ καὶ ἡδονάς</del> ἀλλʼ ἆρα μανθάνομεν, ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πειρῶμαι μέν, ὦ Σώκρατες· πειράθητι δὲ καὶ σὺ σαφέστερον ἔτι λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω δὴ ἠχὰς τῶν φθόγγων τὰς λείας καὶ λαμπράς, τὰς ἕν τι καθαρὸν ἱείσας μέλος, οὐ πρὸς ἕτερον καλὰς ἀλλʼ αὐτὰς καθʼ αὑτὰς εἶναι, καὶ τούτων συμφύτους ἡδονὰς ἑπομένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν καὶ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="51e"/><label>ΣΩ.</label> τὸ δὲ περὶ τὰς ὀσμὰς ἧττον μὲν τούτων θεῖον γένος ἡδονῶν· τὸ δὲ μὴ συμμεμεῖχθαι ἐν αὐταῖς ἀναγκαίους λύπας, καὶ ὅπῃ τοῦτο καὶ ἐν ὅτῳ τυγχάνει γεγονὸς ἡμῖν, τοῦτʼ ἐκείνοις τίθημι ἀντίστροφον ἅπαν. ἀλλʼ, εἰ κατανοεῖς, ταῦτα εἴδη δύο <add>ὧν</add> λέγομεν ἡδονῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κατανοῶ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="52"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι δὴ τοίνυν τούτοις προσθῶμεν τὰς περὶ τὰ
            <milestone unit="page" resp="Stephanus" n="52"/><milestone unit="section" resp="Stephanus" n="52a"/> μαθήματα ἡδονάς, εἰ ἄρα δοκοῦσιν ἡμῖν αὗται πείνας μὲν μὴ ἔχειν τοῦ μανθάνειν μηδὲ διὰ μαθημάτων πείνην ἀλγηδόνας ἐξ ἀρχῆς γιγνομένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οὕτω συνδοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; μαθημάτων πληρωθεῖσιν ἐὰν ὕστερον ἀποβολαὶ διὰ τῆς λήθης γίγνωνται, καθορᾷς τινας ἐν αὐταῖς ἀλγηδόνας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔ τι φύσει γε, ἀλλʼ ἔν τισι λογισμοῖς τοῦ <milestone unit="section" resp="Stephanus" n="52b"/> παθήματος, ὅταν τις στερηθεὶς λυπηθῇ διὰ τὴν χρείαν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μήν, ὦ μακάριε, νῦν γε ἡμεῖς αὐτὰ τὰ τῆς φύσεως μόνον παθήματα χωρὶς τοῦ λογισμοῦ διαπεραίνομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ τοίνυν λέγεις ὅτι χωρὶς λύπης ἡμῖν λήθη γίγνεται ἑκάστοτε ἐν τοῖς μαθήμασιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτας τοίνυν τὰς τῶν μαθημάτων ἡδονὰς ἀμείκτους τε εἶναι λύπαις ῥητέον καὶ οὐδαμῶς τῶν πολλῶν ἀνθρώπων ἀλλὰ τῶν σφόδρα ὀλίγων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὐ ῥητέον;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="52c"/><label>ΣΩ.</label> οὐκοῦν ὅτε μετρίως ἤδη διακεκρίμεθα χωρὶς τάς τε καθαρὰς ἡδονὰς καὶ τὰς σχεδὸν ἀκαθάρτους ὀρθῶς ἂν λεχθείσας, προσθῶμεν τῷ λόγῳ ταῖς μὲν σφοδραῖς ἡδοναῖς ἀμετρίαν, ταῖς δὲ μὴ τοὐναντίον ἐμμετρίαν· καὶ <add>τὰς</add> τὸ μέγα καὶ τὸ σφοδρὸν αὖ <add>δεχομένας</add>, καὶ πολλάκις καὶ ὀλιγάκις γιγνομένας τοιαύτας, τῆς τοῦ ἀπείρου γε ἐκείνου καὶ ἧττον καὶ μᾶλλον διά τε σώματος καὶ ψυχῆς φερομένου <milestone unit="section" resp="Stephanus" n="52d"/> <del>προς</del>θῶμεν αὐτὰς εἶναι γένους, τὰς δὲ μὴ τῶν ἐμμέτρων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν πρὸς τούτοις μετὰ ταῦτα τόδε αὐτῶν διαθεατέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί ποτε χρὴ φάναι πρὸς ἀλήθειαν εἶναι; τὸ καθαρόν τε καὶ εἰλικρινὲς ἢ τὸ σφόδρα τε καὶ τὸ πολὺ καὶ τὸ μέγα καὶ τὸ ἰταμόν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί ποτʼ ἄρα, ὦ Σώκρατες, ἐρωτᾷς βουλόμενος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μηδέν, ὦ Πρώταρχε, ἐπιλείπειν ἐλέγχων ἡδονῆς <milestone unit="section" resp="Stephanus" n="52e"/> τε καὶ ἐπιστήμης, εἰ τὸ μὲν ἄρʼ αὐτῶν ἑκατέρου καθαρόν ἐστι, τὸ δʼ οὐ καθαρόν, ἵνα καθαρὸν ἑκάτερον ἰὸν εἰς τὴν κρίσιν ἐμοὶ καὶ σοὶ καὶ συνάπασι τοῖσδε ῥᾴω παρέχῃ τὴν κρίσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, περὶ πάντων, ὅσα καθαρὰ γένη λέγομεν, οὑτωσὶ διανοηθῶμεν· προελόμενοι πρῶτον αὐτῶν ἕν τι σκοπῶμεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="53"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="53"/><milestone unit="section" resp="Stephanus" n="53a"/><label>ΠΡΩ.</label> τί οὖν προελώμεθα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ λευκὸν ἐν τοῖς πρῶτον, εἰ βούλει, θεασώμεθα γένος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς οὖν ἂν λευκοῦ καὶ τίς καθαρότης ἡμῖν εἴη; πότερα τὸ μέγιστόν τε καὶ πλεῖστον ἢ τὸ ἀκρατέστατον, ἐν ᾧ χρώματος μηδεμία μοῖρα ἄλλη μηδενὸς ἐνείη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι τὸ μάλιστʼ εἰλικρινὲς ὄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. ἆρʼ οὖν οὐ τοῦτο ἀληθέστατον, ὦ Πρώταρχε, <milestone unit="section" resp="Stephanus" n="53b"/> καὶ ἅμα δὴ κάλλιστον τῶν λευκῶν πάντων θήσομεν, ἀλλʼ οὐ τὸ πλεῖστον οὐδὲ τὸ μέγιστον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σμικρὸν ἄρα καθαρὸν λευκὸν μεμειγμένου πολλοῦ λευκοῦ λευκότερον ἅμα καὶ κάλλιον καὶ ἀληθέστερον ἐὰν φῶμεν γίγνεσθαι, παντάπασιν ἐροῦμεν ὀρθῶς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐ δήπου πολλῶν δεησόμεθα παραδειγμάτων τοιούτων ἐπὶ τὸν τῆς ἡδονῆς πέρι λόγον, ἀλλʼ ἀρκεῖ νοεῖν ἡμῖν αὐτόθεν ὡς ἄρα καὶ σύμπασα ἡδονὴ σμικρὰ <milestone unit="section" resp="Stephanus" n="53c"/> μεγάλης καὶ ὀλίγη πολλῆς, καθαρὰ λύπης, ἡδίων καὶ ἀληθεστέρα καὶ καλλίων γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν, καὶ τό γε παράδειγμα ἱκανόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ τὸ τοιόνδε; ἆρα περὶ ἡδονῆς οὐκ ἀκηκόαμεν ὡς ἀεὶ γένεσίς ἐστιν, οὐσία δὲ οὐκ ἔστι τὸ παράπαν ἡδονῆς; κομψοὶ γὰρ δή τινες αὖ τοῦτον τὸν λόγον ἐπιχειροῦσι μηνύειν ἡμῖν, οἷς δεῖ χάριν ἔχειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διαπερανοῦμαί σοι τοῦτʼ αὐτὸ ἐπανερωτῶν, ὦ <milestone unit="section" resp="Stephanus" n="53d"/> Πρώταρχε φίλε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε καὶ ἐρώτα μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐστὸν δή τινε δύο, τὸ μὲν αὐτὸ καθʼ αὑτό, τὸ δʼ ἀεὶ ἐφιέμενον ἄλλου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς τούτω καὶ τίνε λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν σεμνότατον ἀεὶ πεφυκός, τὸ δʼ ἐλλιπὲς ἐκείνου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγʼ ἔτι σαφέστερον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παιδικά που καλὰ καὶ ἀγαθὰ τεθεωρήκαμεν ἅμα καὶ ἐραστὰς ἀνδρείους αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτοις τοίνυν ἐοικότα δυοῖν οὖσι δύο ἄλλα ζήτει <milestone unit="section" resp="Stephanus" n="53e"/> κατὰ πάνθʼ ὅσα λέγομεν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ τρίτον ἔτʼ ἐρῶ; λέγε σαφέστερον, ὦ Σώκρατες, ὅτι λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδέν τι ποικίλον, ὦ Πρώταρχε· ἀλλʼ ὁ λόγος ἐρεσχηλεῖ νῷν, λέγει δʼ ὅτι τὸ μὲν ἕνεκά του τῶν ὄντων ἔστʼ ἀεί, τὸ δʼ οὗ χάριν ἑκάστοτε τὸ τινὸς ἕνεκα γιγνόμενον ἀεὶ γίγνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μόγις ἔμαθον διὰ τὸ πολλάκις λεχθῆναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="54"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχα δʼ ἴσως, ὦ παῖ, μᾶλλον μαθησόμεθα προελθόντος
           
            <milestone unit="page" resp="Stephanus" n="54"/><milestone unit="section" resp="Stephanus" n="54a"/> τοῦ λόγου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύο δὴ τάδε ἕτερα λάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἓν μέν τι γένεσιν πάντων, τὴν δὲ οὐσίαν ἕτερον ἕν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δύο ἀποδέχομαί σου ταῦτα, οὐσίαν καὶ γένεσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθότατα. πότερον οὖν τούτων ἕνεκα ποτέρου, τὴν γένεσιν οὐσίας ἕνεκα φῶμεν ἢ τὴν οὐσίαν εἶναι γενέσεως ἕνεκα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο ὃ προσαγορεύεται οὐσία εἰ γενέσεως ἕνεκα τοῦτʼ ἔστιν ὅπερ ἐστί, νῦν πυνθάνῃ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φαίνομαι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="54b"/><label>ΠΡΩ.</label> πρὸς θεῶν ἆρʼ <del>ἂν</del> ἐπανερωτᾷς με τοιόνδε τι; λέγʼ, ὦ Πρώταρχε, μοί, πότερα πλοίων ναυπηγίαν ἕνεκα φῂς γίγνεσθαι μᾶλλον ἢ πλοῖα ἕνεκα ναυπηγίας, καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστίν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοῦτʼ αὐτό, ὦ Πρώταρχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί οὖν οὐκ αὐτὸς ἀπεκρίνω σαυτῷ, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ὅτι οὔ· σὺ μέντοι τοῦ λόγου συμμέτεχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="54c"/><label>ΣΩ.</label> φημὶ δὴ γενέσεως μὲν ἕνεκα φάρμακά τε καὶ πάντα ὄργανα καὶ πᾶσαν ὕλην παρατίθεσθαι πᾶσιν, ἑκάστην δὲ γένεσιν ἄλλην ἄλλης οὐσίας τινὸς ἑκάστης ἕνεκα γίγνεσθαι, σύμπασαν δὲ γένεσιν οὐσίας ἕνεκα γίγνεσθαι συμπάσης.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σαφέστατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡδονή γε, εἴπερ γένεσίς ἐστιν, ἕνεκά τινος οὐσίας ἐξ ἀνάγκης γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τό γε μὴν οὗ ἕνεκα τὸ ἕνεκά του γιγνόμενον ἀεὶ γίγνοιτʼ ἄν, ἐν τῇ τοῦ ἀγαθοῦ μοίρᾳ ἐκεῖνό ἐστι· τὸ δὲ τινὸς ἕνεκα γιγνόμενον εἰς ἄλλην, ὦ ἄριστε, μοῖραν θετέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαιότατον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="54d"/><label>ΣΩ.</label> ἆρʼ οὖν ἡδονή γε εἴπερ γένεσίς ἐστιν, εἰς ἄλλην ἢ τὴν τοῦ ἀγαθοῦ μοῖραν αὐτὴν τιθέντες ὀρθῶς θήσομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅπερ ἀρχόμενος εἶπον τούτου τοῦ λόγου, τῷ μηνύσαντι τῆς ἡδονῆς πέρι τὸ γένεσιν μέν, οὐσίαν δὲ μηδʼ ἡντινοῦν αὐτῆς εἶναι, χάριν ἔχειν δεῖ· δῆλον γὰρ ὅτι οὗτος τῶν φασκόντων ἡδονὴν ἀγαθὸν εἶναι καταγελᾷ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="54e"/><label>ΣΩ.</label> καὶ μὴν αὑτὸς οὗτος ἑκάστοτε καὶ τῶν ἐν ταῖς γενέσεσιν ἀποτελουμένων καταγελάσεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ καὶ ποίων λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν ὅσοι ἐξιώμενοι ἢ πείνην ἢ δίψαν ἤ τι τῶν τοιούτων, ὅσα γένεσις ἐξιᾶται, χαίρουσι διὰ τὴν γένεσιν ἅτε ἡδονῆς οὔσης αὐτῆς, καί φασι ζῆν οὐκ ἂν δέξασθαι μὴ διψῶντές τε καὶ πεινῶντες καὶ τἆλλα ἅ τις ἂν εἴποι πάντα τὰ ἑπόμενα τοῖς τοιούτοις παθήμασι μὴ πάσχοντες.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="55"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="55"/><milestone unit="section" resp="Stephanus" n="55a"/><label>ΠΡΩ.</label> ἐοίκασι γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ γίγνεσθαί γε τοὐναντίον ἅπαντες τὸ φθείρεσθαι φαῖμεν ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν δὴ φθορὰν καὶ γένεσιν αἱροῖτʼ ἄν τις τοῦθʼ αἱρούμενος, ἀλλʼ οὐ τὸν τρίτον ἐκεῖνον βίον, τὸν ἐν ᾧ μήτε χαίρειν μήτε λυπεῖσθαι, φρονεῖν δʼ ἦν <del>δυνατὸν</del> ὡς οἷόν τε καθαρώτατα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολλή τις, ὡς ἔοικεν, ὦ Σώκρατες, ἀλογία συμβαίνει γίγνεσθαι, ἐάν τις τὴν ἡδονὴν ὡς ἀγαθὸν ἡμῖν τιθῆται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλή, ἐπεὶ καὶ τῇδε ἔτι λέγωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="55b"/><label>ΣΩ.</label> πῶς οὐκ ἄλογόν ἐστι μηδὲν ἀγαθὸν εἶναι μηδὲ καλὸν μήτε ἐν σώμασι μήτʼ ἐν πολλοῖς ἄλλοις πλὴν ἐν ψυχῇ, καὶ ἐνταῦθα ἡδονὴν μόνον, ἀνδρείαν δὲ ἢ σωφροσύνην ἢ νοῦν ἤ τι τῶν ἄλλων ὅσα ἀγαθὰ εἴληχε ψυχή, μηδὲν τοιοῦτον εἶναι; πρὸς τούτοις δὲ ἔτι τὸν μὴ χαίροντα, ἀλγοῦντα δέ, ἀναγκάζεσθαι φάναι κακὸν εἶναι τότε ὅταν ἀλγῇ, κἂν ᾖ ἄριστος πάντων, καὶ τὸν χαίροντα αὖ, ὅσῳ μᾶλλον χαίρει, <milestone unit="section" resp="Stephanus" n="55c"/> τότε ὅταν χαίρῃ, τοσούτῳ διαφέρειν πρὸς ἀρετήν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάντʼ ἐστὶ ταῦτα, ὦ Σώκρατες, ὡς δυνατὸν ἀλογώτατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν ἡδονῆς μὲν πάντως ἐξέτασιν πᾶσαν ἐπιχειρῶμεν ποιήσασθαι, νοῦ δὲ καὶ ἐπιστήμης οἷον φειδόμενοι σφόδρα φανῶμεν· γενναίως δέ, εἴ πῄ τι σαθρὸν ἔχει, πᾶν περικρούωμεν, ὡς ὅτι καθαρώτατόν ἐστʼ αὐτῶν φύσει, τοῦτο κατιδόντες εἰς τὴν κρίσιν χρώμεθα τὴν κοινὴν τοῖς τε τούτων καὶ τοῖς τῆς ἡδονῆς μέρεσιν ἀληθεστάτοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="55d"/><label>ΣΩ.</label> οὐκοῦν ἡμῖν τὸ μὲν οἶμαι δημιουργικόν ἐστι τῆς περὶ τὰ μαθήματα ἐπιστήμης, τὸ δὲ περὶ παιδείαν καὶ τροφήν. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δὴ ταῖς χειροτεχνικαῖς διανοηθῶμεν πρῶτα εἰ τὸ μὲν ἐπιστήμης αὐτῶν μᾶλλον ἐχόμενον, τὸ δʼ ἧττον ἔνι, καὶ δεῖ τὰ μὲν ὡς καθαρώτατα νομίζειν, τὰ δʼ ὡς ἀκαθαρτότερα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς τοίνυν ἡγεμονικὰς διαληπτέον ἑκάστων αὐτῶν χωρίς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="55e"/><label>ΣΩ.</label> οἷον πασῶν που τεχνῶν ἄν τις ἀριθμητικὴν χωρίζῃ καὶ μετρητικὴν καὶ στατικήν, ὡς ἔπος εἰπεῖν φαῦλον τὸ καταλειπόμενον ἑκάστης ἂν γίγνοιτο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαῦλον μὲν δή.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="56"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ γοῦν μετὰ ταῦτʼ εἰκάζειν λείποιτʼ ἂν καὶ τὰς αἰσθήσεις καταμελετᾶν ἐμπειρίᾳ καί τινι τριβῇ, ταῖς τῆς στοχαστικῆς προσχρωμένους δυνάμεσιν ἃς πολλοὶ τέχνας
           
           <milestone unit="page" resp="Stephanus" n="56"/><milestone unit="section" resp="Stephanus" n="56a"/> ἐπονομάζουσι, μελέτῃ καὶ πόνῳ τὴν ῥώμην ἀπειργασμένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαιότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν μεστὴ μέν που μουσικὴ πρῶτον, τὸ σύμφωνον ἁρμόττουσα οὐ μέτρῳ ἀλλὰ μελέτης στοχασμῷ, καὶ σύμπασα αὐτῆς αὐλητική, τὸ μέτρον ἑκάστης χορδῆς τῷ στοχάζεσθαι φερομένης θηρεύουσα, ὥστε πολὺ μεμειγμένον ἔχειν τὸ μὴ σαφές, σμικρὸν δὲ τὸ βέβαιον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="56b"/><label>ΣΩ.</label> καὶ μὴν ἰατρικήν τε καὶ γεωργίαν καὶ κυβερνητικὴν καὶ στρατηγικὴν ὡσαύτως εὑρήσομεν ἐχούσας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τεκτονικὴν δέ γε οἶμαι πλείστοις μέτροις τε καὶ ὀργάνοις χρωμένην τὰ πολλὴν ἀκρίβειαν αὐτῇ πορίζοντα τεχνικωτέραν τῶν πολλῶν ἐπιστημῶν παρέχεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατά τε ναυπηγίαν καὶ κατʼ οἰκοδομίαν καὶ ἐν πολλοῖς ἄλλοις τῆς ξυλουργικῆς. κανόνι γὰρ οἶμαι καὶ <milestone unit="section" resp="Stephanus" n="56c"/> τόρνῳ χρῆται καὶ διαβήτῃ καὶ στάθμῃ καί τινι προσαγωγίῳ κεκομψευμένῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε, ὦ Σώκρατες, ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θῶμεν τοίνυν διχῇ τὰς λεγομένας τέχνας, τὰς μὲν μουσικῇ συνεπομένας ἐν τοῖς ἔργοις ἐλάττονος ἀκριβείας μετισχούσας, τὰς δὲ τεκτονικῇ πλείονος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κείσθω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων δὲ ταύτας ἀκριβεστάτας εἶναι τέχνας, ἃς νυνδὴ πρώτας εἴπομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀριθμητικὴν φαίνῃ μοι λέγειν καὶ ὅσας μετὰ ταύτης τέχνας ἐφθέγξω νυνδή.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="56d"/><label>ΣΩ.</label> πάνυ μὲν οὖν. ἀλλʼ, ὦ Πρώταρχε, ἆρʼ οὐ διττὰς αὖ καὶ ταύτας λεκτέον; ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀριθμητικὴν πρῶτον ἆρʼ οὐκ ἄλλην μέν τινα τὴν τῶν πολλῶν φατέον, ἄλλην δʼ αὖ τὴν τῶν φιλοσοφούντων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ ποτε διορισάμενος οὖν ἄλλην, τὴν δὲ ἄλλην θείη τις ἂν ἀριθμητικήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ σμικρὸς ὅρος, ὦ Πρώταρχε. οἱ μὲν γάρ που μονάδας ἀνίσους καταριθμοῦνται τῶν περὶ ἀριθμόν, οἷον στρατόπεδα δύο καὶ βοῦς δύο καὶ δύο τὰ σμικρότατα ἢ καὶ <milestone unit="section" resp="Stephanus" n="56e"/> τὰ πάντων μέγιστα· οἱ δʼ οὐκ ἄν ποτε αὐτοῖς συνακολουθήσειαν, εἰ μὴ μονάδα μονάδος ἑκάστης τῶν μυρίων μηδεμίαν ἄλλην ἄλλης διαφέρουσάν τις θήσει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα εὖ λέγεις οὐ σμικρὰν διαφορὰν τῶν περὶ ἀριθμὸν τευταζόντων, ὥστε λόγον ἔχειν δύʼ αὐτὰς εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="57"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; λογιστικὴ καὶ μετρητικὴ <add>ἡ</add> κατὰ τεκτονικὴν καὶ κατʼ ἐμπορικὴν τῆς κατὰ φιλοσοφίαν γεωμετρίας τε καὶ
           
           <milestone unit="page" resp="Stephanus" n="57"/><milestone unit="section" resp="Stephanus" n="57a"/> λογισμῶν καταμελετωμένων—πότερον ὡς μία ἑκατέρα λεκτέον ἢ δύο τιθῶμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τῇ πρόσθεν ἑπόμενος ἔγωγʼ ἂν δύο κατὰ τὴν ἐμὴν ψῆφον τιθείην ἑκατέραν τούτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. οὗ δʼ ἕνεκα ταῦτα προηνεγκάμεθα εἰς τὸ μέσον, ἆρα ἐννοεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως, ἀλλὰ σὲ βουλοίμην ἂν ἀποφήνασθαι τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ τοίνυν ἔμοιγε οὗτος ὁ λόγος, οὐχ ἧττον ἢ ὅτε λέγειν αὐτὸν ἠρχόμεθα, ταῖς ἡδοναῖς ζητῶν ἀντίστροφον ἐνταῦθα προβεβληκέναι σκοπῶν ἆρά ἐστί τις ἑτέρας <milestone unit="section" resp="Stephanus" n="57b"/> ἄλλη καθαρωτέρα ἐπιστήμης ἐπιστήμη, καθάπερ ἡδονῆς ἡδονή.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα σαφὲς τοῦτό γε, ὅτι ταῦθʼ ἕνεκα τούτων ἐπικεχείρηκεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἆρʼ οὐκ ἐν μὲν τοῖς ἔμπροσθεν ἐπʼ ἄλλοις ἄλλην τέχνην οὖσαν ἀνηυρήκειν σαφεστέραν καὶ ἀσαφεστέραν ἄλλην ἄλλης;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τούτοις δὲ ἆρʼ οὔ τινα τέχνην ὡς ὁμώνυμον φθεγξάμενος, εἰς δόξαν καταστήσας ὡς μιᾶς, πάλιν ὡς <milestone unit="section" resp="Stephanus" n="57c"/> δυοῖν ἐπανερωτᾷ τούτοιν αὐτοῖν τὸ σαφὲς καὶ τὸ καθαρὸν περὶ ταῦτα πότερον ἡ τῶν φιλοσοφούντων ἢ μὴ φιλοσοφούντων ἀκριβέστερον ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα δοκεῖ μοι τοῦτο διερωτᾶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνʼ οὖν, ὦ Πρώταρχε, αὐτῷ δίδομεν ἀπόκρισιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὦ Σώκρατες, εἰς θαυμαστὸν διαφορᾶς μέγεθος εἰς σαφήνειαν προεληλύθαμεν ἐπιστημῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀποκρινούμεθα ῥᾷον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν; καὶ εἰρήσθω γε ὅτι πολὺ μὲν αὗται τῶν ἄλλων τεχνῶν διαφέρουσι, τούτων δʼ αὐτῶν αἱ περὶ τὴν <milestone unit="section" resp="Stephanus" n="57d"/> τῶν ὄντως φιλοσοφούντων ὁρμὴν ἀμήχανον ἀκριβείᾳ καὶ ἀληθείᾳ περὶ μέτρα τε καὶ ἀριθμοὺς διαφέρουσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστω ταῦτα κατὰ σέ, καὶ σοὶ δὴ πιστεύοντες θαρροῦντες ἀποκρινόμεθα τοῖς δεινοῖς περὶ λόγων ὁλκήν—</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς εἰσὶ δύο ἀριθμητικαὶ καὶ δύο μετρητικαὶ καὶ ταύταις ἄλλαι τοιαῦται συνεπόμεναι συχναί, τὴν διδυμότητα ἔχουσαι ταύτην, ὀνόματος δὲ ἑνὸς κεκοινωμέναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="57e"/><label>ΠΡΩ.</label> διδῶμεν τύχῃ ἀγαθῇ τούτοις οὓς φῂς δεινοὺς εἶναι ταύτην τὴν ἀπόκρισιν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτας οὖν λέγομεν ἐπιστήμας ἀκριβεῖς μάλιστʼ εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἡμᾶς, ὦ Πρώταρχε, ἀναίνοιτʼ ἂν ἡ τοῦ διαλέγεσθαι δύναμις, εἴ τινα πρὸ αὐτῆς ἄλλην κρίναιμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίνα δὲ ταύτην αὖ δεῖ λέγειν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="58"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="58"/><milestone unit="section" resp="Stephanus" n="58a"/><label>ΣΩ.</label> δῆλον ὁτιὴ πᾶς ἂν τήν γε νῦν λεγομένην γνοίη· τὴν γὰρ περὶ τὸ ὂν καὶ τὸ ὄντως καὶ τὸ κατὰ ταὐτὸν ἀεὶ πεφυκὸς πάντως ἔγωγε οἶμαι ἡγεῖσθαι σύμπαντας ὅσοις νοῦ καὶ σμικρὸν προσήρτηται μακρῷ ἀληθεστάτην εἶναι γνῶσιν. σὺ δὲ τί; πῶς τοῦτο, ὦ Πρώταρχε, διακρίνοις ἄν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἤκουον μὲν ἔγωγε, ὦ Σώκρατες, ἑκάστοτε Γοργίου πολλάκις ὡς ἡ τοῦ πείθειν πολὺ διαφέροι πασῶν τεχνῶν <milestone unit="section" resp="Stephanus" n="58b"/>—πάντα γὰρ ὑφʼ αὑτῇ δοῦλα διʼ ἑκόντων ἀλλʼ οὐ διὰ βίας ποιοῖτο, καὶ μακρῷ ἀρίστη πασῶν εἴη τῶν τεχνῶν—νῦν δʼ οὔτε σοὶ οὔτε δὴ ἐκείνῳ βουλοίμην ἂν ἐναντία τίθεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>τὰ ὅπλα</q> μοι δοκεῖς βουληθεὶς εἰπεῖν αἰσχυνθεὶς ἀπολιπεῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστω νῦν ταῦτα ταύτῃ ὅπῃ σοι δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν αἴτιος ἐγὼ τοῦ μὴ καλῶς ὑπολαβεῖν σε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ, ὦ φίλε Πρώταρχε, τοῦτο ἔγωγε ἐζήτουν πω, <milestone unit="section" resp="Stephanus" n="58c"/> τίς τέχνη ἢ τίς ἐπιστήμη πασῶν διαφέρει τῷ μεγίστη καὶ ἀρίστη καὶ πλεῖστα ὠφελοῦσα ἡμᾶς, ἀλλὰ τίς ποτε τὸ σαφὲς καὶ τἀκριβὲς καὶ τὸ ἀληθέστατον ἐπισκοπεῖ, κἂν εἰ σμικρὰ καὶ σμικρὰ ὀνινᾶσα, τοῦτʼ ἔστιν ὃ νῦν δὴ ζητοῦμεν. ἀλλʼ ὅρα—οὐδὲ γὰρ ἀπεχθήσῃ Γοργίᾳ, τῇ μὲν ἐκείνου ὑπάρχειν τέχνῃ διδοὺς πρὸς χρείαν τοῖς ἀνθρώποις κρατεῖν, ᾗ δʼ εἶπον ἐγὼ νῦν πραγματείᾳ, καθάπερ τοῦ λευκοῦ πέρι τότε ἔλεγον, κἂν εἰ σμικρόν, καθαρὸν δʼ εἴη, τοῦ πολλοῦ <milestone unit="section" resp="Stephanus" n="58d"/> καὶ μὴ τοιούτου διαφέρειν, τούτῳ γʼ αὐτῷ τῷ ἀληθεστάτῳ, καὶ νῦν δὴ σφόδρα διανοηθέντες καὶ ἱκανῶς διαλογισάμενοι, μήτʼ εἴς τινας ὠφελίας ἐπιστημῶν βλέψαντες μήτε τινὰς εὐδοκιμίας, ἀλλʼ εἴ τις πέφυκε τῆς ψυχῆς ἡμῶν δύναμις ἐρᾶν τε τοῦ ἀληθοῦς καὶ πάντα ἕνεκα τούτου πράττειν, ταύτην εἴπωμεν διεξερευνησάμενοι—τὸ καθαρὸν νοῦ τε καὶ φρονήσεως εἰ ταύτην μάλιστα ἐκ τῶν εἰκότων ἐκτῆσθαι φαῖμεν ἂν ἤ τινα ἑτέραν ταύτης κυριωτέραν ἡμῖν ζητητέον.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="58e"/><label>ΠΡΩ.</label> ἀλλὰ σκοπῶ, καὶ χαλεπὸν οἶμαι συγχωρῆσαί τινα ἄλλην ἐπιστήμην ἢ τέχνην τῆς ἀληθείας ἀντέχεσθαι μᾶλλον ἢ ταύτην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="59"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἐννοήσας τὸ τοιόνδε εἴρηκας ὃ λέγεις νῦν, ὡς αἱ πολλαὶ τέχναι, καὶ ὅσοι περὶ ταῦτα πεπόνηνται,
           
            <milestone unit="page" resp="Stephanus" n="59"/><milestone unit="section" resp="Stephanus" n="59a"/> πρῶτον μὲν δόξαις χρῶνται καὶ τὰ περὶ δόξαν ζητοῦσι συντεταμένως; εἴ τε καὶ περὶ φύσεως ἡγεῖταί τις ζητεῖν, οἶσθʼ ὅτι τὰ περὶ τὸν κόσμον τόνδε, ὅπῃ τε γέγονεν καὶ ὅπῃ πάσχει τι καὶ ὅπῃ ποιεῖ, ταῦτα ζητεῖ διὰ βίου; φαῖμεν ἂν ταῦτα, ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐ περὶ τὰ ὄντα ἀεί, περὶ δὲ τὰ γιγνόμενα καὶ γενησόμενα καὶ γεγονότα ἡμῶν ὁ τοιοῦτος ἀνῄρηται τὸν πόνον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων οὖν τι σαφὲς ἂν φαῖμεν τῇ ἀκριβεστάτῃ <milestone unit="section" resp="Stephanus" n="59b"/> ἀληθείᾳ γίγνεσθαι, ὧν μήτε ἔσχε μηδὲν πώποτε κατὰ ταὐτὰ μήθʼ ἕξει μήτε εἰς τὸ νῦν παρὸν ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περὶ οὖν τὰ μὴ κεκτημένα βεβαιότητα μηδʼ ἡντινοῦν πῶς ἄν ποτε βέβαιον γίγνοιθʼ ἡμῖν καὶ ὁτιοῦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οἶμαι μὲν οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα νοῦς οὐδέ τις ἐπιστήμη περὶ αὐτά ἐστιν τὸ ἀληθέστατον ἔχουσα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκουν εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν μὲν δὴ σὲ καὶ ἐμὲ καὶ Γοργίαν καὶ Φίληβον χρὴ συχνὰ χαίρειν ἐᾶν, τόδε δὲ διαμαρτύρασθαι τῷ λόγῳ.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="59c"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἢ περὶ ἐκεῖνα ἔσθʼ ἡμῖν τό τε βέβαιον καὶ τὸ καθαρὸν καὶ ἀληθὲς καὶ ὃ δὴ λέγομεν εἰλικρινές, περὶ τὰ ἀεὶ κατὰ τὰ αὐτὰ ὡσαύτως ἀμεικτότατα ἔχοντα, ἢ <del>δεύτερος</del> ἐκείνων ὅτι μάλιστά ἐστι συγγενές· τὰ δʼ ἄλλα πάντα δεύτερά τε καὶ ὕστερα λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δὴ τῶν ὀνομάτων περὶ τὰ τοιαῦτα κάλλιστα ἆρʼ οὐ τοῖς καλλίστοις δικαιότατον ἀπονέμειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="59d"/><label>ΣΩ.</label> οὐκοῦν νοῦς ἐστι καὶ φρόνησις ἅ γʼ ἄν τις τιμήσειε μάλιστα ὀνόματα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτʼ ἄρα ἐν ταῖς περὶ τὸ ὂν ὄντως ἐννοίαις ἐστὶν ἀπηκριβωμένα ὀρθῶς κείμενα καλεῖσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἅ γε εἰς τὴν κρίσιν ἐγὼ τότε παρεσχόμην οὐκ ἄλλʼ ἐστὶν ἢ ταῦτα τὰ ὀνόματα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν. τὸ μὲν δὴ φρονήσεώς τε καὶ ἡδονῆς πέρι <milestone unit="section" resp="Stephanus" n="59e"/> πρὸς τὴν ἀλλήλων μεῖξιν εἴ τις φαίη καθαπερεὶ δημιουργοῖς ἡμῖν ἐξ ὧν ἢ ἐν οἷς δεῖ δημιουργεῖν τι παρακεῖσθαι, καλῶς ἂν τῷ λόγῳ ἀπεικάζοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὴ μετὰ ταῦτα ἆρʼ οὐ μειγνύναι ἐπιχειρητέον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τάδε προειποῦσι καὶ ἀναμνήσασιν ἡμᾶς αὐτοὺς ὀρθότερον ἂν ἔχοι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ ποῖα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="60"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἃ καὶ πρότερον ἐμνήσθημεν· εὖ δʼ ἡ παροιμία
            <milestone unit="page" resp="Stephanus" n="60"/><milestone unit="section" resp="Stephanus" n="60a"/> δοκεῖ ἔχειν, τὸ καὶ δὶς καὶ τρὶς τό γε καλῶς ἔχον ἐπαναπολεῖν τῷ λόγῳ δεῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δὴ πρὸς Διός· οἶμαι γὰρ οὑτωσί πως τὰ τότε λεχθέντα ῥηθῆναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Φίληβός φησι τὴν ἡδονὴν σκοπὸν ὀρθὸν πᾶσι ζῴοις γεγονέναι καὶ δεῖν πάντας τούτου στοχάζεσθαι, καὶ δὴ καὶ τἀγαθὸν τοῦτʼ αὐτὸ εἶναι σύμπασι, καὶ δύο ὀνόματα, ἀγαθὸν καὶ ἡδύ, ἑνί τινι καὶ φύσει μιᾷ τούτω ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="60b"/> τεθέντʼ ἔχειν· Σωκράτης δʼ ἓν μὲν οὔ φησι τοῦτʼ εἶναι, δύο δὲ καθάπερ τὰ ὀνόματα, καὶ τό τε ἀγαθὸν καὶ ἡδὺ διάφορον ἀλλήλων φύσιν ἔχειν, μᾶλλον δὲ μέτοχον εἶναι τῆς τοῦ ἀγαθοῦ μοίρας τὴν φρόνησιν ἢ τὴν ἡδονήν. οὐ ταῦτʼ ἔστιν τε καὶ ἦν τὰ τότε λεγόμενα, ὦ Πρώταρχε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τόδε καὶ τότε καὶ νῦν ἡμῖν ἂν συνομολογοῖτο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τἀγαθοῦ διαφέρειν φύσιν τῷδε τῶν ἄλλων.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="60c"/><label>ΠΡΩ.</label> τίνι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧι παρείη τοῦτʼ ἀεὶ τῶν ζῴων διὰ τέλους πάντως καὶ πάντῃ, μηδενὸς ἑτέρου ποτὲ ἔτι προσδεῖσθαι, τὸ δὲ ἱκανὸν τελεώτατον ἔχειν. οὐχ οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τῷ λόγῳ ἐπειράθημεν χωρὶς ἑκάτερον ἑκατέρου θέντες εἰς τὸν βίον ἑκάστων, ἄμεικτον μὲν ἡδονὴν φρονήσει, φρόνησιν δὲ ὡσαύτως ἡδονῆς μηδὲ τὸ σμικρότατον ἔχουσαν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν ἡμῖν αὐτῶν τότε πότερον ἱκανὸν ἔδοξεν <milestone unit="section" resp="Stephanus" n="60d"/> εἶναί τῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε παρηνέχθημέν τι τότε, νῦν ὁστισοῦν ἐπαναλαβὼν ὀρθότερον εἰπάτω, μνήμην καὶ φρόνησιν καὶ ἐπιστήμην καὶ ἀληθῆ δόξαν τῆς αὐτῆς ἰδέας τιθέμενος καὶ σκοπῶν εἴ τις ἄνευ τούτων δέξαιτʼ ἄν οἱ καὶ ὁτιοῦν εἶναι ἢ καὶ γίγνεσθαι, μὴ ὅτι δή γε ἡδονὴν εἴθʼ ὡς πλείστην εἴθʼ ὡς σφοδροτάτην, ἣν μήτε ἀληθῶς δοξάζοι χαίρειν μήτε τὸ παράπαν γιγνώσκοι τί ποτε πέπονθε πάθος μήτʼ αὖ <milestone unit="section" resp="Stephanus" n="60e"/> μνήμην τοῦ πάθους μηδʼ ὁντινοῦν χρόνον ἔχοι. ταὐτὰ δὲ λεγέτω καὶ περὶ φρονήσεως, εἴ τις ἄνευ πάσης ἡδονῆς καὶ τῆς βραχυτάτης δέξαιτʼ ἂν φρόνησιν ἔχειν μᾶλλον ἢ μετά τινων ἡδονῶν ἢ πάσας ἡδονὰς χωρὶς φρονήσεως μᾶλλον ἢ μετὰ φρονήσεως αὖ τινος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἔστιν, ὦ Σώκρατες, ἀλλʼ οὐδὲν δεῖ ταῦτά γε πολλάκις ἐπερωτᾶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="61"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="61"/><milestone unit="section" resp="Stephanus" n="61a"/><label>ΣΩ.</label> οὐκοῦν τό γε τέλεον καὶ πᾶσιν αἱρετὸν καὶ τὸ παντάπασιν ἀγαθὸν οὐδέτερον ἂν τούτων εἴη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν ἀγαθὸν ἤτοι σαφῶς ἢ καί τινα τύπον αὐτοῦ ληπτέον, ἵνʼ, ὅπερ ἐλέγομεν, δευτερεῖα ὅτῳ δώσομεν ἔχωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁδὸν μέν τινα ἐπὶ τἀγαθὸν εἰλήφαμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίνα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καθάπερ εἴ τίς τινα ἄνθρωπον ζητῶν τὴν οἴκησιν <milestone unit="section" resp="Stephanus" n="61b"/> πρῶτον ὀρθῶς ἵνʼ οἰκεῖ πύθοιτο αὐτοῦ, μέγα τι δήπου πρὸς τὴν εὕρεσιν ἂν ἔχοι τοῦ ζητουμένου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ νῦν δή τις λόγος ἐμήνυσεν ἡμῖν, ὥσπερ καὶ κατʼ ἀρχάς, μὴ ζητεῖν ἐν τῷ ἀμείκτῳ βίῳ τἀγαθὸν ἀλλʼ ἐν τῷ μεικτῷ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐλπὶς μὴν πλείων ἐν τῷ μειχθέντι καλῶς τὸ ζητούμενον ἔσεσθαι φανερώτερον ἢ ἐν τῷ μή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολύ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῖς δὴ θεοῖς, ὦ Πρώταρχε, εὐχόμενοι κεραννύωμεν, <milestone unit="section" resp="Stephanus" n="61c"/> εἴτε Διόνυσος εἴτε Ἥφαιστος εἴθʼ ὅστις θεῶν ταύτην τὴν τιμὴν εἴληχε τῆς συγκράσεως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καθάπερ ἡμῖν οἰνοχόοις τισὶ παρεστᾶσι κρῆναι—μέλιτος μὲν ἂν ἀπεικάζοι τις τὴν τῆς ἡδονῆς, τὴν δὲ τῆς φρονήσεως νηφαντικὴν καὶ ἄοινον αὐστηροῦ καὶ ὑγιεινοῦ τινος ὕδατος—ἃς προθυμητέον ὡς κάλλιστα συμμειγνύναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="61d"/><label>ΣΩ.</label> φέρε δὴ πρότερον· ἆρα πᾶσαν ἡδονὴν πάσῃ φρονήσει μειγνύντες τοῦ καλῶς ἂν μάλιστα ἐπιτύχοιμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἀσφαλές. ᾗ δὲ ἀκινδυνότερον ἂν μειγνύοιμεν, δόξαν μοι δοκῶ τινα ἀποφήνασθαι ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τίνα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦν ἡμῖν ἡδονή τε ἀληθῶς, ὡς οἰόμεθα, μᾶλλον ἑτέρας ἄλλη καὶ δὴ καὶ τέχνη τέχνης ἀκριβεστέρα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἐπιστήμη δὴ ἐπιστήμης διάφορος, ἡ μὲν ἐπὶ <milestone unit="section" resp="Stephanus" n="61e"/> τὰ γιγνόμενα καὶ ἀπολλύμενα ἀποβλέπουσα, ἡ δʼ ἐπὶ τὰ μήτε γιγνόμενα μήτε ἀπολλύμενα, κατὰ ταὐτὰ δὲ καὶ ὡσαύτως ὄντα ἀεί. ταύτην εἰς τὸ ἀληθὲς ἐπισκοπούμενοι ἡγησάμεθα ἐκείνης ἀληθεστέραν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ τἀληθέστατα τμήματα ἑκατέρας ἴδοιμεν πρῶτον συμμείξαντες, ἆρα ἱκανὰ ταῦτα συγκεκραμένα τὸν ἀγαπητότατον βίον ἀπεργασάμενα παρέχειν ἡμῖν, ἤ τινος ἔτι προσδεόμεθα καὶ τῶν μὴ τοιούτων;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="62"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="62"/><milestone unit="section" resp="Stephanus" n="62a"/><label>ΠΡΩ.</label> ἐμοὶ γοῦν δοκεῖ δρᾶν οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστω δή τις ἡμῖν φρονῶν ἄνθρωπος αὐτῆς περὶ δικαιοσύνης ὅτι ἔστιν, καὶ λόγον ἔχων ἑπόμενον τῷ νοεῖν, καὶ δὴ καὶ περὶ τῶν ἄλλων πάντων τῶν ὄντων ὡσαύτως διανοούμενος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστω γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὗτος ἱκανῶς ἐπιστήμης ἕξει, κύκλου μὲν καὶ σφαίρας αὐτῆς τῆς θείας τὸν λόγον ἔχων, τὴν δὲ ἀνθρωπίνην ταύτην σφαῖραν καὶ τοὺς κύκλους τούτους ἀγνοῶν, <milestone unit="section" resp="Stephanus" n="62b"/> καὶ χρώμενος ἐν οἰκοδομίᾳ καὶ τοῖς ἄλλοις ὁμοίως κανόσι καὶ τοῖς κύκλοις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> γελοίαν διάθεσιν ἡμῶν, ὦ Σώκρατες, ἐν ταῖς θείαις οὖσαν μόνον ἐπιστήμαις λέγομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς φῄς; ἦ τοῦ ψευδοῦς κανόνος ἅμα καὶ τοῦ κύκλου τὴν οὐ βέβαιον οὐδὲ καθαρὰν τέχνην ἐμβλητέον κοινῇ καὶ συγκρατέον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον γάρ, εἰ μέλλει τις ἡμῶν καὶ τὴν ὁδὸν ἑκάστοτε ἐξευρήσειν οἴκαδε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="62c"/><label>ΣΩ.</label> ἦ καὶ μουσικήν, ἣν ὀλίγον ἔμπροσθεν ἔφαμεν στοχάσεώς τε καὶ μιμήσεως μεστὴν οὖσαν καθαρότητος ἐνδεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον φαίνεται ἔμοιγε, εἴπερ γε ἡμῶν ὁ βίος ἔσται καὶ ὁπωσοῦν ποτε βίος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει δῆτα, ὥσπερ θυρωρὸς ὑπʼ ὄχλου τις ὠθούμενος καὶ βιαζόμενος, ἡττηθεὶς ἀναπετάσας τὰς θύρας ἀφῶ πάσας τὰς ἐπιστήμας εἰσρεῖν καὶ μείγνυσθαι ὁμοῦ καθαρᾷ τὴν ἐνδεεστέραν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="62d"/><label>ΠΡΩ.</label> οὔκουν ἔγωγε οἶδα, ὦ Σώκρατες, ὅτι τις ἂν βλάπτοιτο πάσας λαβὼν τὰς ἄλλας ἐπιστήμας, ἔχων τὰς πρώτας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεθιῶ δὴ τὰς συμπάσας ῥεῖν εἰς τὴν τῆς Ὁμήρου καὶ μάλα ποιητικῆς μισγαγκείας ὑποδοχήν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεθεῖνται· καὶ πάλιν ἐπὶ τὴν τῶν ἡδονῶν πηγὴν ἰτέον. ὡς γὰρ διενοήθημεν αὐτὰς μειγνύναι, τὰ τῶν ἀληθῶν μόρια πρῶτον, οὐκ ἐξεγένεθʼ ἡμῖν, ἀλλὰ διὰ τὸ πᾶσαν ἀγαπᾶν ἐπιστήμην εἰς ταὐτὸν μεθεῖμεν ἁθρόας καὶ πρόσθεν <milestone unit="section" resp="Stephanus" n="62e"/> τῶν ἡδονῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥρα δὴ βουλεύεσθαι νῷν καὶ περὶ τῶν ἡδονῶν, πότερα καὶ ταύτας πάσας ἁθρόας ἀφετέον ἢ καὶ τούτων πρώτας μεθετέον ἡμῖν ὅσαι ἀληθεῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολύ τι διαφέρει πρός γε ἀσφάλειαν πρώτας τὰς ἀληθεῖς ἀφεῖναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεθείσθων δή. τί δὲ μετὰ ταῦτα; ἆρʼ οὐκ εἰ μέν τινες ἀναγκαῖαι, καθάπερ ἐκεῖ, συμμεικτέον καὶ ταύτας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ; τάς γε ἀναγκαίας δήπουθεν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="63"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="63"/><milestone unit="section" resp="Stephanus" n="63a"/><label>ΣΩ.</label> εἰ δέ γε καί, καθάπερ τὰς τέχνας πάσας ἀβλαβές τε καὶ ὠφέλιμον ἦν ἐπίστασθαι διὰ βίου, καὶ νῦν δὴ ταὐτὰ λέγομεν περὶ τῶν ἡδονῶν, εἴπερ πάσας ἡδονὰς ἥδεσθαι διὰ βίου συμφέρον τε ἡμῖν ἐστι καὶ ἀβλαβὲς ἅπασι, πάσας συγκρατέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς οὖν δὴ περὶ αὐτῶν τούτων λέγωμεν; καὶ πῶς ποιῶμεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐχ ἡμᾶς, ὦ Πρώταρχε, διερωτᾶν χρή, τὰς ἡδονὰς δὲ αὐτὰς καὶ τὰς φρονήσεις διαπυνθανομένους τὸ τοιόνδε ἀλλήλων πέρι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="63b"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ὦ φίλαι, εἴτε ἡδονὰς ὑμᾶς χρὴ προσαγορεύειν εἴτε ἄλλῳ ὁτῳοῦν ὀνόματι, μῶν οὐκ ἂν δέξαισθε οἰκεῖν μετὰ φρονήσεως πάσης ἢ χωρὶς τοῦ φρονεῖν;</q> οἶμαι μὲν πρὸς ταῦτα τόδʼ αὐτὰς ἀναγκαιότατον εἶναι λέγειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι καθάπερ ἔμπροσθεν ἐρρήθη, <q>τὸ μόνον καὶ ἔρημον εἰλικρινὲς εἶναί τι γένος οὔτε πάνυ τι δυνατὸν οὔτʼ <milestone unit="section" resp="Stephanus" n="63c"/> ὠφέλιμον· πάντων γε μὴν ἡγούμεθα γενῶν ἄριστον ἓν ἀνθʼ ἑνὸς συνοικεῖν ἡμῖν τὸ τοῦ γιγνώσκειν τἆλλά τε πάντα καὶ <del>αὖ τὴν</del> αὐτὴν ἡμῶν τελέως εἰς δύναμιν ἑκάστην.</q></said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label><q>καὶ καλῶς γε εἰρήκατε τὰ νῦν,</q> φήσομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς. πάλιν τοίνυν μετὰ τοῦτο τὴν φρόνησιν καὶ τὸν νοῦν ἀνερωτητέον· <q>ἆρʼ ἡδονῶν τι προσδεῖσθε ἐν τῇ συγκράσει;</q> φαῖμεν ἂν αὖ τὸν νοῦν τε καὶ τὴν φρόνησιν ἀνερωτῶντες. <q>ποίων,</q> φαῖεν ἂν ἴσως, <q>ἡδονῶν;</q></said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰκός.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="63d"/><label>ΣΩ.</label> ὁ δέ γʼ ἡμέτερος λόγος μετὰ τοῦτʼ ἐστὶν ὅδε. <q>πρὸς ταῖς ἀληθέσιν ἐκείναις ἡδοναῖς,</q> φήσομεν, <q>ἆρʼ ἔτι προσδεῖσθʼ ὑμῖν τὰς μεγίστας ἡδονὰς συνοίκους εἶναι καὶ τὰς σφοδροτάτας;</q> <q>καὶ πῶς, ὦ Σώκρατες,</q> ἴσως φαῖεν ἄν, <q>αἵ γʼ ἐμποδίσματά τε μυρία ἡμῖν ἔχουσι, τὰς ψυχὰς ἐν αἷς οἰκοῦμεν ταράττουσαι διὰ μανίας <del>ἡδονάς</del>, καὶ γίγνεσθαί <milestone unit="section" resp="Stephanus" n="63e"/> τε ἡμᾶς τὴν ἀρχὴν οὐκ ἐῶσι, τά τε γιγνόμενα ἡμῶν τέκνα ὡς τὸ πολύ, διʼ ἀμέλειαν λήθην ἐμποιοῦσαι, παντάπασι διαφθείρουσιν;</q></said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="64"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label><q rend="merge">ἀλλʼ ἅς τε ἡδονὰς ἀληθεῖς καὶ καθαρὰς <del>ἃς</del> εἶπες, σχεδὸν οἰκείας ἡμῖν νόμιζε, καὶ πρὸς ταύταις τὰς μεθʼ ὑγιείας καὶ τοῦ σωφρονεῖν, καὶ δὴ καὶ συμπάσης ἀρετῆς ὁπόσαι καθάπερ θεοῦ ὀπαδοὶ γιγνόμεναι αὐτῇ συνακολουθοῦσι πάντῃ, ταύτας μείγνυ· τὰς δʼ ἀεὶ μετʼ ἀφροσύνης καὶ τῆς ἄλλης κακίας ἑπομένας πολλή που ἀλογία τῷ νῷ μειγνύναι τὸν βουλόμενον ὅτι καλλίστην ἰδόντα καὶ ἀστασιαστοτάτην μεῖξιν
          <milestone unit="page" resp="Stephanus" n="64"/><milestone unit="section" resp="Stephanus" n="64a"/> καὶ κρᾶσιν, ἐν ταύτῃ μαθεῖν πειρᾶσθαι τί ποτε ἔν τʼ ἀνθρώπῳ καὶ τῷ παντὶ πέφυκεν ἀγαθὸν καὶ τίνα ἰδέαν αὐτὴν εἶναί ποτε μαντευτέον.</q> ἆρʼ οὐκ ἐμφρόνως ταῦτα καὶ ἐχόντως ἑαυτὸν τὸν νοῦν φήσομεν ὑπέρ τε αὑτοῦ καὶ μνήμης καὶ δόξης ὀρθῆς ἀποκρίνασθαι τὰ νῦν ῥηθέντα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν καὶ τόδε γε ἀναγκαῖον, καὶ οὐκ ἄλλως ἄν ποτε γένοιτο οὐδʼ ἂν ἕν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="64b"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὧι μὴ μείξομεν ἀλήθειαν, οὐκ ἄν ποτε τοῦτο ἀληθῶς γίγνοιτο οὐδʼ ἂν γενόμενον εἴη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς. ἀλλʼ εἴ τινος ἔτι προσδεῖ τῇ συγκράσει ταύτῃ, λέγετε σὺ καὶ Φίληβος. ἐμοὶ μὲν γὰρ καθαπερεὶ κόσμος τις ἀσώματος ἄρξων καλῶς ἐμψύχου σώματος ὁ νῦν λόγος ἀπειργάσθαι φαίνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ ἐμοὶ τοίνυν, ὦ Σώκρατες, οὕτω λέγε δεδόχθαι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="64c"/><label>ΣΩ.</label> ἆρʼ οὖν ἐπὶ μὲν τοῖς τοῦ ἀγαθοῦ νῦν ἤδη προθύροις <del>καὶ</del> τῆς οἰκήσεως ἐφεστάναι <del>τῆς τοῦ τοιούτου</del> λέγοντες ἴσως ὀρθῶς ἄν τινα τρόπον φαῖμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἐμοὶ γοῦν δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δῆτα ἐν τῇ συμμείξει τιμιώτατον ἅμα καὶ μάλιστʼ αἴτιον εἶναι δόξειεν ἂν ἡμῖν τοῦ πᾶσιν γεγονέναι προσφιλῆ τὴν τοιαύτην διάθεσιν; τοῦτο γὰρ ἰδόντες μετὰ τοῦτʼ ἐπισκεψόμεθα εἴθʼ ἡδονῇ εἴτε τῷ νῷ προσφυέστερον καὶ οἰκειότερον ἐν τῷ παντὶ συνέστηκεν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="64d"/><label>ΠΡΩ.</label> ὀρθῶς· τοῦτο γὰρ εἰς τὴν κρίσιν ἡμῖν ἐστι συμφορώτατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ συμπάσης γε μείξεως οὐ χαλεπὸν ἰδεῖν τὴν αἰτίαν, διʼ ἣν ἢ παντὸς ἀξία γίγνεται ἡτισοῦν ἢ τὸ παράπαν οὐδενός.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδείς που τοῦτο ἀνθρώπων ἀγνοεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μέτρου καὶ τῆς συμμέτρου φύσεως μὴ τυχοῦσα ἡτισοῦν καὶ ὁπωσοῦν σύγκρασις πᾶσα ἐξ ἀνάγκης ἀπόλλυσι τά τε κεραννύμενα καὶ πρώτην αὑτήν· οὐδὲ <milestone unit="section" resp="Stephanus" n="64e"/> γὰρ κρᾶσις ἀλλά τις ἄκρατος συμπεφορημένη ἀληθῶς ἡ τοιαύτη γίγνεται ἑκάστοτε ὄντως τοῖς κεκτημένοις συμφορά.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δὴ καταπέφευγεν ἡμῖν ἡ τοῦ ἀγαθοῦ δύναμις εἰς τὴν τοῦ καλοῦ φύσιν· μετριότης γὰρ καὶ συμμετρία κάλλος δήπου καὶ ἀρετὴ πανταχοῦ συμβαίνει γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἀλήθειάν γε ἔφαμεν αὐτοῖς ἐν τῇ κράσει μεμεῖχθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="65"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="65"/><milestone unit="section" resp="Stephanus" n="65a"/><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ μιᾷ δυνάμεθα ἰδέᾳ τὸ ἀγαθὸν θηρεῦσαι, σὺν τρισὶ λαβόντες, κάλλει καὶ συμμετρίᾳ καὶ ἀληθείᾳ, λέγωμεν ὡς τοῦτο οἷον ἓν ὀρθότατʼ ἂν αἰτιασαίμεθʼ ἂν τῶν ἐν τῇ συμμείξει, καὶ διὰ τοῦτο ὡς ἀγαθὸν ὂν τοιαύτην αὐτὴν γεγονέναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤδη τοίνυν, ὦ Πρώταρχε, ἱκανὸς ἡμῖν γένοιτʼ ἂν ὁστισοῦν κριτὴς ἡδονῆς τε πέρι καὶ φρονήσεως, ὁπότερον <milestone unit="section" resp="Stephanus" n="65b"/> αὐτοῖν τοῦ ἀρίστου συγγενέστερόν τε καὶ τιμιώτερον ἐν ἀνθρώποις τέ ἐστι καὶ θεοῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον μέν, ὅμως δʼ οὖν τῷ λόγῳ ἐπεξελθεῖν βέλτιον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καθʼ ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν· δεῖ γὰρ ἰδεῖν ποτέρῳ <add>ὡς</add> μᾶλλον συγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε· <milestone unit="section" resp="Stephanus" n="65c"/> καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ πότερον ἡδονὴ συγγενέστερον ἢ νοῦς ἀληθείᾳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δὲ χρόνου δεῖ; πολὺ γὰρ οἶμαι διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων ἀλαζονίστατον, ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι, καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς <milestone unit="section" resp="Stephanus" n="65d"/> καθάπερ παίδων τῶν ἡδονῶν νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψαι, πότερον ἡδονὴ φρονήσεως ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας· οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρώτερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρώτερον οὐδʼ ἂν ἕν ποτε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="65e"/><label>ΣΩ.</label> καλῶς εἴρηκας. ὅμως δʼ ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλεῖον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οὖν φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθʼ ὕπαρ οὔτʼ ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτε ἐπενόησεν οὐδαμῇ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="66"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἡδονὰς δέ γέ που, καὶ ταῦτα σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπʼ αὐταῖς ἢ τὸ
           <milestone unit="page" resp="Stephanus" n="66"/><milestone unit="section" resp="Stephanus" n="66a"/> πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάντῃ δὴ φήσεις, ὦ Πρώταρχε, ὑπό τε ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδʼ αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πῃ περὶ μέτρον καὶ τὸ μέτριον καὶ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν, τὴν <corr>ἀίδιον</corr> ᾑρῆσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="66b"/><label>ΣΩ.</label> δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθʼ ὁπόσα τῆς γενεᾶς αὖ ταύτης ἐστίν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔοικε γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτʼ <milestone unit="section" resp="Stephanus" n="66c"/> εἶναι τὰ πρὸς τοῖς τρισὶ τέταρτα, εἴπερ τοῦ ἀγαθοῦ γέ ἐστι μᾶλλον <del>ἢ</del> τῆς ἡδονῆς συγγενῆ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τάχʼ ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πέμπτας τοίνυν, ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμαις, τὰς δὲ αἰσθήσεσιν ἑπομένας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>ἕκτῃ δʼ ἐν γενεᾷ,</q> φησὶν Ὀρφεύς, <q>καταπαύσατε κόσμον ἀοιδῆς·</q> ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ <milestone unit="section" resp="Stephanus" n="66d"/> ταῦθʼ ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπεξέλθωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖον δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Φίληβος τἀγαθὸν ἐτίθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="66e"/><label>ΣΩ.</label> ναί, τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νυνδὴ διελήλυθα, καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὑποπτεύων δέ γε καὶ ἄλλα εἶναι πολλὰ εἶπον ὡς εἰ φανείη τι τούτοιν ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν συνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="67"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="67"/><milestone unit="section" resp="Stephanus" n="67a"/><label>ΠΡΩ.</label> εἶπες γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μετὰ ταῦτά γε πάντων ἱκανώτατα τούτοιν οὐδέτερον ἱκανὸν ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν παντάπασιν ἐν τούτῳ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονὴ μή τοι τἀγαθόν γε αὐτὸ μηδʼ ἕτερον αὐτοῖν εἶναι, στερομένοιν αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φανέντος δέ γε ἄλλου τρίτου κρείττονος τούτοιν ἑκατέρου, μυρίῳ γʼ αὖ νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ἣν νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτʼ ἂν ἡ τῆς ἡδονῆς δύναμις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="67b"/><label>ΣΩ.</label> πρῶτον δέ γε οὐδʼ ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἆλλα σύμπαντα θηρία φῶσι τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι, καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ ἀφίετέ με;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σμικρὸν ἔτι τὸ λοιπόν, ὦ Σώκρατες· οὐ γὰρ δήπου σύ γε ἀπερεῖς πρότερος ἡμῶν, ὑπομνήσω δέ σε τὰ λειπόμενα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>