<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:31-50</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:31-50</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="31"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="31"/><milestone unit="section" resp="Stephanus" n="31a"/><label>ΣΩ.</label> νῦν δήπου, ὦ ἑταῖρε, οὗ μὲν γένους ἐστὶ καὶ τίνα ποτὲ δύναμιν κέκτηται, σχεδὸν ἐπιεικῶς ἡμῖν τὰ νῦν δεδήλωται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἡδονῆς γε ὡσαύτως πάλαι τὸ γένος ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεμνώμεθα δὴ καὶ ταῦτα περὶ ἀμφοῖν, ὅτι νοῦς μὲν αἰτίας ἦν συγγενὴς καὶ τούτου σχεδὸν τοῦ γένους, ἡδονὴ δὲ ἄπειρός τε αὐτὴ καὶ τοῦ μήτε ἀρχὴν μήτε μέσα μήτε τέλος ἐν αὑτῷ ἀφʼ ἑαυτοῦ ἔχοντος μηδὲ ἕξοντός ποτε γένους.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="31b"/><label>ΠΡΩ.</label> μεμνησόμεθα· πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ δὴ τὸ μετὰ τοῦτο, ἐν ᾧ τέ ἐστιν ἑκάτερον αὐτοῖν καὶ διὰ τί πάθος γίγνεσθον ὁπόταν γίγνησθον ἰδεῖν ἡμᾶς. πρῶτον τὴν ἡδονήν· ὥσπερ τὸ γένος αὐτῆς πρότερον ἐβασανίσαμεν, οὕτω καὶ ταῦτα πρότερα. λύπης δὲ αὖ χωρὶς τὴν ἡδονὴν οὐκ ἄν ποτε δυναίμεθα ἱκανῶς βασανίσαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ εἰ ταύτῃ χρὴ πορεύεσθαι, ταύτῃ πορευώμεθα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν σοὶ καθάπερ ἐμοὶ φαίνεται τῆς γενέσεως αὐτῶν πέρι;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="31c"/><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τῷ κοινῷ μοι γένει ἅμα φαίνεσθον λύπη τε καὶ ἡδονὴ γίγνεσθαι κατὰ φύσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κοινὸν δέ γε, ὦ φίλε Σώκρατες, ὑπομίμνῃσκε ἡμᾶς τί ποτε τῶν προειρημένων βούλει δηλοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔσται ταῦτʼ εἰς δύναμιν, ὦ θαυμάσιε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κοινὸν τοίνυν ὑπακούωμεν ὃ δὴ τῶν τεττάρων τρίτον ἐλέγομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὃ μετὰ τὸ ἄπειρον καὶ πέρας ἔλεγες, ἐν ᾧ καὶ ὑγίειαν, οἶμαι δὲ καὶ ἁρμονίαν, ἐτίθεσο;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="31d"/><label>ΣΩ.</label> κάλλιστʼ εἶπες. τὸν νοῦν δὲ ὅτι μάλιστʼ ἤδη πρόσεχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω τοίνυν τῆς ἁρμονίας μὲν λυομένης ἡμῖν ἐν τοῖς ζῴοις ἅμα λύσιν τῆς φύσεως καὶ γένεσιν ἀλγηδόνων ἐν τῷ τότε γίγνεσθαι χρόνῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ λέγεις εἰκός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάλιν δὲ ἁρμοττομένης τε καὶ εἰς τὴν αὑτῆς φύσιν ἀπιούσης ἡδονὴν γίγνεσθαι λεκτέον, εἰ δεῖ διʼ ὀλίγων περὶ μεγίστων ὅτι τάχιστα ῥηθῆναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="31e"/><label>ΠΡΩ.</label> οἶμαι μέν σε ὀρθῶς λέγειν, ὦ Σώκρατες, ἐμφανέστερον δὲ ἔτι ταὐτὰ ταῦτα πειρώμεθα λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ δημόσιά που καὶ περιφανῆ ῥᾷστον συννοεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πείνη μέν που λύσις καὶ λύπη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐδωδὴ δέ, πλήρωσις γιγνομένη πάλιν, ἡδονή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="32"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίψος δʼ αὖ φθορὰ καὶ λύπη <del>καὶ λύσις</del>, ἡ δὲ τοῦ
            
            <milestone unit="page" resp="Stephanus" n="32"/><milestone unit="section" resp="Stephanus" n="32a"/> ὑγροῦ πάλιν τὸ ξηρανθὲν πληροῦσα δύναμις ἡδονή· διάκρισις δέ γʼ αὖ καὶ διάλυσις ἡ παρὰ φύσιν, τοῦ πνίγους πάθη, λύπη, κατὰ φύσιν δὲ πάλιν ἀπόδοσίς τε καὶ ψῦξις ἡδονή.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ῥίγους ἡ μὲν παρὰ φύσιν τοῦ ζῴου τῆς ὑγρότητος πῆξις λύπη· πάλιν δʼ εἰς ταὐτὸν ἀπιόντων καὶ διακρινομένων ἡ κατὰ φύσιν ὁδὸς ἡδονή. καὶ ἑνὶ λόγῳ σκόπει εἴ σοι μέτριος ὁ λόγος ὃς ἂν φῇ τὸ ἐκ τῆς ἀπείρου καὶ <milestone unit="section" resp="Stephanus" n="32b"/> πέρατος κατὰ φύσιν ἔμψυχον γεγονὸς εἶδος, ὅπερ ἔλεγον ἐν τῷ πρόσθεν, ὅταν μὲν τοῦτο φθείρηται, τὴν μὲν φθορὰν λύπην εἶναι, τὴν δʼ εἰς τὴν αὑτῶν οὐσίαν ὁδόν, ταύτην δὲ αὖ πάλιν τὴν ἀναχώρησιν πάντων ἡδονήν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστω· δοκεῖ γάρ μοι τύπον γέ τινα ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν τοίνυν ἓν εἶδος τιθώμεθα λύπης τε καὶ ἡδονῆς ἐν τούτοις τοῖς πάθεσιν ἑκατέροις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κείσθω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίθει τοίνυν αὐτῆς τῆς ψυχῆς κατὰ τὸ τούτων τῶν <milestone unit="section" resp="Stephanus" n="32c"/> παθημάτων προσδόκημα τὸ μὲν πρὸ τῶν ἡδέων ἐλπιζόμενον ἡδὺ καὶ θαρραλέον, τὸ δὲ πρὸ τῶν λυπηρῶν φοβερὸν καὶ ἀλγεινόν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν τοῦθʼ ἡδονῆς καὶ λύπης ἕτερον εἶδος, τὸ χωρὶς τοῦ σώματος αὐτῆς τῆς ψυχῆς διὰ προσδοκίας γιγνόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς ὑπέλαβες. ἐν γὰρ τούτοις οἶμαι, κατά γε τὴν ἐμὴν δόξαν, εἰλικρινέσιν τε ἑκατέροις γιγνομένοις, ὡς δοκεῖ, καὶ ἀμείκτοις λύπης τε καὶ ἡδονῆς, ἐμφανὲς ἔσεσθαι <milestone unit="section" resp="Stephanus" n="32d"/> τὸ περὶ τὴν ἡδονήν, πότερον ὅλον ἐστὶ τὸ γένος ἀσπαστόν, ἢ τοῦτο μὲν ἑτέρῳ τινὶ τῶν προειρημένων δοτέον ἡμῖν γενῶν, ἡδονῇ δὲ καὶ λύπῃ, καθάπερ θερμῷ καὶ ψυχρῷ καὶ πᾶσι τοῖς τοιούτοις, τοτὲ μὲν ἀσπαστέον αὐτά, τοτὲ δὲ οὐκ ἀσπαστέον, ὡς ἀγαθὰ μὲν οὐκ ὄντα, ἐνίοτε δὲ καὶ ἔνια δεχόμενα τὴν τῶν ἀγαθῶν ἔστιν ὅτε φύσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις, ὅτι ταύτῃ πῃ δεῖ διαπορηθῆναι τὸ νῦν μεταδιωκόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν τοίνυν τόδε συνίδωμεν· <del>ὡς</del> εἴπερ <milestone unit="section" resp="Stephanus" n="32e"/> ὄντως ἔστι τὸ λεγόμενον, διαφθειρομένων μὲν αὐτῶν ἀλγηδών, ἀνασῳζομένων δὲ ἡδονή, τῶν μήτε διαφθειρομένων μήτε ἀνασῳζομένων ἐννοήσωμεν πέρι, τίνα ποτὲ ἕξιν δεῖ τότε ἐν ἑκάστοις εἶναι τοῖς ζῴοις, ὅταν οὕτως ἴσχῃ. σφόδρα δὲ προσέχων τὸν νοῦν εἰπέ· ἆρα οὐ πᾶσα ἀνάγκη πᾶν ἐν τῷ τότε χρόνῳ ζῷον μήτε τι λυπεῖσθαι μήτε ἥδεσθαι μήτε μέγα μήτε σμικρόν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="33"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἔστι τις τρίτη ἡμῶν ἡ τοιαύτη διάθεσις
            
            <milestone unit="page" resp="Stephanus" n="33"/><milestone unit="section" resp="Stephanus" n="33a"/> παρά τε τὴν τοῦ χαίροντος καὶ παρὰ τὴν τοῦ λυπουμένου;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄγε δὴ τοίνυν, ταύτης προθυμοῦ μεμνῆσθαι. πρὸς γὰρ τὴν τῆς ἡδονῆς κρίσιν οὐ σμικρὸν μεμνῆσθαι ταύτην ἔσθʼ ἡμῖν ἢ μή. βραχὺ δέ τι περὶ αὐτῆς, εἰ βούλει, διαπεράνωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε ποῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><del>τῷ</del> τὸν τοῦ φρονεῖν <del>ἑλομένῳ</del> βίον οἶσθʼ ὡς τοῦτον τὸν τρόπον οὐδὲν ἀποκωλύει ζῆν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="33b"/><label>ΠΡΩ.</label> τὸν τοῦ μὴ χαίρειν μηδὲ λυπεῖσθαι λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐρρήθη γάρ που τότε ἐν τῇ παραβολῇ τῶν βίων μηδὲν δεῖν μήτε μέγα μήτε σμικρὸν χαίρειν τῷ τὸν τοῦ νοεῖν καὶ φρονεῖν βίον ἑλομένῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα οὕτως ἐρρήθη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτως ἂν ἐκείνῳ γε ὑπάρχοι· καὶ ἴσως οὐδὲν ἄτοπον εἰ πάντων τῶν βίων ἐστὶ θειότατος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκουν εἰκός γε οὔτε χαίρειν θεοὺς οὔτε τὸ ἐναντίον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν οὐκ εἰκός· ἄσχημον γοῦν αὐτῶν ἑκάτερον γιγνόμενόν ἐστιν. ἀλλὰ δὴ τοῦτο μὲν ἔτι καὶ εἰς <milestone unit="section" resp="Stephanus" n="33c"/> αὖθις ἐπισκεψόμεθα, ἐὰν πρὸς λόγον τι ᾖ, καὶ τῷ νῷ πρὸς τὰ δευτερεῖα, ἐὰν μὴ πρὸς τὰ πρωτεῖα δυνώμεθα προσθεῖναι, προσθήσομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τό γε ἕτερον εἶδος τῶν ἡδονῶν, ὃ τῆς ψυχῆς αὐτῆς ἔφαμεν εἶναι, διὰ μνήμης πᾶν ἐστι γεγονός.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μνήμην, ὡς ἔοικεν, ὅτι ποτʼ ἔστιν πρότερον ἀναληπτέον, καὶ κινδυνεύει πάλιν ἔτι πρότερον αἴσθησιν μνήμης, εἰ μέλλει τὰ περὶ ταῦθʼ ἡμῖν κατὰ τρόπον φανερά πῃ γενήσεσθαι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="33d"/><label>ΠΡΩ.</label> πῶς φῄς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θὲς τῶν περὶ τὸ σῶμα ἡμῶν ἑκάστοτε παθημάτων τὰ μὲν ἐν τῷ σώματι κατασβεννύμενα πρὶν ἐπὶ τὴν ψυχὴν διεξελθεῖν ἀπαθῆ ἐκείνην ἐάσαντα, τὰ δὲ διʼ ἀμφοῖν ἰόντα καί τινα ὥσπερ σεισμὸν ἐντιθέντα ἴδιόν τε καὶ κοινὸν ἑκατέρῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κείσθω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ μὲν δὴ μὴ διʼ ἀμφοῖν ἰόντα ἐὰν τὴν ψυχὴν ἡμῶν φῶμεν λανθάνειν, τὰ δὲ διʼ ἀμφοῖν μὴ λανθάνειν, ἆρʼ ὀρθότατα ἐροῦμεν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="33e"/><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ τοίνυν λεληθέναι μηδαμῶς ὑπολάβῃς ὡς λέγω λήθης ἐνταῦθά που γένεσιν· ἔστι γὰρ λήθη μνήμης ἔξοδος, ἡ δʼ ἐν τῷ λεγομένῳ νῦν οὔπω γέγονε. τοῦ δὴ μήτε ὄντος μήτε γεγονότος πω γίγνεσθαι φάναι τινὰ ἀποβολὴν ἄτοπον. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ τοίνυν ὀνόματα μετάβαλε μόνον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="34"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀντὶ μὲν τοῦ λεληθέναι τὴν ψυχήν, ὅταν ἀπαθὴς αὕτη γίγνηται τῶν σεισμῶν τῶν τοῦ σώματος, ἣν νῦν λήθην
           
             <milestone unit="page" resp="Stephanus" n="34"/><milestone unit="section" resp="Stephanus" n="34a"/> καλεῖς ἀναισθησίαν ἐπονόμασον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμαθον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δʼ ἐν ἑνὶ πάθει τὴν ψυχὴν καὶ τὸ σῶμα κοινῇ γιγνόμενον κοινῇ καὶ κινεῖσθαι, ταύτην δʼ αὖ τὴν κίνησιν ὀνομάζων αἴσθησιν οὐκ ἀπὸ τρόπου φθέγγοιʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἤδη μανθάνομεν ὃ βουλόμεθα καλεῖν τὴν αἴσθησιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σωτηρίαν τοίνυν αἰσθήσεως τὴν μνήμην λέγων ὀρθῶς ἄν τις λέγοι κατά γε τὴν ἐμὴν δόξαν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="34b"/><label>ΠΡΩ.</label> ὀρθῶς γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μνήμης δὲ ἀνάμνησιν ἆρʼ οὐ διαφέρουσαν λέγομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τόδε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἃ μετὰ τοῦ σώματος ἔπασχέν ποθʼ ἡ ψυχή, ταῦτʼ ἄνευ τοῦ σώματος αὐτὴ ἐν ἑαυτῇ ὅτι μάλιστα ἀναλαμβάνῃ, τότε ἀναμιμνῄσκεσθαί που λέγομεν. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ ὅταν ἀπολέσασα μνήμην εἴτʼ αἰσθήσεως εἴτʼ αὖ μαθήματος αὖθις ταύτην ἀναπολήσῃ πάλιν <milestone unit="section" resp="Stephanus" n="34c"/> αὐτὴ ἐν ἑαυτῇ, καὶ ταῦτα σύμπαντα ἀναμνήσεις <del>καὶ μνήμας</del> που λέγομεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὗ δὴ χάριν ἅπαντʼ εἴρηται ταῦτʼ, ἔστι τόδε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἵνα πῃ τὴν ψυχῆς ἡδονὴν χωρὶς σώματος ὅτι μάλιστα καὶ ἐναργέστατα λάβοιμεν, καὶ ἅμα ἐπιθυμίαν· διὰ γὰρ τούτων πως ταῦτα ἀμφότερα ἔοικεν δηλοῦσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγωμεν τοίνυν, ὦ Σώκρατες, ἤδη τὸ μετὰ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλά γε περὶ γένεσιν ἡδονῆς καὶ πᾶσαν <del>τὴν</del> <milestone unit="section" resp="Stephanus" n="34d"/> μορφὴν αὐτῆς ἀναγκαῖον, ὡς ἔοικε, λέγοντας σκοπεῖν. καὶ γὰρ νῦν πρότερον ἔτι φαίνεται ληπτέον ἐπιθυμίαν εἶναι τί ποτʼ ἔστι καὶ ποῦ γίγνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σκοπῶμεν τοίνυν· οὐδὲν γὰρ ἀπολοῦμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀπολοῦμεν μὲν οὖν <del>καὶ</del> ταῦτά γε, ὦ Πρώταρχε· εὑρόντες ὃ νῦν ζητοῦμεν, ἀπολοῦμεν τὴν περὶ αὐτὰ ταῦτα ἀπορίαν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς ἠμύνω· τὸ δʼ ἐφεξῆς τούτοις πειρώμεθα λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν νυνδὴ πείνην τε καὶ δίψος καὶ πολλὰ ἕτερα <milestone unit="section" resp="Stephanus" n="34e"/> τοιαῦτα ἔφαμεν εἶναί τινας ἐπιθυμίας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς τί ποτε ἄρα ταὐτὸν βλέψαντες οὕτω πολὺ διαφέροντα ταῦθʼ ἑνὶ προσαγορεύομεν ὀνόματι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μὰ Δίʼ οὐ ῥᾴδιον ἴσως εἰπεῖν, ὦ Σώκρατες, ἀλλʼ ὅμως λεκτέον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκεῖθεν δὴ ἐκ τῶν αὐτῶν πάλιν ἀναλάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πόθεν δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διψῇ γέ που λέγομεν ἑκάστοτέ τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο δέ γʼ ἐστὶ κενοῦται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν τὸ δίψος ἐστὶν ἐπιθυμία;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί, πώματός γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="35"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="35"/><milestone unit="section" resp="Stephanus" n="35a"/><label>ΣΩ.</label> πώματος, ἢ πληρώσεως πώματος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οἶμαι μὲν πληρώσεως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ κενούμενος ἡμῶν ἄρα, ὡς ἔοικεν, ἐπιθυμεῖ τῶν ἐναντίων ἢ πάσχει· κενούμενος γὰρ ἐρᾷ πληροῦσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σαφέστατά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ὁ τὸ πρῶτον κενούμενος ἔστιν ὁπόθεν εἴτʼ αἰσθήσει πληρώσεως ἐφάπτοιτʼ ἂν εἴτε μνήμῃ, τούτου ὃ μήτʼ ἐν τῷ νῦν χρόνῳ πάσχει μήτʼ ἐν τῷ πρόσθεν πώποτε ἔπαθεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="35b"/><label>ΣΩ.</label> ἀλλὰ μὴν ὅ γε ἐπιθυμῶν τινὸς ἐπιθυμεῖ, φαμέν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα ὅ γε πάσχει, τούτου ἐπιθυμεῖ. διψῇ γάρ, τοῦτο δὲ κένωσις· ὁ δʼ ἐπιθυμεῖ πληρώσεως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πληρώσεώς γʼ ἄρα πῄ τι τῶν τοῦ διψῶντος ἂν ἐφάπτοιτο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ μὲν δὴ σῶμα ἀδύνατον· κενοῦται γάρ που.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν ψυχὴν ἄρα τῆς πληρώσεως ἐφάπτεσθαι λοιπόν, <milestone unit="section" resp="Stephanus" n="35c"/> τῇ μνήμῃ δῆλον ὅτι· τῷ γὰρ ἂν ἔτʼ ἄλλῳ ἐφάψαιτο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σχεδὸν οὐδενί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνομεν οὖν ὃ συμβέβηχʼ ἡμῖν ἐκ τούτων τῶν λόγων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σώματος ἐπιθυμίαν οὔ φησιν ἡμῖν οὗτος ὁ λόγος γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι τοῖς ἐκείνου παθήμασιν ἐναντίαν ἀεὶ παντὸς ζῴου μηνύει τὴν ἐπιχείρησιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ δʼ ὁρμή γε ἐπὶ τοὐναντίον ἄγουσα ἢ τὰ παθήματα δηλοῖ που μνήμην οὖσαν τῶν τοῖς παθήμασιν ἐναντίων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="35d"/><label>ΣΩ.</label> τὴν ἄρα ἐπάγουσαν ἐπὶ τὰ ἐπιθυμούμενα ἀποδείξας μνήμην ὁ λόγος ψυχῆς σύμπασαν τήν τε ὁρμὴν καὶ ἐπιθυμίαν καὶ τὴν ἀρχὴν τοῦ ζῴου παντὸς ἀπέφηνεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διψῆν ἄρα ἡμῶν τὸ σῶμα ἢ πεινῆν ἤ τι τῶν τοιούτων πάσχειν οὐδαμῇ ὁ λόγος αἱρεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι δὴ καὶ τόδε περὶ ταὐτὰ ταῦτα κατανοήσωμεν. βίου γὰρ εἶδός τί μοι φαίνεται βούλεσθαι δηλοῦν ὁ λόγος ἡμῖν ἐν τούτοις αὐτοῖς.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="35e"/><label>ΠΡΩ.</label> ἐν τίσι καὶ ποίου πέρι βίου φράζεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν τῷ πληροῦσθαι καὶ κενοῦσθαι καὶ πᾶσιν ὅσα περὶ σωτηρίαν τέ ἐστι τῶν ζῴων καὶ τὴν φθοράν, καὶ εἴ τις τούτων ἐν ἑκατέρῳ γιγνόμενος ἡμῶν ἀλγεῖ, τοτὲ δὲ χαίρει κατὰ τὰς μεταβολάς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ὅταν ἐν μέσῳ τούτων γίγνηται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς ἐν μέσῳ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="36"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ μὲν τὸ πάθος ἀλγῇ, μεμνῆται δὲ τῶν ἡδέων <add>ὧν</add> γενομένων παύοιτʼ ἂν τῆς ἀλγηδόνος, πληρῶται δὲ μήπω· τί
            
            <milestone unit="page" resp="Stephanus" n="36"/><milestone unit="section" resp="Stephanus" n="36a"/> τότε; φῶμεν ἢ μὴ φῶμεν αὐτὸν ἐν μέσῳ τῶν παθημάτων εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φῶμεν μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ἀλγοῦνθʼ ὅλως ἢ χαίροντα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μὰ Δίʼ, ἀλλὰ διπλῇ τινὶ λύπῃ λυπούμενον, κατὰ μὲν τὸ σῶμα ἐν τῷ παθήματι, κατὰ δὲ τὴν ψυχὴν προσδοκίας τινὶ πόθῳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς, ὦ Πρώταρχε, τὸ διπλοῦν τῆς λύπης εἶπες; ἆρʼ οὐκ ἔστι μὲν ὅτε τις ἡμῶν κενούμενος ἐν ἐλπίδι φανερᾷ τοῦ <milestone unit="section" resp="Stephanus" n="36b"/> πληρωθήσεσθαι καθέστηκε, τοτὲ δὲ τοὐναντίον ἀνελπίστως ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν οὐχὶ ἐλπίζων μὲν πληρωθήσεσθαι τῷ μεμνῆσθαι δοκεῖ σοι χαίρειν, ἅμα δὲ κενούμενος ἐν τούτοις <del>τοῖς χρόνοις</del> ἀλγεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τότε ἄρʼ ἄνθρωπος καὶ τἆλλα ζῷα λυπεῖταί τε ἅμα καὶ χαίρει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ὅταν ἀνελπίστως ἔχῃ κενούμενος τεύξεσθαι πληρώσεως; ἆρʼ οὐ τότε τὸ διπλοῦν γίγνοιτʼ ἂν περὶ τὰς λύπας πάθος, ὃ σὺ νυνδὴ κατιδὼν ᾠήθης ἁπλῶς εἶναι <milestone unit="section" resp="Stephanus" n="36c"/> διπλοῦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτῃ δὴ τῇ σκέψει τούτων τῶν παθημάτων τόδε χρησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ἀληθεῖς ταύτας τὰς λύπας τε καὶ ἡδονὰς ἢ ψευδεῖς εἶναι λέξομεν; ἢ τὰς μέν τινας ἀληθεῖς, τὰς δʼ οὔ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ, ὦ Σώκρατες, ἂν εἶεν ψευδεῖς ἡδοναὶ ἢ λῦπαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς δέ, ὦ Πρώταρχε, φόβοι ἂν ἀληθεῖς ἢ ψευδεῖς, ἢ προσδοκίαι ἀληθεῖς ἢ μή, ἢ δόξαι ἀληθεῖς ἢ ψευδεῖς;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="36d"/><label>ΠΡΩ.</label> δόξας μὲν ἔγωγʼ ἄν που συγχωροίην, τὰ δʼ ἕτερα ταῦτʼ οὐκ ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς φῄς; λόγον μέντοι τινὰ κινδυνεύομεν οὐ πάνυ σμικρὸν ἐπεγείρειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εἰ πρὸς τὰ παρεληλυθότα, ὦ παῖ ʼκείνου τἀνδρός, προσήκοντα, τοῦτο σκεπτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως τοῦτό γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χαίρειν τοίνυν δεῖ λέγειν τοῖς ἄλλοις μήκεσιν ἢ καὶ ὁτῳοῦν τῶν παρὰ τὸ προσῆκον λεγομένων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="36e"/><label>ΣΩ.</label> λέγε δή μοι· θαῦμα γάρ μέ γε ἔχει διὰ τέλους ἀεὶ περὶ τὰ αὐτὰ ἃ νυνδὴ προυθέμεθα ἀπορήματα. πῶς δὴ φῄς; ψευδεῖς, αἱ δʼ ἀληθεῖς οὐκ εἰσὶν ἡδοναί;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔτε δὴ ὄναρ οὔθʼ ὕπαρ, ὡς φῄς, <del>ἐστιν</del> οὔτʼ ἐν μανίαις οὔτʼ ἐν παραφροσύναις οὐδεὶς ἔσθʼ ὅστις ποτὲ δοκεῖ μὲν χαίρειν, χαίρει δὲ οὐδαμῶς, οὐδʼ αὖ δοκεῖ μὲν λυπεῖσθαι, λυπεῖται δʼ οὔ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνθʼ οὕτω ταῦτα, ὦ Σώκρατες, ἔχειν πάντες ὑπειλήφαμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ὀρθῶς; ἢ σκεπτέον εἴτʼ ὀρθῶς εἴτε μὴ ταῦτα λέγεται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σκεπτέον, ὥς γʼ ἐγὼ φαίην ἄν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="37"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="37"/><milestone unit="section" resp="Stephanus" n="37a"/><label>ΣΩ.</label> διορισώμεθα δὴ σαφέστερον ἔτι τὸ νυνδὴ λεγόμενον ἡδονῆς τε πέρι καὶ δόξης. ἔστιν γάρ πού τι δοξάζειν ἡμῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἥδεσθαι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ τὸ δοξαζόμενόν ἐστί τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ τό γε ᾧ τὸ ἡδόμενον ἥδεται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ δοξάζον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς δοξάζῃ, τό γε δοξάζειν ὄντως οὐδέποτε ἀπόλλυσιν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="37b"/><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὸ ἡδόμενον, ἄντε ὀρθῶς ἄντε μὴ ὀρθῶς ἥδηται, τό γε ὄντως ἥδεσθαι δῆλον ὡς οὐδέποτʼ ἀπολεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί, καὶ τοῦθʼ οὕτως ἔχει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτῳ ποτὲ οὖν δὴ τρόπῳ δόξα ψευδής τε καὶ ἀληθὴς ἡμῖν φιλεῖ γίγνεσθαι, τὸ δὲ τῆς ἡδονῆς μόνον ἀληθές, δοξάζειν δʼ ὄντως καὶ χαίρειν ἀμφότερα ὁμοίως εἴληχεν <add>σκεπτέον</add>.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σκεπτέον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ ὅτι δόξῃ μὲν ἐπιγίγνεσθον ψεῦδός τε καὶ <milestone unit="section" resp="Stephanus" n="37c"/> ἀληθές, καὶ ἐγένετο οὐ μόνον δόξα διὰ ταῦτα ἀλλὰ καὶ ποιά τις ἑκατέρα, σκεπτέον φῂς τοῦτʼ εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρὸς δέ γε τούτοις, εἰ καὶ τὸ παράπαν ἡμῖν τὰ μέν ἐστι ποίʼ ἄττα, ἡδονὴ δὲ καὶ λύπη μόνον ἅπερ ἐστί, ποιώ τινε δὲ οὐ γίγνεσθον, καὶ ταῦθʼ ἡμῖν διομολογητέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐδὲν τοῦτό γε χαλεπὸν ἰδεῖν, ὅτι καὶ ποιώ τινε· πάλαι γὰρ εἴπομεν ὅτι μεγάλαι τε καὶ σμικραὶ καὶ σφόδρα ἑκάτεραι γίγνονται, λῦπαί τε καὶ ἡδοναί.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="37d"/><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἂν δέ γε πονηρία τούτων, ὦ Πρώταρχε, προσγίγνηταί τινι, πονηρὰν μὲν φήσομεν οὕτω γίγνεσθαι δόξαν, πονηρὰν δὲ καὶ ἡδονήν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλὰ τί μήν, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ, ἂν ὀρθότης ἢ τοὐναντίον ὀρθότητι τινὶ τούτων προσγίγνηται; μῶν οὐκ ὀρθὴν μὲν δόξαν ἐροῦμεν, ἂν ὀρθότητα ἴσχῃ, ταὐτὸν δὲ ἡδονήν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαῖον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="37e"/><label>ΣΩ.</label> ἂν δέ γε ἁμαρτανόμενον τὸ δοξαζόμενον ᾖ, τὴν δόξαν τότε ἁμαρτάνουσάν γε οὐκ ὀρθὴν ὁμολογητέον οὐδʼ ὀρθῶς δοξάζουσαν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ, ἂν αὖ λύπην ἤ τινα ἡδονὴν περὶ τὸ ἐφʼ ᾧ λυπεῖται ἢ τοὐναντίον ἁμαρτάνουσαν ἐφορῶμεν, ὀρθὴν ἢ χρηστὴν ἤ τι τῶν καλῶν ὀνομάτων αὐτῇ προσθήσομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οὐχ οἷόν τε, εἴπερ ἁμαρτήσεταί γε ἡδονή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἔοικέν γε ἡδονὴ πολλάκις οὐ μετὰ δόξης ὀρθῆς ἀλλὰ μετὰ ψεύδους ἡμῖν γίγνεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="38"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ; καὶ τὴν μὲν δόξαν γε, ὦ Σώκρατες,
            <milestone unit="page" resp="Stephanus" n="38"/><milestone unit="section" resp="Stephanus" n="38a"/> ἐν τῷ τοιούτῳ καὶ τότε λέγομεν ψευδῆ, τὴν δʼ ἡδονὴν αὐτὴν οὐδεὶς ἄν ποτε προσείποι ψευδῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ προθύμως ἀμύνεις τῷ τῆς ἡδονῆς, ὦ Πρώταρχε, λόγῳ τὰ νῦν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐδέν γε, ἀλλʼ ἅπερ ἀκούω λέγω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διαφέρει δʼ ἡμῖν οὐδέν, ὦ ἑταῖρε, ἡ μετὰ δόξης τε ὀρθῆς καὶ μετʼ ἐπιστήμης ἡδονὴ τῆς μετὰ τοῦ ψεύδους καὶ ἀγνοίας πολλάκις ἑκάστοις ἡμῶν ἐγγιγνομένης;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="38b"/><label>ΠΡΩ.</label> εἰκὸς γοῦν μὴ σμικρὸν διαφέρειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς δὴ διαφορᾶς αὐτοῖν ἐπὶ θεωρίαν ἔλθωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἄγʼ ὅπῃ σοι φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇδε δὴ ἄγω.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δόξα, φαμέν, ἡμῖν ἔστι μὲν ψευδής, ἔστι δὲ καὶ ἀληθής;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἕπεται μὴν ταύταις, ὃ νυνδὴ ἐλέγομεν, ἡδονὴ καὶ λύπη πολλάκις, ἀληθεῖ καὶ ψευδεῖ δόξῃ λέγω.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐκ μνήμης τε καὶ αἰσθήσεως δόξα ἡμῖν καὶ τὸ διαδοξάζειν ἐγχειρεῖν γίγνεθʼ ἑκάστοτε;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="38c"/><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡμᾶς ὧδε περὶ ταῦτα ἀναγκαῖον ἡγούμεθʼ ἴσχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλάκις ἰδόντι τινὶ πόρρωθεν μὴ πάνυ σαφῶς τὰ καθορώμενα συμβαίνειν βούλεσθαι κρίνειν φαίης ἂν ταῦθʼ ἅπερ ὁρᾷ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαίην ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μετὰ τοῦτο αὐτὸς αὑτὸν οὗτος ἀνέροιτʼ ἂν ὧδε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί ποτʼ ἄρʼ ἔστι τὸ παρὰ τὴν πέτραν τοῦθʼ ἑστάναι <milestone unit="section" resp="Stephanus" n="38d"/> φανταζόμενον ὑπό τινι δένδρῳ; ταῦτʼ εἰπεῖν ἄν τις πρὸς ἑαυτὸν δοκεῖ σοι, τοιαῦτʼ ἄττα κατιδὼν φαντασθέντα αὑτῷ ποτε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν μετὰ ταῦτα ὁ τοιοῦτος ὡς ἀποκρινόμενος ἂν πρὸς αὑτὸν εἴποι τοῦτο, ὡς ἔστιν ἄνθρωπος, ἐπιτυχῶς εἰπών;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ παρενεχθείς γʼ αὖ τάχʼ ἂν ὡς ἔστι τινῶν ποιμένων ἔργον τὸ καθορώμενον ἄγαλμα προσείποι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="38e"/><label>ΣΩ.</label> κἂν μέν τίς γʼ αὐτῷ παρῇ, τά τε πρὸς αὑτὸν ῥηθέντα ἐντείνας εἰς φωνὴν πρὸς τὸν παρόντα αὐτὰ ταῦτʼ ἂν πάλιν φθέγξαιτο, καὶ λόγος δὴ γέγονεν οὕτως ὃ τότε δόξαν ἐκαλοῦμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἂν δʼ ἄρα μόνος ᾖ τοῦτο ταὐτὸν πρὸς αὑτὸν διανοούμενος, ἐνίοτε καὶ πλείω χρόνον ἔχων ἐν αὑτῷ πορεύεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἆρα σοὶ φαίνεται τὸ περὶ τούτων ὅπερ ἐμοί;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δοκεῖ μοι τότε ἡμῶν ἡ ψυχὴ βιβλίῳ τινὶ προσεοικέναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="39"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="39"/><milestone unit="section" resp="Stephanus" n="39a"/><label>ΣΩ.</label> ἡ μνήμη ταῖς αἰσθήσεσι συμπίπτουσα εἰς ταὐτὸν κἀκεῖνα ἃ περὶ ταῦτʼ ἐστὶ τὰ παθήματα φαίνονταί μοι σχεδὸν οἷον γράφειν ἡμῶν ἐν ταῖς ψυχαῖς τότε λόγους· καὶ ὅταν μὲν ἀληθῆ γράφῃ <del>τοῦτο τὸ πάθημα</del>, δόξα τε ἀληθὴς καὶ λόγοι ἀπʼ αὐτοῦ συμβαίνουσιν ἀληθεῖς ἐν ἡμῖν γιγνόμενοι· ψευδῆ δʼ ὅταν ὁ τοιοῦτος παρʼ ἡμῖν γραμματεὺς γράψῃ, τἀναντία τοῖς ἀληθέσιν ἀπέβη.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="39b"/><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν δοκεῖ μοι, καὶ ἀποδέχομαι τὰ ῥηθέντα οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποδέχου δὴ καὶ ἕτερον δημιουργὸν ἡμῶν ἐν ταῖς ψυχαῖς ἐν τῷ τότε χρόνῳ γιγνόμενον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίνα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ζωγράφον, ὃς μετὰ τὸν γραμματιστὴν τῶν λεγομένων εἰκόνας ἐν τῇ ψυχῇ τούτων γράφει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ τοῦτον αὖ καὶ πότε λέγομεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν ἀπʼ ὄψεως ἤ τινος ἄλλης αἰσθήσεως τὰ τότε δοξαζόμενα καὶ λεγόμενα ἀπαγαγών τις τὰς τῶν δοξασθέντων <milestone unit="section" resp="Stephanus" n="39c"/> καὶ λεχθέντων εἰκόνας ἐν αὑτῷ ὁρᾷ πως. ἢ τοῦτο οὐκ ἔστι γιγνόμενον παρʼ ἡμῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αἱ μὲν τῶν ἀληθῶν δοξῶν καὶ λόγων εἰκόνες ἀληθεῖς, αἱ δὲ τῶν ψευδῶν ψευδεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δὴ ταῦτʼ ὀρθῶς εἰρήκαμεν, ἔτι καὶ τόδε ἐπὶ τούτοις σκεψώμεθα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ περὶ μὲν τῶν ὄντων καὶ τῶν γεγονότων ταῦτα ἡμῖν οὕτω πάσχειν ἀναγκαῖον, περὶ δὲ τῶν μελλόντων οὔ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> περὶ ἁπάντων μὲν οὖν τῶν χρόνων ὡσαύτως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="39d"/><label>ΣΩ.</label> οὐκοῦν αἵ γε διὰ τῆς ψυχῆς αὐτῆς ἡδοναὶ καὶ λῦπαι ἐλέχθησαν ἐν τοῖς πρόσθεν ὡς πρὸ τῶν διὰ τοῦ σώματος ἡδονῶν καὶ λυπῶν προγίγνοιντʼ ἄν, ὥσθʼ ἡμῖν συμβαίνει τὸ προχαίρειν τε καὶ προλυπεῖσθαι περὶ τὸν μέλλοντα χρόνον εἶναι γιγνόμενον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν τὰ γράμματά τε καὶ ζωγραφήματα, ἃ σμικρῷ πρότερον ἐτίθεμεν ἐν ἡμῖν γίγνεσθαι, περὶ μὲν τὸν <milestone unit="section" resp="Stephanus" n="39e"/> γεγονότα καὶ τὸν παρόντα χρόνον ἐστίν, περὶ δὲ τὸν μέλλοντα οὐκ ἔστιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα σφόδρα λέγεις, ὅτι πάντʼ ἐστὶ ταῦτα ἐλπίδες εἰς τὸν ἔπειτα χρόνον οὖσαι, ἡμεῖς δʼ αὖ διὰ παντὸς τοῦ βίου ἀεὶ γέμομεν ἐλπίδων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄγε δή, πρὸς τοῖς νῦν εἰρημένοις καὶ τόδε ἀπόκριναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δίκαιος ἀνὴρ καὶ εὐσεβὴς καὶ ἀγαθὸς πάντως ἆρʼ οὐ θεοφιλής ἐστιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="40"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἄδικός τε καὶ παντάπασι κακὸς ἆρʼ οὐ
           <milestone unit="page" resp="Stephanus" n="40"/><milestone unit="section" resp="Stephanus" n="40a"/> τοὐναντίον ἐκείνῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλῶν μὴν ἐλπίδων, ὡς ἐλέγομεν ἄρτι, πᾶς ἄνθρωπος γέμει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λόγοι μήν εἰσιν ἐν ἑκάστοις ἡμῶν, ἃς ἐλπίδας ὀνομάζομεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ δὴ καὶ τὰ φαντάσματα ἐζωγραφημένα· καί τις ὁρᾷ πολλάκις ἑαυτῷ χρυσὸν γιγνόμενον ἄφθονον καὶ ἐπʼ αὐτῷ πολλὰς ἡδονάς· καὶ δὴ καὶ ἐνεζωγραφημένον αὐτὸν ἐφʼ αὑτῷ χαίροντα σφόδρα καθορᾷ.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="40b"/><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων οὖν πότερα φῶμεν τοῖς μὲν ἀγαθοῖς ὡς τὸ πολὺ τὰ γεγραμμένα παρατίθεσθαι ἀληθῆ διὰ τὸ θεοφιλεῖς εἶναι, τοῖς δὲ κακοῖς ὡς αὖ <add>τὸ</add> πολὺ τοὐναντίον, ἢ μὴ φῶμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα φατέον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τοῖς κακοῖς ἡδοναί γε οὐδὲν ἧττον πάρεισιν ἐζωγραφημέναι, ψευδεῖς δὲ αὗταί που.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="40c"/><label>ΣΩ.</label> ψευδέσιν ἄρα ἡδοναῖς τὰ πολλὰ οἱ πονηροὶ χαίρουσιν, οἱ δʼ ἀγαθοὶ τῶν ἀνθρώπων ἀληθέσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀναγκαιότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰσὶν δὴ κατὰ τοὺς νῦν λόγους ψευδεῖς ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς ἡδοναί, μεμιμημέναι μέντοι τὰς ἀληθεῖς ἐπὶ τὰ γελοιότερα, καὶ λῦπαι δὲ ὡσαύτως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰσίν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἦν δοξάζειν μὲν ὄντως ἀεὶ τῷ τὸ παράπαν δοξάζοντι, μὴ ἐπʼ οὖσι δὲ μηδʼ ἐπὶ γεγονόσι μηδὲ ἐπʼ ἐσομένοις ἐνίοτε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="40d"/><label>ΣΩ.</label> καὶ ταῦτά γε ἦν οἶμαι τὰ ἀπεργαζόμενα δόξαν ψευδῆ τότε καὶ τὸ ψευδῶς δοξάζειν. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἀνταποδοτέον ταῖς λύπαις τε καὶ ἡδοναῖς τὴν τούτων ἀντίστροφον ἕξιν ἐν ἐκείνοις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς ἦν μὲν χαίρειν ὄντως ἀεὶ τῷ τὸ παράπαν ὁπωσοῦν καὶ εἰκῇ χαίροντι, μὴ μέντοι ἐπὶ τοῖς οὖσι μηδʼ ἐπὶ τοῖς γεγονόσιν ἐνίοτε, πολλάκις δὲ καὶ ἴσως πλειστάκις ἐπὶ τοῖς μηδὲ μέλλουσί ποτε γενήσεσθαι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="40e"/><label>ΠΡΩ.</label> καὶ ταῦθʼ οὕτως ἀναγκαῖον, ὦ Σώκρατες, ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁ αὐτὸς λόγος ἂν εἴη περὶ φόβων τε καὶ θυμῶν καὶ πάντων τῶν τοιούτων, ὡς ἔστι καὶ ψευδῆ πάντα τὰ τοιαῦτα ἐνίοτε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; πονηρὰς δόξας καὶ χρηστὰς ἄλλως ἢ ψευδεῖς γιγνομένας ἔχομεν εἰπεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἄλλως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἡδονάς γʼ οἶμαι κατανοοῦμεν ὡς ἄλλον τινὰ τρόπον εἰσὶν πονηραὶ πλὴν τῷ ψευδεῖς εἶναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="41"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="41"/><milestone unit="section" resp="Stephanus" n="41a"/><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν τοὐναντίον, ὦ Σώκρατες, εἴρηκας. σχεδὸν γὰρ τῷ ψεύδει μὲν οὐ πάνυ πονηρὰς ἄν τις λύπας τε καὶ ἡδονὰς θείη, μεγάλῃ δὲ ἄλλῃ καὶ πολλῇ συμπιπτούσας πονηρίᾳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς μὲν τοίνυν πονηρὰς ἡδονὰς καὶ διὰ πονηρίαν οὔσας τοιαύτας ὀλίγον ὕστερον ἐροῦμεν, ἂν ἔτι δοκῇ νῷν· τὰς δὲ ψευδεῖς κατʼ ἄλλον τρόπον ἐν ἡμῖν πολλὰς καὶ πολλάκις <milestone unit="section" resp="Stephanus" n="41b"/> ἐνούσας τε καὶ ἐγγιγνομένας λεκτέον. τούτῳ γὰρ ἴσως χρησόμεθα πρὸς τὰς κρίσεις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔκ; εἴπερ γε εἰσίν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ Πρώταρχε, εἰσὶν κατά γε τὴν ἐμήν. τοῦτο δὲ τὸ δόγμα ἕως ἂν κέηται παρʼ ἡμῖν, ἀδύνατον ἀνέλεγκτον δήπου γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> περιιστώμεθα δὴ καθάπερ ἀθληταὶ πρὸς τοῦτον αὖ τὸν λόγον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴωμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν εἴπομεν, εἴπερ μεμνήμεθα, ὀλίγον ἐν <milestone unit="section" resp="Stephanus" n="41c"/> τοῖς πρόσθεν, ὡς ὅταν αἱ λεγόμεναι ἐπιθυμίαι ἐν ἡμῖν ὦσι, δίχα ἄρα τότε τὸ σῶμα καὶ χωρὶς τῆς ψυχῆς τοῖς παθήμασι διείληπται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μεμνήμεθα καὶ προερρήθη ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὸ μὲν ἐπιθυμοῦν ἦν ἡ ψυχὴ τῶν τοῦ σώματος ἐναντίων ἕξεων, τὸ δὲ τὴν ἀλγηδόνα ἤ τινα διὰ πάθος ἡδονὴν τὸ σῶμα ἦν τὸ παρεχόμενον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> συλλογίζου δὴ τὸ γιγνόμενον ἐν τούτοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="41d"/><label>ΣΩ.</label> γίγνεται τοίνυν, ὁπόταν ᾖ ταῦτα, ἅμα παρακεῖσθαι λύπας τε καὶ ἡδονάς, καὶ τούτων αἰσθήσεις ἅμα παρʼ ἀλλήλας ἐναντίων οὐσῶν γίγνεσθαι, ὃ καὶ νυνδὴ ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαίνεται γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τόδε εἴρηται καὶ συνωμολογημένον ἡμῖν ἔμπροσθε κεῖται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς τὸ μᾶλλόν τε καὶ ἧττον ἄμφω τούτω δέχεσθον, λύπη τε καὶ ἡδονή, καὶ ὅτι τῶν ἀπείρων εἴτην.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἴρηται. τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίς οὖν μηχανὴ ταῦτʼ ὀρθῶς κρίνεσθαι;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="41e"/><label>ΠΡΩ.</label> πῇ δὴ καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ τὸ βούλημα ἡμῖν τῆς κρίσεως τούτων ἐν τοιούτοις τισὶ διαγνῶναι βούλεται ἑκάστοτε τίς τούτων πρὸς ἀλλήλας μείζων καὶ τίς ἐλάττων καὶ τίς μᾶλλον καὶ τίς σφοδροτέρα, λύπη τε πρὸς ἡδονὴν καὶ λύπη πρὸς λύπην καὶ ἡδονὴ πρὸς ἡδονήν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ ἔστι ταῦτά τε τοιαῦτα καὶ ἡ βούλησις τῆς κρίσεως αὕτη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="42"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ἐν μὲν ὄψει τὸ πόρρωθεν καὶ ἐγγύθεν ὁρᾶν
            <milestone unit="page" resp="Stephanus" n="42"/><milestone unit="section" resp="Stephanus" n="42a"/> τὰ μεγέθη τὴν ἀλήθειαν ἀφανίζει καὶ ψευδῆ ποιεῖ δοξάζειν, ἐν λύπαις δʼ ἄρα καὶ ἡδοναῖς οὐκ ἔστι ταὐτὸν τοῦτο γιγνόμενον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολὺ μὲν οὖν μᾶλλον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐναντίον δὴ τὸ νῦν τῷ σμικρὸν ἔμπροσθε γέγονεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τότε μὲν αἱ δόξαι ψευδεῖς τε καὶ ἀληθεῖς αὗται γιγνόμεναι τὰς λύπας τε καὶ ἡδονὰς ἅμα τοῦ παρʼ αὑταῖς παθήματος ἀνεπίμπλασαν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="42b"/><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γε αὐταὶ διὰ τὸ πόρρωθέν τε καὶ ἐγγύθεν ἑκάστοτε μεταβαλλόμεναι θεωρεῖσθαι, καὶ ἅμα τιθέμεναι παρʼ ἀλλήλας, αἱ μὲν ἡδοναὶ παρὰ τὸ λυπηρὸν μείζους φαίνονται καὶ σφοδρότεραι, λῦπαι δʼ αὖ διὰ τὸ παρʼ ἡδονὰς τοὐναντίον ἐκείναις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη γίγνεσθαι τὰ τοιαῦτα διὰ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅσῳ μείζους τῶν οὐσῶν ἑκάτεραι καὶ ἐλάττους φαίνονται, τοῦτο ἀποτεμόμενος ἑκατέρων τὸ φαινόμενον <milestone unit="section" resp="Stephanus" n="42c"/> ἀλλʼ οὐκ ὄν, οὔτε αὐτὸ ὀρθῶς φαινόμενον ἐρεῖς, οὐδʼ αὖ ποτε τὸ ἐπὶ τούτῳ μέρος τῆς ἡδονῆς καὶ λύπης γιγνόμενον ὀρθόν τε καὶ ἀληθὲς τολμήσεις λέγειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτων τοίνυν ἑξῆς ὀψόμεθα ἐὰν τῇδε ἀπαντῶμεν ἡδονὰς καὶ λύπας ψευδεῖς ἔτι μᾶλλον ἢ ταύτας φαινομένας τε καὶ οὔσας ἐν τοῖς ζῴοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας δὴ καὶ πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴρηταί που πολλάκις ὅτι τῆς φύσεως ἑκάστων διαφθειρομένης μὲν συγκρίσεσι καὶ διακρίσεσι καὶ πληρώσεσι <milestone unit="section" resp="Stephanus" n="42d"/> καὶ κενώσεσι καί τισιν αὔξαις καὶ φθίσεσι λῦπαί τε καὶ ἀλγηδόνες καὶ ὀδύναι καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ὀνόματα ἔχει συμβαίνει γιγνόμενα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί, ταῦτα εἴρηται πολλάκις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰς δέ γε τὴν αὑτῶν φύσιν ὅταν καθιστῆται, ταύτην αὖ τὴν κατάστασιν ἡδονὴν ἀπεδεξάμεθα παρʼ ἡμῶν αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ὅταν περὶ τὸ σῶμα μηδὲν τούτων γιγνόμενον ἡμῶν ᾖ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πότε δὲ τοῦτʼ ἂν γένοιτο, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="42e"/><label>ΣΩ.</label> οὐδὲν πρὸς λόγον ἐστίν, ὦ Πρώταρχε, ὃ σὺ νῦν ἤρου τὸ ἐρώτημα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διότι τὴν ἐμὴν ἐρώτησιν οὐ κωλύεις με διερέσθαι σε πάλιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δʼ οὖν μὴ γίγνοιτο, ὦ Πρώταρχε, φήσω, τὸ τοιοῦτον, τί ποτε ἀναγκαῖον ἐξ αὐτοῦ συμβαίνειν ἡμῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μὴ κινουμένου τοῦ σώματος ἐφʼ ἑκάτερα φῄς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτως.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον δὴ τοῦτό γε, ὦ Σώκρατες, ὡς οὔτε ἡδονὴ γίγνοιτʼ ἂν ἐν τῷ τοιούτῳ ποτὲ οὔτʼ ἄν τις λύπη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="43"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="43"/><milestone unit="section" resp="Stephanus" n="43a"/><label>ΣΩ.</label> κάλλιστʼ εἶπες. ἀλλὰ γὰρ οἶμαι τόδε λέγεις, ὡς ἀεί τι τούτων ἀναγκαῖον ἡμῖν συμβαίνειν, ὡς οἱ σοφοί φασιν· ἀεὶ γὰρ ἅπαντα ἄνω τε καὶ κάτω ῥεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγουσι γὰρ οὖν, καὶ δοκοῦσί γε οὐ φαύλως λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς γὰρ ἄν, μὴ φαῦλοί γε ὄντες; ἀλλὰ γὰρ ὑπεκστῆναι τὸν λόγον ἐπιφερόμενον τοῦτον βούλομαι. τῇδʼ οὖν διανοοῦμαι φεύγειν, καὶ σύ μοι σύμφευγε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε ὅπῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταῦτα μὲν τοίνυν οὕτως ἔστω, φῶμεν πρὸς τούτους· <milestone unit="section" resp="Stephanus" n="43b"/> σὺ δʼ ἀπόκριναι πότερον ἀεὶ πάντα, ὁπόσα πάσχει τι τῶν ἐμψύχων, ταῦτʼ αἰσθάνεται τὸ πάσχον, καὶ οὔτʼ αὐξανόμενοι λανθάνομεν ἡμᾶς αὐτοὺς οὔτε τι τῶν τοιούτων οὐδὲν πάσχοντες, ἢ πᾶν τοὐναντίον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἅπαν δήπου τοὐναντίον· ὀλίγου γὰρ τά γε τοιαῦτα λέληθε πάνθʼ ἡμᾶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ τοίνυν καλῶς ἡμῖν εἴρηται τὸ νυνδὴ ῥηθέν, ὡς αἱ μεταβολαὶ κάτω τε καὶ ἄνω γιγνόμεναι λύπας τε καὶ ἡδονὰς ἀπεργάζονται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="43c"/><label>ΣΩ.</label> ὧδʼ ἔσται κάλλιον καὶ ἀνεπιληπτότερον τὸ λεγόμενον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς αἱ μὲν μεγάλαι μεταβολαὶ λύπας τε καὶ ἡδονὰς ποιοῦσιν ἡμῖν, αἱ δʼ αὖ μέτριαί τε καὶ σμικραὶ τὸ παράπαν οὐδέτερα τούτων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότερον οὕτως ἢ ʼκείνως, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ ταῦτα οὕτω, πάλιν ὁ νυνδὴ ῥηθεὶς βίος ἂν ἥκοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃν ἄλυπόν τε καὶ ἄνευ χαρμονῶν ἔφαμεν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκ δὴ τούτων τιθῶμεν τριττοὺς ἡμῖν βίους, ἕνα <milestone unit="section" resp="Stephanus" n="43d"/> μὲν ἡδύν, τὸν δʼ αὖ λυπηρόν, τὸν δʼ ἕνα μηδέτερα. ἢ πῶς ἂν φαίης σὺ περὶ τούτων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἄλλως ἔγωγε ἢ ταύτῃ, τρεῖς εἶναι τοὺς βίους.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὐκ ἂν εἴη τὸ μὴ λυπεῖσθαί ποτε ταὐτὸν τῷ χαίρειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁπόταν οὖν ἀκούσῃς ὡς ἥδιστον πάντων ἐστὶν ἀλύπως διατελεῖν τὸν βίον ἅπαντα, τί τόθʼ ὑπολαμβάνεις λέγειν τὸν τοιοῦτον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἡδὺ λέγειν φαίνεται ἔμοιγε οὗτος τὸ μὴ λυπεῖσθαι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="43e"/><label>ΣΩ.</label> τριῶν ὄντων οὖν ἡμῖν, ὧντινων βούλει, τίθει, καλλίοσιν ἵνα ὀνόμασι χρώμεθα, τὸ μὲν χρυσόν, τὸ δʼ ἄργυρον, τρίτον δὲ τὸ μηδέτερα τούτων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κεῖται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὴ μηδέτερα τούτων ἔσθʼ ἡμῖν ὅπως θάτερα γένοιτο ἄν, χρυσὸς ἢ ἄργυρος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα ὁ μέσος βίος ἡδὺς ἢ λυπηρὸς λεγόμενος ὀρθῶς ἄν ποτε οὔτʼ εἰ δοξάζοι τις, δοξάζοιτο, οὔτʼ εἰ λέγοι, λεχθείη, κατά γε τὸν ὀρθὸν λόγον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="44"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="44"/><milestone unit="section" resp="Stephanus" n="44a"/><label>ΣΩ.</label> ἀλλὰ μήν, ὦ ἑταῖρε, λεγόντων γε ταῦτα καὶ δοξαζόντων αἰσθανόμεθα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν καὶ χαίρειν οἴονται τότε ὅταν μὴ λυπῶνται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φασὶ γοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἴονται τότε χαίρειν· οὐ γὰρ ἂν ἔλεγόν που.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κινδυνεύει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ψευδῆ γε μὴν δοξάζουσι περὶ τοῦ χαίρειν, εἴπερ χωρὶς τοῦ μὴ λυπεῖσθαι καὶ τοῦ χαίρειν ἡ φύσις ἑκατέρου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μὴν χωρίς γε ἦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν αἱρώμεθα παρʼ ἡμῖν ταῦτʼ εἶναι, καθάπερ <milestone unit="section" resp="Stephanus" n="44b"/> ἄρτι, τρία, ἢ δύο μόνα, λύπην μὲν κακὸν τοῖς ἀνθρώποις, τὴν δʼ ἀπαλλαγὴν τῶν λυπῶν, αὐτὸ τοῦτο ἀγαθὸν ὄν, ἡδὺ προσαγορεύεσθαι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ νῦν τοῦτο, ὦ Σώκρατες, ἐρωτώμεθα ὑφʼ ἡμῶν αὐτῶν; οὐ γὰρ μανθάνω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὄντως γὰρ τοὺς πολεμίους Φιλήβου τοῦδε, ὦ Πρώταρχε, οὐ μανθάνεις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγεις δὲ αὐτοὺς τίνας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μάλα δεινοὺς λεγομένους τὰ περὶ φύσιν, οἳ τὸ παράπαν ἡδονὰς οὔ φασιν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="44c"/><label>ΣΩ.</label> λυπῶν ταύτας εἶναι πάσας ἀποφυγάς, ἃς νῦν οἱ περὶ Φίληβον ἡδονὰς ἐπονομάζουσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τούτοις οὖν ἡμᾶς πότερα πείθεσθαι συμβουλεύεις, ἢ πῶς, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, ἀλλʼ ὥσπερ μάντεσι προσχρῆσθαί τισι, μαντευομένοις οὐ τέχνῃ ἀλλά τινι δυσχερείᾳ φύσεως οὐκ ἀγεννοῦς λίαν μεμισηκότων τὴν τῆς ἡδονῆς δύναμιν καὶ νενομικότων οὐδὲν ὑγιές, ὥστε καὶ αὐτὸ τοῦτο αὐτῆς τὸ ἐπαγωγὸν γοήτευμα, <milestone unit="section" resp="Stephanus" n="44d"/> οὐχ ἡδονήν, εἶναι. τούτοις μὲν οὖν ταῦτα ἂν προσχρήσαιο, σκεψάμενος ἔτι καὶ τὰ ἄλλα αὐτῶν δυσχεράσματα· μετὰ δὲ ταῦτα αἵ γέ μοι δοκοῦσιν ἡδοναὶ ἀληθεῖς εἶναι πεύσῃ, ἵνα ἐξ ἀμφοῖν τοῖν λόγοιν σκεψάμενοι τὴν δύναμιν αὐτῆς παραθώμεθα πρὸς τὴν κρίσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μεταδιώκωμεν δὴ τούτους, ὥσπερ συμμάχους, κατὰ τὸ τῆς δυσχερείας αὐτῶν ἴχνος. οἶμαι γὰρ τοιόνδε τι λέγειν αὐτούς, ἀρχομένους ποθὲν ἄνωθεν, ὡς εἰ βουληθεῖμεν ὁτουοῦν <milestone unit="section" resp="Stephanus" n="44e"/> εἴδους τὴν φύσιν ἰδεῖν, οἷον τὴν τοῦ σκληροῦ, πότερον εἰς τὰ σκληρότατα ἀποβλέποντες οὕτως ἂν μᾶλλον συννοήσαιμεν ἢ πρὸς τὰ πολλοστὰ σκληρότητι; δεῖ δή σε, ὦ Πρώταρχε, καθάπερ ἐμοί, καὶ τούτοις τοῖς δυσχερέσιν ἀποκρίνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν, καὶ λέγω γε αὐτοῖς ὅτι πρὸς τὰ πρῶτα μεγέθει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="45"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ καὶ τὸ τῆς ἡδονῆς γένος ἰδεῖν ἥντινά ποτʼ ἔχει φύσιν βουληθεῖμεν, οὐκ εἰς τὰς πολλοστὰς ἡδονὰς
           
            <milestone unit="page" resp="Stephanus" n="45"/><milestone unit="section" resp="Stephanus" n="45a"/> ἀποβλεπτέον, ἀλλʼ εἰς τὰς ἀκροτάτας καὶ σφοδροτάτας λεγομένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πᾶς ἄν σοι ταύτῃ συγχωροίη τὰ νῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν, αἱ πρόχειροί γε αἵπερ καὶ μέγισται τῶν ἡδονῶν, ὃ λέγομεν πολλάκις, αἱ περὶ τὸ σῶμά εἰσιν αὗται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν καὶ μείζους εἰσὶ καὶ γίγνονται περὶ τοὺς κάμνοντας ἐν ταῖς νόσοις ἢ περὶ ὑγιαίνοντας; εὐλαβηθῶμεν δὲ μὴ προπετῶς ἀποκρινόμενοι πταίσωμέν πῃ. τάχα γὰρ <milestone unit="section" resp="Stephanus" n="45b"/> ἴσως φαῖμεν ἂν περὶ ὑγιαίνοντας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; οὐχ αὗται τῶν ἡδονῶν ὑπερβάλλουσιν, ὧν ἂν καὶ ἐπιθυμίαι μέγισται προγίγνωνται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο μὲν ἀληθές.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐχ οἱ πυρέττοντες καὶ ἐν τοιούτοις νοσήμασιν ἐχόμενοι μᾶλλον διψῶσι καὶ ῥιγοῦσι καὶ πάντα ὁπόσα διὰ τοῦ σώματος εἰώθασι πάσχειν, μᾶλλόν τʼ ἐνδείᾳ συγγίγνονται καὶ ἀποπληρουμένων μείζους ἡδονὰς ἴσχουσιν; ἢ τοῦτο οὐ φήσομεν ἀληθὲς εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν νῦν ῥηθὲν φαίνεται.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="45c"/><label>ΣΩ.</label> τί οὖν; ὀρθῶς ἂν φαινοίμεθα λέγοντες ὡς εἴ τις τὰς μεγίστας ἡδονὰς ἰδεῖν βούλοιτο, οὐκ εἰς ὑγίειαν ἀλλʼ εἰς νόσον ἰόντας δεῖ σκοπεῖν; ὅρα δὲ μή με ἡγῇ διανοούμενον ἐρωτᾶν σε εἰ πλείω χαίρουσιν οἱ σφόδρα νοσοῦντες τῶν ὑγιαινόντων, ἀλλʼ οἴου μέγεθός με ζητεῖν ἡδονῆς, καὶ τὸ σφόδρα περὶ τοῦ τοιούτου ποῦ ποτε γίγνεται ἑκάστοτε. νοῆσαι γὰρ δεῖ φαμεν ἥντινα φύσιν ἔχει καὶ τίνα λέγουσιν οἱ φάσκοντες μηδʼ εἶναι τὸ παράπαν αὐτήν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="45d"/><label>ΠΡΩ.</label> ἀλλὰ σχεδὸν ἕπομαι τῷ λόγῳ σου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχα, ὦ Πρώταρχε, οὐχ ἧττον δείξεις. ἀπόκριναι γάρ· ἐν ὕβρει μείζους ἡδονάς—οὐ πλείους λέγω, τῷ σφόδρα δὲ καὶ τῷ μᾶλλον ὑπερεχούσας—ὁρᾷς ἢ ἐν τῷ σώφρονι βίῳ; λέγε δὲ προσέχων τὸν νοῦν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ ἔμαθον ὃ λέγεις, καὶ πολὺ τὸ διαφέρον ὁρῶ. τοὺς μὲν γὰρ σώφρονάς που καὶ ὁ παροιμιαζόμενος <milestone unit="section" resp="Stephanus" n="45e"/> ἐπίσχει λόγος ἑκάστοτε, ὁ τὸ <q>μηδὲν ἄγαν</q> παρακελευόμενος, ᾧ πείθονται· τὸ δὲ τῶν ἀφρόνων τε καὶ ὑβριστῶν μέχρι μανίας ἡ σφοδρὰ ἡδονὴ κατέχουσα περιβοήτους ἀπεργάζεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς· καὶ εἴ γε τοῦθʼ οὕτως ἔχει, δῆλον ὡς ἔν τινι πονηρίᾳ ψυχῆς καὶ τοῦ σώματος, ἀλλʼ οὐκ ἐν ἀρετῇ μέγισται μὲν ἡδοναί, μέγισται δὲ καὶ λῦπαι γίγνονται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τούτων τινὰς προελόμενον δεῖ σκοπεῖσθαι τίνα ποτὲ τρόπον ἐχούσας ἐλέγομεν αὐτὰς εἶναι μεγίστας.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="46"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="46"/><milestone unit="section" resp="Stephanus" n="46a"/><label>ΠΡΩ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δὴ τὰς τῶν τοιῶνδε νοσημάτων ἡδονάς, τίνα ποτὲ ἔχουσι τρόπον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς τῶν ἀσχημόνων, ἃς οὓς εἴπομεν δυσχερεῖς μισοῦσι παντελῶς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίας;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἷον τὰς τῆς ψώρας ἰάσεις τῷ τρίβειν καὶ ὅσα τοιαῦτα, οὐκ ἄλλης δεόμενα φαρμάξεως· τοῦτο γὰρ δὴ τὸ πάθος ἡμῖν, ὦ πρὸς θεῶν, τί ποτε φῶμεν ἐγγίγνεσθαι; πότερον ἡδονὴν ἢ λύπην;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σύμμεικτον τοῦτό γʼ ἄρʼ, ὦ Σώκρατες, ἔοικε γίγνεσθαί τι κακόν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="46b"/><label>ΣΩ.</label> οὐ μὲν δὴ Φιλήβου γε ἕνεκα παρεθέμην τὸν λόγον· ἀλλʼ ἄνευ τούτων, ὦ Πρώταρχε, τῶν ἡδονῶν καὶ τῶν ταύταις ἑπομένων, ἂν μὴ κατοφθῶσι, σχεδὸν οὐκ ἄν ποτε δυναίμεθα διακρίνασθαι τὸ νῦν ζητούμενον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκοῦν ἰτέον ἐπὶ τὰς τούτων συγγενεῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰς ἐν τῇ μείξει κοινωνούσας λέγεις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰσὶ τοίνυν μείξεις αἱ μὲν κατὰ τὸ σῶμα ἐν αὐτοῖς <milestone unit="section" resp="Stephanus" n="46c"/> τοῖς σώμασιν, αἱ δʼ αὐτῆς τῆς ψυχῆς ἐν τῇ ψυχῇ· τὰς δʼ αὖ τῆς ψυχῆς καὶ τοῦ σώματος ἀνευρήσομεν λύπας ἡδοναῖς μειχθείσας τοτὲ μὲν ἡδονὰς τὰ συναμφότερα, τοτὲ δὲ λύπας ἐπικαλουμένας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁπόταν ἐν τῇ καταστάσει τις ἢ τῇ διαφθορᾷ τἀναντία ἅμα πάθη πάσχῃ, ποτὲ ῥιγῶν θέρηται καὶ θερμαινόμενος ἐνίοτε ψύχηται, ζητῶν οἶμαι τὸ μὲν ἔχειν, τοῦ δὲ ἀπαλλάττεσθαι, τὸ δὴ λεγόμενον πικρῷ γλυκὺ μεμειγμένον, μετὰ <milestone unit="section" resp="Stephanus" n="46d"/> δυσαπαλλακτίας παρόν, ἀγανάκτησιν καὶ ὕστερον σύντασιν ἀγρίαν ποιεῖ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα ἀληθὲς τὸ νῦν λεγόμενον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αἱ τοιαῦται μείξεις αἱ μὲν ἐξ ἴσων εἰσὶ λυπῶν τε καὶ ἡδονῶν, αἱ δʼ ἐκ τῶν ἑτέρων πλειόνων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δὴ τὰς μέν, ὅταν πλείους λῦπαι τῶν ἡδονῶν γίγνωνται—τὰς τῆς ψώρας λεγομένας νυνδὴ ταύτας εἶναι καὶ τὰς τῶν γαργαλισμῶν—ὁπόταν <add>ἐν τοῖς</add> ἐντὸς τὸ ζέον ᾖ καὶ τὸ φλεγμαῖνον, τῇ τρίψει δὲ καὶ τῇ κνήσει μὴ ἐφικνῆταί <milestone unit="section" resp="Stephanus" n="46e"/> τις, τὸ δʼ ἐπιπολῆς μόνον διαχέῃ, τοτὲ φέροντες εἰς πῦρ αὐτὰ καὶ εἰς τοὐναντίον πυρίαις μεταβάλλοντες ἐνίοτε ἀμηχάνους ἡδονάς, τοτὲ δὲ τοὐναντίον τοῖς ἐντὸς πρὸς τὰ τῶν ἔξω, λύπας ἡδοναῖς συγκερασθείσας, εἰς ὁπότερʼ ἂν ῥέψῃ, παρέσχοντο τῷ τὰ συγκεκριμένα βίᾳ διαχεῖν ἢ τὰ διακεκριμένα συγχεῖν
                                                                                                                 <milestone unit="page" resp="Stephanus" n="47"/><milestone unit="section" resp="Stephanus" n="47a"/>—<del>καὶ</del> ὁμοῦ λύπας ἡδοναῖς παρατιθέναι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="47"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁπόταν αὖ πλείων ἡδονὴ κατὰ <add>τὰ</add> τοιαῦτα πάντα συμμειχθῇ, τὸ μὲν ὑπομεμειγμένον τῆς λύπης γαργαλίζει τε καὶ ἠρέμα ἀγανακτεῖν ποιεῖ, τὸ δʼ αὖ τῆς ἡδονῆς πολὺ πλέον ἐγκεχυμένον συντείνει τε καὶ ἐνίοτε πηδᾶν ποιεῖ, καὶ παντοῖα μὲν χρώματα, παντοῖα δὲ σχήματα, παντοῖα δὲ πνεύματα ἀπεργαζόμενον πᾶσαν ἔκπληξιν καὶ βοὰς μετὰ ἀφροσύνης ἐνεργάζεται;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="47b"/><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ λέγειν τε, ὦ ἑταῖρε, αὐτόν τε περὶ ἑαυτοῦ ποιεῖ καὶ ἄλλον ὡς ταύταις ταῖς ἡδοναῖς τερπόμενος οἷον ἀποθνῄσκει· καὶ ταύτας γε δὴ παντάπασιν ἀεὶ μεταδιώκει τοσούτῳ μᾶλλον ὅσῳ ἂν ἀκολαστότερός τε καὶ ἀφρονέστερος ὢν τυγχάνῃ, καὶ καλεῖ δὴ μεγίστας ταύτας, καὶ τὸν ἐν αὐταῖς ὅτι μάλιστʼ ἀεὶ ζῶντα εὐδαιμονέστατον καταριθμεῖται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάντα, ὦ Σώκρατες, τὰ συμβαίνοντα πρὸς τῶν πολλῶν ἀνθρώπων εἰς δόξαν διεπέρανας.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="47c"/><label>ΣΩ.</label> περί γε τῶν ἡδονῶν, ὦ Πρώταρχε, τῶν ἐν τοῖς κοινοῖς παθήμασιν αὐτοῦ τοῦ σώματος τῶν ἐπιπολῆς τε καὶ ἐντὸς κερασθέντων· περὶ δέ γʼ ὧν ψυχὴ σώματι τἀναντία συμβάλλεται, λύπην τε ἅμα πρὸς ἡδονὴν καὶ ἡδονὴν πρὸς λύπην, ὥστʼ εἰς μίαν ἀμφότερα κρᾶσιν ἰέναι, ταῦτα ἔμπροσθε μὲν διήλθομεν, ὡς, ὁπόταν <del>αὖ</del> κενῶται, πληρώσεως ἐπιθυμεῖ, καὶ ἐλπίζων μὲν χαίρει, κενούμενος δὲ ἀλγεῖ, ταῦτα δὲ τότε <milestone unit="section" resp="Stephanus" n="47d"/> μὲν οὐκ ἐμαρτυράμεθα, νῦν δὲ λέγομεν ὡς ψυχῆς πρὸς σῶμα διαφερομένης ἐν πᾶσι τούτοις πλήθει ἀμηχάνοις οὖσι μεῖξις μία λύπης τε καὶ ἡδονῆς συμπίπτει γενομένη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κινδυνεύεις ὀρθότατα λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν ἡμῖν τῶν μείξεων λύπης τε καὶ ἡδονῆς λοιπὴ μία.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποία, φῄς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν αὐτὴν τὴν ψυχὴν αὑτῇ πολλάκις λαμβάνειν σύγκρασιν ἔφαμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς οὖν δὴ τοῦτʼ αὐτὸ λέγομεν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="47e"/><label>ΣΩ.</label> ὀργὴν καὶ φόβον καὶ πόθον καὶ θρῆνον καὶ ἔρωτα καὶ ζῆλον καὶ φθόνον καὶ ὅσα τοιαῦτα, ἆρʼ οὐκ αὐτῆς τῆς ψυχῆς τίθεσαι ταύτας λύπας τινάς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔγωγε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="48"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν αὐτὰς ἡδονῶν μεστὰς εὑρήσομεν ἀμηχάνων; ἢ δεόμεθα ὑπομιμνῄσκεσθαι <del>τὸ <add>ἐν</add> τοῖς θυμοῖς καὶ ταῖς ὀργαῖς,</del> τὸ<cit><quote type="verse"><l met="u">ὅς τʼ ἐφέηκε πολύφρονά περ χαλεπῆναι</l><l>ὅς τε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο,</l></quote><bibl xml:lang="eng">Hom. Il. 18.108-109</bibl></cit>
          
               
               <milestone unit="page" resp="Stephanus" n="48"/><milestone unit="section" resp="Stephanus" n="48a"/> καὶ τὰς ἐν τοῖς θρήνοις καὶ πόθοις ἡδονὰς ἐν λύπαις οὔσας ἀναμεμειγμένας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκ, ἀλλʼ οὕτω ταῦτά γε καὶ οὐκ ἄλλως ἂν συμβαίνοι γιγνόμενα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ τάς γε τραγικὰς θεωρήσεις, ὅταν ἅμα χαίροντες κλάωσι, μέμνησαι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν δʼ ἐν ταῖς κωμῳδίαις διάθεσιν ἡμῶν τῆς ψυχῆς, ἆρʼ οἶσθʼ ὡς ἔστι κἀν τούτοις μεῖξις λύπης τε καὶ ἡδονῆς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ πάνυ κατανοῶ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="48b"/><label>ΣΩ.</label> παντάπασι γὰρ οὐ ῥᾴδιον, ὦ Πρώταρχε, ἐν τούτῳ συννοεῖν τὸ τοιοῦτον ἑκάστοτε πάθος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔκουν ὥς γʼ ἔοικεν ἐμοί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λάβωμέν γε μὴν αὐτὸ τοσούτῳ μᾶλλον ὅσῳ σκοτεινότερόν ἐστιν, ἵνα καὶ ἐν ἄλλοις ῥᾷον καταμαθεῖν τις οἷός τʼ ᾖ μεῖξιν λύπης τε καὶ ἡδονῆς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγοις ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τό τοι νυνδὴ ῥηθὲν ὄνομα φθόνου πότερα λύπην τινὰ ψυχῆς θήσεις, ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ὁ φθονῶν γε ἐπὶ κακοῖς τοῖς τῶν πέλας ἡδόμενος ἀναφανήσεται.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="48c"/><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὸν μὴν ἄγνοια καὶ ἣν δὴ λέγομεν ἀβελτέραν ἕξιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκ δὴ τούτων ἰδὲ τὸ γελοῖον ἥντινα φύσιν ἔχει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν δὴ πονηρία μέν τις τὸ κεφάλαιον, ἕξεώς τινος ἐπίκλην λεγομένη· τῆς δʼ αὖ πάσης πονηρίας ἐστὶ τοὐναντίον πάθος ἔχον ἢ τὸ λεγόμενον ὑπὸ τῶν ἐν Δελφοῖς γραμμάτων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ <q>γνῶθι σαυτὸν</q> λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="48d"/><label>ΣΩ.</label> ἔγωγε. τοὐναντίον μὴν ἐκείνῳ δῆλον ὅτι τὸ μηδαμῇ γιγνώσκειν αὑτὸν λεγόμενον ὑπὸ τοῦ γράμματος ἂν εἴη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὦ Πρώταρχε, πειρῶ δὲ αὐτὸ τοῦτο τριχῇ τέμνειν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῇ φῄς; οὐ γὰρ μὴ δυνατὸς ὦ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγεις δὴ δεῖν ἐμὲ τοῦτο διελέσθαι τὰ νῦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγω, καὶ δέομαί γε πρὸς τῷ λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν οὐ τῶν ἀγνοούντων αὑτοὺς κατὰ τρία ἀνάγκη τοῦτο τὸ πάθος πάσχειν ἕκαστον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="48e"/><label>ΣΩ.</label> πρῶτον μὲν κατὰ χρήματα, δοξάζειν εἶναι πλουσιώτερον ἢ κατὰ τὴν αὑτῶν οὐσίαν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πολλοὶ γοῦν εἰσὶν τὸ τοιοῦτον πάθος ἔχοντες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πλείους δέ γε οἳ μείζους καὶ καλλίους αὑτοὺς δοξάζουσι, καὶ πάντα ὅσα κατὰ τὸ σῶμα εἶναι διαφερόντως τῆς οὔσης αὐτοῖς ἀληθείας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολὺ δὲ πλεῖστοί γε οἶμαι περὶ τὸ τρίτον εἶδος τὸ τῶν ἐν ταῖς ψυχαῖς διημαρτήκασιν, ἀρετῇ δοξάζοντες βελτίους ἑαυτούς, οὐκ ὄντες.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="49"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="49"/><milestone unit="section" resp="Stephanus" n="49a"/><label>ΣΩ.</label> τῶν ἀρετῶν δʼ ἆρʼ οὐ σοφίας πέρι τὸ πλῆθος πάντως ἀντεχόμενον μεστὸν ἐρίδων καὶ δοξοσοφίας ἐστὶ ψευδοῦς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὸν μὲν δὴ πᾶν ἄν τις τὸ τοιοῦτον εἰπὼν ὀρθῶς ἂν εἴποι πάθος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν ἔτι διαιρετέον, ὦ Πρώταρχε, δίχα, εἰ μέλλομεν τὸν παιδικὸν ἰδόντες φθόνον ἄτοπον ἡδονῆς καὶ λύπης ὄψεσθαι μεῖξιν. πῶς οὖν τέμνομεν δίχα, λέγεις; <milestone unit="section" resp="Stephanus" n="49b"/> πάντες ὁπόσοι ταύτην τὴν ψευδῆ δόξαν περὶ ἑαυτῶν ἀνοήτως δοξάζουσι, καθάπερ ἁπάντων ἀνθρώπων, καὶ τούτων ἀναγκαιότατον ἕπεσθαι τοῖς μὲν ῥώμην αὐτῶν καὶ δύναμιν, τοῖς δὲ οἶμαι τοὐναντίον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταύτῃ τοίνυν δίελε, καὶ ὅσοι μὲν αὐτῶν εἰσι μετʼ ἀσθενείας τοιοῦτοι καὶ ἀδύνατοι καταγελώμενοι τιμωρεῖσθαι, γελοίους τούτους φάσκων εἶναι τἀληθῆ φθέγξῃ· τοὺς δὲ δυνατοὺς τιμωρεῖσθαι καὶ ἰσχυροὺς φοβεροὺς καὶ ἐχθροὺς <milestone unit="section" resp="Stephanus" n="49c"/> προσαγορεύων ὀρθότατον τούτων σαυτῷ λόγον ἀποδώσεις. ἄγνοια γὰρ ἡ μὲν τῶν ἰσχυρῶν ἐχθρά τε καὶ αἰσχρά— βλαβερὰ γὰρ καὶ τοῖς πέλας αὐτή τε καὶ ὅσαι εἰκόνες αὐτῆς εἰσιν—ἡ δʼ ἀσθενὴς ἡμῖν τὴν τῶν γελοίων εἴληχε τάξιν τε καὶ φύσιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις. ἀλλὰ γὰρ ἡ τῶν ἡδονῶν καὶ λυπῶν μεῖξις ἐν τούτοις οὔπω μοι καταφανής.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τοίνυν τοῦ φθόνου λαβὲ δύναμιν πρῶτον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="49d"/><label>ΣΩ.</label> λύπη τις ἄδικός ἐστί που καὶ ἡδονή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο μὲν ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπὶ μὲν τοῖς τῶν ἐχθρῶν κακοῖς οὔτʼ ἄδικον οὔτε φθονερόν ἐστι τὸ χαίρειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ δέ γε τῶν φίλων ὁρῶντας ἔστιν ὅτε κακὰ μὴ λυπεῖσθαι, χαίρειν δέ, ἆρα οὐκ ἄδικόν ἐστιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὴν ἄγνοιαν εἴπομεν ὅτι κακὸν πᾶσιν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν οὖν τῶν φίλων δοξοσοφίαν καὶ δοξοκαλίαν καὶ <milestone unit="section" resp="Stephanus" n="49e"/> ὅσα νυνδὴ διήλθομεν, ἐν τρισὶν λέγοντες εἴδεσιν γίγνεσθαι, γελοῖα μὲν ὁπόσα ἀσθενῆ, μισητὰ δʼ ὁπόσα ἐρρωμένα, <add>φῶμεν</add> ἢ μὴ φῶμεν ὅπερ εἶπον ἄρτι, τὴν τῶν φίλων ἕξιν ταύτην ὅταν ἔχῃ τις τὴν ἀβλαβῆ τοῖς ἄλλοις, γελοίαν εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κακὸν δʼ οὐχ ὁμολογοῦμεν αὐτὴν ἄγνοιάν γε οὖσαν εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> χαίρομεν δὲ ἢ λυπούμεθα, ὅταν ἐπʼ αὐτῇ γελῶμεν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="50"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="50"/><milestone unit="section" resp="Stephanus" n="50a"/><label>ΠΡΩ.</label> δῆλον ὅτι χαίρομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡδονὴν δὲ ἐπὶ τοῖς τῶν φίλων κακοῖς, οὐ φθόνον ἔφαμεν εἶναι τὸν τοῦτʼ ἀπεργαζόμενον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γελῶντας ἄρα ἡμᾶς ἐπὶ τοῖς τῶν φίλων γελοίοις φησὶν ὁ λόγος, κεραννύντας ἡδονὴν αὖ φθόνῳ, λύπῃ τὴν ἡδονὴν συγκεραννύναι· τὸν γὰρ φθόνον ὡμολογῆσθαι λύπην ψυχῆς ἡμῖν πάλαι, τὸ δὲ γελᾶν ἡδονήν, ἅμα γίγνεσθαι δὲ τούτω ἐν τούτοις τοῖς χρόνοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="50b"/><label>ΣΩ.</label> μηνύει δὴ νῦν ὁ λόγος ἡμῖν ἐν θρήνοις τε καὶ ἐν τραγῳδίαις <add>καὶ κωμῳδίαις</add>, μὴ τοῖς δράμασι μόνον ἀλλὰ καὶ τῇ τοῦ βίου συμπάσῃ τραγῳδίᾳ καὶ κωμῳδίᾳ, λύπας ἡδοναῖς ἅμα κεράννυσθαι, καὶ ἐν ἄλλοις δὴ μυρίοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀδύνατον μὴ ὁμολογεῖν ταῦτα, ὦ Σώκρατες, εἰ καί τις φιλονικοῖ πάνυ πρὸς τἀναντία.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀργὴν μὴν καὶ πόθον καὶ θρῆνον καὶ φόβον καὶ <milestone unit="section" resp="Stephanus" n="50c"/> ἔρωτα καὶ ζῆλον καὶ φθόνον προυθέμεθα καὶ ὁπόσα τοιαῦτα, ἐν οἷς ἔφαμεν εὑρήσειν μειγνύμενα τὰ νῦν πολλάκις λεγόμενα. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνομεν οὖν ὅτι θρήνου πέρι καὶ φθόνου καὶ ὀργῆς πάντα ἐστὶ τὰ νυνδὴ διαπερανθέντα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὐ μανθάνομεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν πολλὰ ἔτι τὰ λοιπά;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ δὴ τί μάλισθʼ ὑπολαμβάνεις με δεῖξαί σοι τὴν ἐν τῇ κωμῳδίᾳ μεῖξιν; ἆρʼ οὐ πίστεως χάριν, ὅτι τήν γε ἐν <milestone unit="section" resp="Stephanus" n="50d"/> τοῖς φόβοις καὶ ἔρωσι καὶ τοῖς ἄλλοις ῥᾴδιον κρᾶσιν ἐπιδεῖξαι· λαβόντα δὲ τοῦτο παρὰ σαυτῷ ἀφεῖναί με μηκέτι ἐπʼ ἐκεῖνα ἰόντα δεῖν μηκύνειν τοὺς λόγους, ἀλλʼ ἁπλῶς λαβεῖν τοῦτο, ὅτι καὶ σῶμα ἄνευ ψυχῆς καὶ ψυχὴ ἄνευ σώματος καὶ κοινῇ μετʼ ἀλλήλων ἐν τοῖς παθήμασι μεστά ἐστι συγκεκραμένης ἡδονῆς λύπαις; νῦν οὖν λέγε πότερα ἀφίης με ἢ μέσας ποιήσεις νύκτας; εἰπὼν δὲ σμικρὰ οἶμαί σου τεύξεσθαι μεθεῖναί με· τούτων γὰρ ἁπάντων αὔριον <milestone unit="section" resp="Stephanus" n="50e"/> ἐθελήσω σοι λόγον δοῦναι, τὰ νῦν δὲ ἐπὶ τὰ λοιπὰ βούλομαι στέλλεσθαι πρὸς τὴν κρίσιν ἣν Φίληβος ἐπιτάττει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες, ὦ Σώκρατες· ἀλλʼ ὅσα λοιπὰ ἡμῖν διέξελθε ὅπῃ σοι φίλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κατὰ φύσιν τοίνυν μετὰ τὰς μειχθείσας ἡδονὰς ὑπὸ δή τινος ἀνάγκης ἐπὶ τὰς ἀμείκτους πορευοίμεθʼ ἂν ἐν τῷ μέρει.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>