<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:23-25</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:23-25</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="23"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλὰ μήν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων· τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται. τὸν δὲ
            <milestone unit="page" resp="Stephanus" n="23"/><milestone unit="section" resp="Stephanus" n="23a"/> νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων· τὰ γὰρ αὔτʼ ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν· οὐδὲ γὰρ ἐκείνοις ἔτʼ ἂν ὁμοίως φαίνοιτο καλή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐδὲν λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="23b"/><label>ΣΩ.</label> ἆρʼ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ μόνον γε ἀλλʼ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων· ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="23c"/><label>ΣΩ.</label> τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δʼ, εἰ βούλει, τριχῇ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καθʼ ὅτι, φράζοις ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λάβωμεν ἄττα τῶν νυνδὴ λόγων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον <milestone unit="section" resp="Stephanus" n="23d"/> ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δʼ, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατʼ εἴδη διιστὰς καὶ συναριθμούμενος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί φῄς, ὠγαθέ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τίνος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχʼ ἄν· οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν· ἂν δέ τι δέῃ, <milestone unit="section" resp="Stephanus" n="23e"/> συγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον <del>βίον</del>.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχʼ ἂν ἑποίμην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="24"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="24"/><milestone unit="section" resp="Stephanus" n="24a"/><label>ΣΩ.</label> λέγω τοίνυν τὰ δύο ἃ προτίθεμαι ταὔτʼ εἶναι ἅπερ νυνδή, τὸ μὲν ἄπειρον, τὸ δὲ πέρας ἔχον· ὅτι δὲ τρόπον τινὰ τὸ ἄπειρον πόλλʼ ἐστί, πειράσομαι φράζειν. τὸ δὲ πέρας ἔχον ἡμᾶς περιμενέτω.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μένει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δή. χαλεπὸν μὲν γὰρ καὶ ἀμφισβητήσιμον ὃ κελεύω σε σκοπεῖν, ὅμως δὲ σκόπει. θερμοτέρου καὶ ψυχροτέρου πέρι πρῶτον ὅρα πέρας εἴ ποτέ τι νοήσαις ἄν, ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οἰκοῦν<add>τε</add> τοῖς γένεσιν, <milestone unit="section" resp="Stephanus" n="24b"/> ἕωσπερ ἂν ἐνοικῆτον, τέλος οὐκ ἂν ἐπιτρεψαίτην γίγνεσθαι· γενομένης γὰρ τελευτῆς καὶ αὐτὼ τετελευτήκατον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀεὶ δέ γε, φαμέν, ἔν τε τῷ θερμοτέρῳ καὶ ψυχροτέρῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἔνι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀεὶ τοίνυν ὁ λόγος ἡμῖν σημαίνει τούτω μὴ τέλος ἔχειν· ἀτελῆ δʼ ὄντε δήπου παντάπασιν ἀπείρω γίγνεσθον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ σφόδρα γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εὖ γε, ὦ φίλε Πρώταρχε, ὑπέλαβες καὶ <milestone unit="section" resp="Stephanus" n="24c"/> ἀνέμνησας ὅτι καὶ τὸ σφόδρα τοῦτο, ὃ σὺ νῦν ἐφθέγξω, καὶ τό γε ἠρέμα τὴν αὐτὴν δύναμιν ἔχετον τῷ μᾶλλόν τε καὶ ἧττον· ὅπου γὰρ ἂν ἐνῆτον, οὐκ ἐᾶτον εἶναι ποσὸν ἕκαστον, ἀλλʼ ἀεὶ σφοδρότερον ἡσυχαιτέρου καὶ τοὐναντίον ἑκάσταις πράξεσιν ἐμποιοῦντε τὸ πλέον καὶ τὸ ἔλαττον ἀπεργάζεσθον, τὸ δὲ ποσὸν ἀφανίζετον. ὃ γὰρ ἐλέχθη νυνδή, μὴ ἀφανίσαντε τὸ ποσόν, ἀλλʼ ἐάσαντε αὐτό τε καὶ τὸ μέτριον ἐν τῇ <milestone unit="section" resp="Stephanus" n="24d"/> τοῦ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα ἕδρᾳ ἐγγενέσθαι, αὐτὰ ἔρρει ταῦτα ἐκ τῆς αὑτῶν χώρας ἐν ᾗ ἐνῆν. οὐ γὰρ ἔτι θερμότερον οὐδὲ ψυχρότερον εἴτην ἂν λαβόντε τὸ ποσόν· προχωρεῖ γὰρ καὶ οὐ μένει τό τε θερμότερον ἀεὶ καὶ τὸ ψυχρότερον ὡσαύτως, τὸ δὲ ποσὸν ἔστη καὶ προϊὸν ἐπαύσατο. κατὰ δὴ τοῦτον τὸν λόγον ἄπειρον γίγνοιτʼ ἂν τὸ θερμότερον καὶ τοὐναντίον ἅμα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαίνεται γοῦν, ὦ Σώκρατες· ἔστι δʼ, ὅπερ εἶπες, οὐ ῥᾴδια ταῦτα συνέπεσθαι. τὸ δὲ εἰς αὖθίς τε καὶ αὖθις <milestone unit="section" resp="Stephanus" n="24e"/> ἴσως λεχθέντα τόν τε ἐρωτῶντα καὶ τὸν ἐρωτώμενον ἱκανῶς ἂν συμφωνοῦντας ἀποφήναιεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εὖ μὲν λέγεις καὶ πειρατέον οὕτω ποιεῖν. νῦν μέντοι ἄθρει τῆς τοῦ ἀπείρου φύσεως εἰ τοῦτο δεξόμεθα σημεῖον, ἵνα μὴ πάντʼ ἐπεξιόντες μηκύνωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="25"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁπόσʼ ἂν ἡμῖν φαίνηται μᾶλλόν τε καὶ ἧττον γιγνόμενα καὶ τὸ σφόδρα καὶ ἠρέμα δεχόμενα καὶ τὸ λίαν καὶ ὅσα
   <milestone unit="page" resp="Stephanus" n="25"/><milestone unit="section" resp="Stephanus" n="25a"/> τοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς <milestone unit="section" resp="Stephanus" n="25b"/> ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. ἢ πῶς σὺ φῄς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστά γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εὔχου δὴ καὶ σκόπει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶ· καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="25c"/><label>ΠΡΩ.</label> πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φράσω δῆλον ὅτι· σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="25d"/><label>ΠΡΩ.</label> τῆς τοῦ ἀπείρου λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλʼ ἴσως καὶ νῦν ταὐτὸν δράσει, <add>εἰ</add> τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν καὶ πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς <milestone unit="section" resp="Stephanus" n="25e"/> ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μανθάνω· φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφʼ ἑκάστων αὐτῶν συμβαίνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς γὰρ φαίνομαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τοίνυν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>