<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:26-28</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:26-28</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="26"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="26"/><milestone unit="section" resp="Stephanus" n="26a"/><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρʼ οὐ ταὐτὰ <del>ἐγγιγνόμενα</del> ταῦτα· ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="26b"/><label>ΣΩ.</label> οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθʼ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντʼ ἔθετο· καὶ σὺ μὲν ἀποκναῖσαι φῂς <milestone unit="section" resp="Stephanus" n="26c"/> αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οἶμαι κατανοεῖν· ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι· τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως· καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο <milestone unit="section" resp="Stephanus" n="26d"/> γένη, ὅμως δʼ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτʼ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμαθον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="26e"/><label>ΣΩ.</label> ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον· κοινὴ δʼ ἡ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμοιγε· πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="27"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="27"/><milestone unit="section" resp="Stephanus" n="27a"/><label>ΣΩ.</label> καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τʼ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27b"/><label>ΣΩ.</label> τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἕτερον γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτʼ ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν· τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην <milestone unit="section" resp="Stephanus" n="27c"/> λέγων ἆρα μὴ πλημμελοίην ἄν τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τὸ μετὰ τοῦθʼ ἡμῖν τίς ὁ λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα; ἆρʼ οὐ τόδε ἦν; δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτʼ ἂν ἢ φρονήσεως. οὐχ οὕτως ἦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27d"/><label>ΣΩ.</label> ἴθι δή· νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως. ἦν οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μέρος γʼ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους· οὐ γὰρ <del>ὁ</del> δυοῖν τινοῖν ἐστι <del>μικτὸς ἐκεῖνος</del> ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27e"/><label>ΣΩ.</label> εἶεν· τί δὲ ὁ σός, ὦ Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν; ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο; ὧδε δʼ ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="28"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="28"/><milestone unit="section" resp="Stephanus" n="28a"/><label>ΣΩ.</label> οὐδέ γʼ ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν· ὥστʼ ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ. τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων· φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, ὦ Πρώταρχέ τε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν; οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι ὁ κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Φίληβος"><milestone unit="section" resp="Stephanus" n="28b"/><label>ΦΙ.</label> σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ· τὸ δʼ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε· νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="28c"/><label>ΣΩ.</label> πειστέον, ὦ Πρώταρχε· οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλʼ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασί γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ῥᾴδιον· πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δʼ, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28d"/><label>ΠΡΩ.</label> λέγʼ ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς εἶπες. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον, ὦ Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28e"/><label>ΠΡΩ.</label> οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ σὺ νῦν λέγεις, οὐδὲ ὅσιον εἶναί μοι φαίνεται. τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγʼ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδʼ ἂν δοξάσαιμι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>