<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:11-30</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2:11-30</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg010.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="11"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="11"/><milestone unit="section" resp="Stephanus" n="11a"/><label>ΣΩ.</label> ὅρα δή, Πρώταρχε, τίνα λόγον μέλλεις παρὰ Φιλήβου δέχεσθαι νυνὶ καὶ πρὸς τίνα τὸν παρʼ ἡμῖν ἀμφισβητεῖν, 
      <milestone unit="section" resp="Stephanus" n="11b"/> ἐὰν μή σοι κατὰ νοῦν ᾖ λεγόμενος. βούλει συγκεφαλαιωσώμεθα ἑκάτερον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> Φίληβος μὲν τοίνυν ἀγαθὸν εἶναί φησι τὸ χαίρειν πᾶσι ζῴοις καὶ τὴν ἡδονὴν καὶ τέρψιν, καὶ ὅσα τοῦ γένους ἐστὶ τούτου σύμφωνα· τὸ δὲ παρʼ ἡμῶν ἀμφισβήτημά ἐστι μὴ ταῦτα, ἀλλὰ τὸ φρονεῖν καὶ τὸ νοεῖν καὶ μεμνῆσθαι καὶ τὰ τούτων αὖ συγγενῆ, δόξαν τε ὀρθὴν καὶ ἀληθεῖς λογισμούς, τῆς γε ἡδονῆς ἀμείνω καὶ λῴω γίγνεσθαι σύμπασιν ὅσαπερ
      <milestone unit="section" resp="Stephanus" n="11c"/> αὐτῶν δυνατὰ μεταλαβεῖν· δυνατοῖς δὲ μετασχεῖν ὠφελιμώτατον ἁπάντων εἶναι πᾶσι τοῖς οὖσί τε καὶ ἐσομένοις. μῶν οὐχ οὕτω πως λέγομεν, ὦ Φίληβε, ἑκάτεροι;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πάντων μὲν οὖν μάλιστα, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δέχῃ δὴ τοῦτον τὸν νῦν διδόμενον, ὦ Πρώταρχε, λόγον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη δέχεσθαι· Φίληβος γὰρ ἡμῖν ὁ καλὸς ἀπείρηκεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δεῖ δὴ περὶ αὐτῶν τρόπῳ παντὶ τἀληθές πῃ περανθῆναι;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="11d"/><label>ΠΡΩ.</label> δεῖ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, πρὸς τούτοις διομολογησώμεθα καὶ τόδε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς νῦν ἡμῶν ἑκάτερος ἕξιν ψυχῆς καὶ διάθεσιν ἀποφαίνειν τινὰ ἐπιχειρήσει τὴν δυναμένην ἀνθρώποις πᾶσι τὸν βίον εὐδαίμονα παρέχειν. ἆρʼ οὐχ οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὑμεῖς μὲν τὴν τοῦ χαίρειν, ἡμεῖς δʼ αὖ τὴν τοῦ φρονεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ ἂν ἄλλη τις κρείττων τούτων φανῇ; μῶν οὐκ,
            <milestone unit="section" resp="Stephanus" n="11e"/> ἂν μὲν ἡδονῇ μᾶλλον φαίνηται συγγενής, ἡττώμεθα μὲν ἀμφότεροι τοῦ ταῦτα ἔχοντος βεβαίως βίου, κρατεῖ δὲ ὁ τῆς 
           <milestone unit="page" resp="Stephanus" n="12"/><milestone unit="section" resp="Stephanus" n="12a"/> ἡδονῆς τὸν τῆς φρονήσεως;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="12"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἂν δέ γε φρονήσει, νικᾷ μὲν φρόνησις τὴν ἡδονήν, ἡ δὲ ἡττᾶται; ταῦθʼ οὕτως ὁμολογούμενά φατε, ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἐμοὶ γοῦν δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ Φιλήβῳ; τί φῄς;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ἐμοὶ μὲν πάντως νικᾶν ἡδονὴ δοκεῖ καὶ δόξει· σὺ δέ, Πρώταρχε, αὐτὸς γνώσῃ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παραδούς, ὦ Φίληβε, ἡμῖν τὸν λόγον οὐκ ἂν ἔτι κύριος εἴης τῆς πρὸς Σωκράτη ὁμολογίας ἢ καὶ τοὐναντίον.</said></p><p><said who="#Φίληβος"><milestone unit="section" resp="Stephanus" n="12b"/><label>ΦΙ.</label> ἀληθῆ λέγεις· ἀλλὰ γὰρ ἀφοσιοῦμαι καὶ μαρτύρομαι νῦν αὐτὴν τὴν θεόν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ ἡμεῖς σοι τούτων γε αὐτῶν συμμάρτυρες ἂν εἶμεν, ὡς ταῦτα ἔλεγες ἃ λέγεις. ἀλλὰ δὴ τὰ μετὰ ταῦτα ἑξῆς, ὦ Σώκρατες, ὅμως καὶ μετὰ Φιλήβου ἑκόντος ἢ ὅπως ἂν ἐθέλῃ πειρώμεθα περαίνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πειρατέον, ἀπʼ αὐτῆς δὴ τῆς θεοῦ, ἣν ὅδε Ἀφροδίτην μὲν λέγεσθαί φησι, τὸ δʼ ἀληθέστατον αὐτῆς ὄνομα ἡδονὴν εἶναι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="12c"/><label>ΣΩ.</label> τὸ δʼ ἐμὸν δέος, ὦ Πρώταρχε, ἀεὶ πρὸς τὰ τῶν θεῶν ὀνόματα οὐκ ἔστι κατʼ ἄνθρωπον, ἀλλὰ πέρα τοῦ μεγίστου φόβου. καὶ νῦν τὴν μὲν Ἀφροδίτην, ὅπῃ ἐκείνῃ φίλον, ταύτῃ προσαγορεύω· τὴν δὲ ἡδονὴν οἶδα ὡς ἔστι ποικίλον, καὶ ὅπερ εἶπον, ἀπʼ ἐκείνης ἡμᾶς ἀρχομένους ἐνθυμεῖσθαι δεῖ καὶ σκοπεῖν ἥντινα φύσιν ἔχει. ἔστι γάρ, ἀκούειν μὲν οὕτως ἁπλῶς, ἕν τι, μορφὰς δὲ δήπου παντοίας εἴληφε καί τινα τρόπον ἀνομοίους ἀλλήλαις. ἰδὲ γάρ· ἥδεσθαι μέν φαμεν <milestone unit="section" resp="Stephanus" n="12d"/> τὸν ἀκολασταίνοντα ἄνθρωπον, ἥδεσθαι δὲ καὶ τὸν σωφρονοῦντα αὐτῷ τῷ σωφρονεῖν· ἥδεσθαι δʼ αὖ καὶ τὸν ἀνοηταίνοντα καὶ ἀνοήτων δοξῶν καὶ ἐλπίδων μεστόν, ἥδεσθαι δʼ αὖ τὸν φρονοῦντα αὐτῷ τῷ φρονεῖν· καὶ τούτων τῶν ἡδονῶν ἑκατέρας πῶς ἄν τις ὁμοίας ἀλλήλαις εἶναι λέγων οὐκ ἀνόητος φαίνοιτο ἐνδίκως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰσὶ μὲν γὰρ ἀπʼ ἐναντίων, ὦ Σώκρατες, αὗται πραγμάτων, οὐ μὴν αὐταί γε ἀλλήλαις ἐναντίαι. πῶς γὰρ <milestone unit="section" resp="Stephanus" n="12e"/> ἡδονῇ γε ἡδονὴ <del>μὴ</del> οὐχ ὁμοιότατον ἂν εἴη, τοῦτο αὐτὸ ἑαυτῷ, πάντων χρημάτων;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="13"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ χρῶμα, ὦ δαιμόνιε, χρώματι· κατά γε αὐτὸ τοῦτο οὐδὲν διοίσει τὸ χρῶμα εἶναι πᾶν, τό γε μὴν μέλαν τῷ λευκῷ πάντες γιγνώσκομεν ὡς πρὸς τῷ διάφορον εἶναι καὶ ἐναντιώτατον ὂν τυγχάνει. καὶ δὴ καὶ σχῆμα σχήματι κατὰ ταὐτόν· γένει μέν ἐστι πᾶν ἕν, τὰ δὲ μέρη τοῖς μέρεσιν
         <milestone unit="page" resp="Stephanus" n="13"/>
         <milestone unit="section" resp="Stephanus" n="13a"/> αὐτοῦ τὰ μὲν ἐναντιώτατα ἀλλήλοις, τὰ δὲ διαφορότητʼ ἔχοντα μυρίαν που τυγχάνει, καὶ πολλὰ ἕτερα οὕτως ἔχονθʼ εὑρήσομεν. ὥστε τούτῳ γε τῷ λόγῳ μὴ πίστευε, τῷ πάντα τὰ ἐναντιώτατα ἓν ποιοῦντι. φοβοῦμαι δὲ μή τινας ἡδονὰς ἡδοναῖς εὑρήσομεν ἐναντίας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως· ἀλλὰ τί τοῦθʼ ἡμῶν βλάψει τὸν λόγον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι προσαγορεύεις αὐτὰ ἀνόμοια ὄντα ἑτέρῳ, φήσομεν, ὀνόματι· λέγεις γὰρ ἀγαθὰ πάντʼ εἶναι τὰ ἡδέα. τὸ μὲν οὖν μὴ οὐχὶ ἡδέα εἶναι τὰ ἡδέα λόγος οὐδεὶς ἀμφισβητεῖ· <milestone unit="section" resp="Stephanus" n="13b"/> κακὰ δʼ ὄντα αὐτῶν τὰ πολλὰ καὶ ἀγαθὰ δέ, ὡς ἡμεῖς φαμέν, ὅμως πάντα σὺ προσαγορεύεις ἀγαθὰ αὐτά, ὁμολογῶν ἀνόμοια εἶναι, τῷ λόγῳ εἴ τίς σε προσαναγκάζοι. τί οὖν δὴ ταὐτὸν ἐν ταῖς κακαῖς ὁμοίως καὶ ἐν ἀγαθαῖς ἐνὸν πάσας ἡδονὰς ἀγαθὸν εἶναι προσαγορεύεις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς λέγεις, ὦ Σώκρατες; οἴει γάρ τινα συγχωρήσεσθαι, θέμενον ἡδονὴν εἶναι τἀγαθόν, εἶτα ἀνέξεσθαί σου <milestone unit="section" resp="Stephanus" n="13c"/> λέγοντος τὰς μὲν εἶναί τινας ἀγαθὰς ἡδονάς, τὰς δέ τινας ἑτέρας αὐτῶν κακάς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὖν ἀνομοίους γε φήσεις αὐτὰς ἀλλήλαις εἶναι καί τινας ἐναντίας.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὔτι καθʼ ὅσον γε ἡδοναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάλιν εἰς τὸν αὐτὸν φερόμεθα λόγον, ὦ Πρώταρχε, οὐδʼ ἄρα ἡδονὴν ἡδονῆς διάφορον, ἀλλὰ πάσας ὁμοίας εἶναι φήσομεν, καὶ τὰ παραδείγματα ἡμᾶς τὰ νυνδὴ λεχθέντα οὐδὲν τιτρώσκει, πεισόμεθα δὲ καὶ ἐροῦμεν ἅπερ οἱ πάντων <milestone unit="section" resp="Stephanus" n="13d"/> φαυλότατοί τε καὶ περὶ λόγους ἅμα νέοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ ποῖα δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι σε μιμούμενος ἐγὼ καὶ ἀμυνόμενος ἐὰν τολμῶ λέγειν ὡς τὸ ἀνομοιότατόν ἐστι τῷ ἀνομοιοτάτῳ πάντων ὁμοιότατον, ἕξω τὰ αὐτὰ σοὶ λέγειν, καὶ φανούμεθά γε νεώτεροι τοῦ δέοντος, καὶ ὁ λόγος ἡμῖν ἐκπεσὼν οἰχήσεται. πάλιν οὖν αὐτὸν ἀνακρουώμεθα, καὶ τάχʼ ἂν ἰόντες εἰς τὰς ὁμοίας ἴσως ἄν πως ἀλλήλοις συγχωρήσαιμεν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="13e"/><label>ΠΡΩ.</label> λέγε πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐμὲ θὲς ὑπὸ σοῦ πάλιν ἐρωτώμενον, ὦ Πρώταρχε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φρόνησίς τε καὶ ἐπιστήμη καὶ νοῦς καὶ πάνθʼ ὁπόσα δὴ κατʼ ἀρχὰς ἐγὼ θέμενος εἶπον ἀγαθά, διερωτώμενος ὅτι ποτʼ ἐστὶν ἀγαθόν, ἆρʼ οὐ ταὐτὸν πείσονται τοῦτο ὅπερ ὁ σὸς λόγος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="14"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πολλαί τε αἱ συνάπασαι ἐπιστῆμαι δόξουσιν εἶναι καὶ ἀνόμοιοί τινες αὐτῶν ἀλλήλαις· εἰ δὲ καὶ ἐναντίαι πῃ
       
            <milestone unit="page" resp="Stephanus" n="14"/>
            <milestone unit="section" resp="Stephanus" n="14a"/> γίγνονταί τινες, ἆρα ἄξιος ἂν εἴην τοῦ διαλέγεσθαι νῦν, εἰ φοβηθεὶς τοῦτο αὐτὸ μηδεμίαν ἀνόμοιον φαίην ἐπιστήμην ἐπιστήμῃ γίγνεσθαι, κἄπειθʼ ἡμῖν οὕτως ὁ λόγος ὥσπερ μῦθος ἀπολόμενος οἴχοιτο, αὐτοὶ δὲ σῳζοίμεθα ἐπί τινος ἀλογίας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οὐ μὴν δεῖ τοῦτο γενέσθαι, πλὴν τοῦ σωθῆναι. τό γε μήν μοι ἴσον τοῦ σοῦ τε καὶ ἐμοῦ λόγου ἀρέσκει· πολλαὶ μὲν ἡδοναὶ καὶ ἀνόμοιοι γιγνέσθων, πολλαὶ δὲ ἐπιστῆμαι καὶ διάφοροι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="14b"/><label>ΣΩ.</label> τὴν τοίνυν διαφορότητα, ὦ Πρώταρχε, <del>τοῦ ἀγαθοῦ</del> τοῦ τʼ ἐμοῦ καὶ τοῦ σοῦ μὴ ἀποκρυπτόμενοι, κατατιθέντες δὲ εἰς τὸ μέσον, τολμῶμεν, ἄν πῃ ἐλεγχόμενοι μηνύσωσι πότερον ἡδονὴν τἀγαθὸν δεῖ λέγειν ἢ φρόνησιν ἤ τι τρίτον ἄλλο εἶναι. νῦν γὰρ οὐ δήπου πρός γε αὐτὸ τοῦτο φιλονικοῦμεν, ὅπως ἁγὼ τίθεμαι, ταῦτʼ ἔσται τὰ νικῶντα, ἢ ταῦθʼ ἃ σύ, τῷ δʼ ἀληθεστάτῳ δεῖ που συμμαχεῖν ἡμᾶς ἄμφω.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δεῖ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="14c"/><label>ΣΩ.</label> τοῦτον τοίνυν τὸν λόγον ἔτι μᾶλλον διʼ ὁμολογίας βεβαιωσώμεθα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸν ποῖον δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν πᾶσι παρέχοντα ἀνθρώποις πράγματα ἑκοῦσί τε καὶ ἄκουσιν ἐνίοις καὶ ἐνίοτε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε σαφέστερον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν νυνδὴ παραπεσόντα λέγω, φύσει πως πεφυκότα θαυμαστόν. ἓν γὰρ δὴ τὰ πολλὰ εἶναι καὶ τὸ ἓν πολλὰ θαυμαστὸν λεχθέν, καὶ ῥᾴδιον ἀμφισβητῆσαι τῷ τούτων ὁποτερονοῦν τιθεμένῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἆρʼ οὖν λέγεις ὅταν τις ἐμὲ φῇ Πρώταρχον ἕνα <milestone unit="section" resp="Stephanus" n="14d"/> γεγονότα φύσει πολλοὺς εἶναι πάλιν τοὺς ἐμὲ καὶ ἐναντίους ἀλλήλοις, μέγαν καὶ σμικρὸν τιθέμενος καὶ βαρὺν καὶ κοῦφον τὸν αὐτὸν καὶ ἄλλα μυρία;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σὺ μέν, ὦ Πρώταρχε, εἴρηκας τὰ δεδημευμένα τῶν θαυμαστῶν περὶ τὸ ἓν καὶ πολλά, συγκεχωρημένα δὲ ὡς ἔπος εἰπεῖν ὑπὸ πάντων ἤδη μὴ δεῖν τῶν τοιούτων ἅπτεσθαι, παιδαριώδη καὶ ῥᾴδια καὶ σφόδρα τοῖς λόγοις ἐμπόδια ὑπολαμβανόντων γίγνεσθαι, ἐπεὶ μηδὲ τὰ τοιάδε, ὅταν τις <milestone unit="section" resp="Stephanus" n="14e"/> ἑκάστου τὰ μέλη τε καὶ ἅμα μέρη διελὼν τῷ λόγῳ, πάντα ταῦτα τὸ ἓν ἐκεῖνο εἶναι διομολογησάμενος, ἐλέγχῃ καταγελῶν ὅτι τέρατα διηνάγκασται φάναι, τό τε ἓν ὡς πολλά ἐστι καὶ ἄπειρα, καὶ τὰ πολλὰ ὡς ἓν μόνον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σὺ δὲ δὴ ποῖα, ὦ Σώκρατες, ἕτερα λέγεις, ἃ μήπω συγκεχωρημένα δεδήμευται περὶ τὸν αὐτὸν τοῦτον λόγον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="15"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="15"/><milestone unit="section" resp="Stephanus" n="15a"/><label>ΣΩ.</label> ὁπόταν, ὦ παῖ, τὸ ἓν μὴ τῶν γιγνομένων τε καὶ ἀπολλυμένων τις τιθῆται, καθάπερ ἀρτίως ἡμεῖς εἴπομεν. ἐνταυθοῖ μὲν γὰρ καὶ τὸ τοιοῦτον ἕν, ὅπερ εἴπομεν νυνδή, συγκεχώρηται τὸ μὴ δεῖν ἐλέγχειν· ὅταν δέ τις ἕνα ἄνθρωπον ἐπιχειρῇ τίθεσθαι καὶ βοῦν ἕνα καὶ τὸ καλὸν ἓν καὶ τὸ ἀγαθὸν ἕν, περὶ τούτων τῶν ἑνάδων καὶ τῶν τοιούτων ἡ πολλὴ σπουδὴ μετὰ διαιρέσεως ἀμφισβήτησις γίγνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="15b"/><label>ΣΩ.</label> πρῶτον μὲν εἴ τινας δεῖ τοιαύτας εἶναι μονάδας ὑπολαμβάνειν ἀληθῶς οὔσας· εἶτα πῶς αὖ ταύτας, μίαν ἑκάστην οὖσαν ἀεὶ τὴν αὐτὴν καὶ μήτε γένεσιν μήτε ὄλεθρον προσδεχομένην, ὅμως εἶναι βεβαιότατα μίαν ταύτην; μετὰ δὲ τοῦτʼ ἐν τοῖς γιγνομένοις αὖ καὶ ἀπείροις εἴτε διεσπασμένην καὶ πολλὰ γεγονυῖαν θετέον, εἴθʼ ὅλην αὐτὴν αὑτῆς χωρίς, ὃ δὴ πάντων ἀδυνατώτατον φαίνοιτʼ ἄν, ταὐτὸν καὶ ἓν ἅμα ἐν ἑνί τε καὶ πολλοῖς γίγνεσθαι. ταῦτʼ ἔστι τὰ <milestone unit="section" resp="Stephanus" n="15c"/> περὶ τὰ τοιαῦτα ἓν καὶ πολλά, ἀλλʼ οὐκ ἐκεῖνα, ὦ Πρώταρχε, ἁπάσης ἀπορίας αἴτια μὴ καλῶς ὁμολογηθέντα καὶ εὐπορίας <del>ἂν</del> αὖ καλῶς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκοῦν χρὴ τοῦθʼ ἡμᾶς, ὦ Σώκρατες, ἐν τῷ νῦν πρῶτον διαπονήσασθαι;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὡς γοῦν ἐγὼ φαίην ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πάντας τοίνυν ἡμᾶς ὑπόλαβε συγχωρεῖν σοι τούσδε τὰ τοιαῦτα· Φίληβον δʼ ἴσως κράτιστον ἐν τῷ νῦν ἐπερωτῶντα μὴ κινεῖν εὖ κείμενον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="15d"/><label>ΣΩ.</label> εἶεν· πόθεν οὖν τις ταύτης ἄρξηται πολλῆς οὔσης καὶ παντοίας περὶ τὰ ἀμφισβητούμενα μάχης; ἆρʼ ἐνθένδε;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πόθεν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φαμέν που ταὐτὸν ἓν καὶ πολλὰ ὑπὸ λόγων γιγνόμενα περιτρέχειν πάντῃ καθʼ ἕκαστον τῶν λεγομένων ἀεί, καὶ πάλαι καὶ νῦν. καὶ τοῦτο οὔτε μὴ παύσηταί ποτε οὔτε ἤρξατο νῦν, ἀλλʼ ἔστι τὸ τοιοῦτον, ὡς ἐμοὶ φαίνεται, τῶν λόγων αὐτῶν ἀθάνατόν τι καὶ ἀγήρων πάθος ἐν ἡμῖν· ὁ δὲ πρῶτον αὐτοῦ γευσάμενος ἑκάστοτε τῶν νέων, ἡσθεὶς ὥς <milestone unit="section" resp="Stephanus" n="15e"/> τινα σοφίας ηὑρηκὼς θησαυρόν, ὑφʼ ἡδονῆς ἐνθουσιᾷ τε καὶ πάντα κινεῖ λόγον ἅσμενος, τοτὲ μὲν ἐπὶ θάτερα κυκλῶν καὶ συμφύρων εἰς ἕν, τοτὲ δὲ πάλιν ἀνειλίττων καὶ διαμερίζων, εἰς ἀπορίαν αὑτὸν μὲν πρῶτον καὶ μάλιστα καταβάλλων, δεύτερον δʼ ἀεὶ τὸν ἐχόμενον, ἄντε νεώτερος ἄντε πρεσβύτερος ἄντε ἧλιξ ὢν τυγχάνῃ, φειδόμενος οὔτε πατρὸς οὔτε μητρὸς                                                                                   <milestone unit="page" resp="Stephanus" n="16"/>
          <milestone unit="section" resp="Stephanus" n="16a"/> οὔτε ἄλλου τῶν ἀκουόντων οὐδενός, ὀλίγου δὲ καὶ τῶν ἄλλων ζῴων, οὐ μόνον τῶν ἀνθρώπων, ἐπεὶ βαρβάρων γε οὐδενὸς ἂν φείσαιτο, εἴπερ μόνον ἑρμηνέα ποθὲν ἔχοι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="16"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἆρʼ, ὦ Σώκρατες, οὐχ ὁρᾷς ἡμῶν τὸ πλῆθος, ὅτι νέοι πάντες ἐσμέν, καὶ οὐ φοβῇ μή σοι μετὰ Φιλήβου συνεπιθώμεθα, ἐὰν ἡμᾶς λοιδορῇς; ὅμως δὲ μανθάνομεν γὰρ ὃ λέγεις, εἴ τις τρόπος ἔστι καὶ μηχανὴ τὴν μὲν τοιαύτην ταραχὴν ἡμῖν ἔξω τοῦ λόγου εὐμενῶς πως ἀπελθεῖν, ὁδὸν δέ <milestone unit="section" resp="Stephanus" n="16b"/> τινα καλλίω ταύτης ἐπὶ τὸν λόγον ἀνευρεῖν, σύ τε προθυμοῦ τοῦτο καὶ ἡμεῖς συνακολουθήσομεν εἰς δύναμιν· οὐ γὰρ σμικρὸς ὁ παρὼν λόγος, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ οὖν, ὦ παῖδες, ὥς φησιν ὑμᾶς προσαγορεύων Φίληβος. οὐ μὴν ἔστι καλλίων ὁδὸς οὐδʼ ἂν γένοιτο ἧς ἐγὼ ἐραστὴς μέν εἰμι ἀεί, πολλάκις δέ με ἤδη διαφυγοῦσα ἔρημον καὶ ἄπορον κατέστησεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίς αὕτη; λεγέσθω μόνον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="16c"/><label>ΣΩ.</label> ἣν δηλῶσαι μὲν οὐ πάνυ χαλεπόν, χρῆσθαι δὲ παγχάλεπον· πάντα γὰρ ὅσα τέχνης ἐχόμενα ἀνηυρέθη πώποτε διὰ ταύτης φανερὰ γέγονε. σκόπει δὲ ἣν λέγω.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεῶν μὲν εἰς ἀνθρώπους δόσις, ὥς γε καταφαίνεται ἐμοί, ποθὲν ἐκ θεῶν ἐρρίφη διά τινος Προμηθέως ἅμα φανοτάτῳ τινὶ πυρί· καὶ οἱ μὲν παλαιοί, κρείττονες ἡμῶν καὶ ἐγγυτέρω θεῶν οἰκοῦντες, ταύτην φήμην παρέδοσαν, ὡς ἐξ ἑνὸς μὲν καὶ πολλῶν ὄντων τῶν ἀεὶ λεγομένων εἶναι, πέρας δὲ καὶ ἀπειρίαν ἐν αὑτοῖς σύμφυτον ἐχόντων. δεῖν <milestone unit="section" resp="Stephanus" n="16d"/> οὖν ἡμᾶς τούτων οὕτω διακεκοσμημένων ἀεὶ μίαν ἰδέαν περὶ παντὸς ἑκάστοτε θεμένους ζητεῖν—εὑρήσειν γὰρ ἐνοῦσαν— ἐὰν οὖν μεταλάβωμεν, μετὰ μίαν δύο, εἴ πως εἰσί, σκοπεῖν, εἰ δὲ μή, τρεῖς ἤ τινα ἄλλον ἀριθμόν, καὶ τῶν ἓν ἐκείνων ἕκαστον πάλιν ὡσαύτως, μέχριπερ ἂν τὸ κατʼ ἀρχὰς ἓν μὴ ὅτι ἓν καὶ πολλὰ καὶ ἄπειρά ἐστι μόνον ἴδῃ τις, ἀλλὰ καὶ ὁπόσα· τὴν δὲ τοῦ ἀπείρου ἰδέαν πρὸς τὸ πλῆθος μὴ προσφέρειν πρὶν ἄν τις τὸν ἀριθμὸν αὐτοῦ πάντα κατίδῃ τὸν <milestone unit="section" resp="Stephanus" n="16e"/> μεταξὺ τοῦ ἀπείρου τε καὶ τοῦ ἑνός, τότε δʼ ἤδη τὸ ἓν ἕκαστον τῶν πάντων εἰς τὸ ἄπειρον μεθέντα χαίρειν ἐᾶν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="17"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> οἱ μὲν οὖν θεοί, ὅπερ εἶπον, οὕτως ἡμῖν παρέδοσαν σκοπεῖν καὶ μανθάνειν καὶ διδάσκειν ἀλλήλους· οἱ δὲ νῦν τῶν ἀνθρώπων
               <milestone unit="page" resp="Stephanus" n="17"/><milestone unit="section" resp="Stephanus" n="17a"/>
 σοφοὶ ἓν μέν, ὅπως ἂν τύχωσι, καὶ πολλὰ θᾶττον καὶ βραδύτερον ποιοῦσι τοῦ δέοντος, μετὰ δὲ τὸ ἓν ἄπειρα εὐθύς, τὰ δὲ μέσα αὐτοὺς ἐκφεύγει—οἷς διακεχώρισται τό τε διαλεκτικῶς πάλιν καὶ τὸ ἐριστικῶς ἡμᾶς ποιεῖσθαι πρὸς ἀλλήλους τοὺς λόγους.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ μέν πως, ὦ Σώκρατες, δοκῶ σου μανθάνειν, τὰ δὲ ἔτι σαφέστερον δέομαι ἃ λέγεις ἀκοῦσαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σαφὲς μήν, ὦ Πρώταρχε, ἐστὶν ἐν τοῖς γράμμασιν ὃ λέγω, καὶ λάμβανʼ αὐτὸ ἐν τούτοις οἷσπερ καὶ <milestone unit="section" resp="Stephanus" n="17b"/> πεπαίδευσαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φωνὴ μὲν ἡμῖν ἐστί που μία διὰ τοῦ στόματος ἰοῦσα, καὶ ἄπειρος αὖ πλήθει, πάντων τε καὶ ἑκάστου.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ οὐδὲν ἑτέρῳ γε τούτων ἐσμέν πω σοφοί, οὔτε ὅτι τὸ ἄπειρον αὐτῆς ἴσμεν οὔθʼ ὅτι τὸ ἕν· ἀλλʼ ὅτι πόσα τʼ ἐστὶ καὶ ὁποῖα, τοῦτό ἐστι τὸ γραμματικὸν ἕκαστον ποιοῦν ἡμῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ τὸ μουσικὸν ὃ τυγχάνει ποιοῦν, τοῦτʼ ἔστι ταὐτόν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="17c"/><label>ΣΩ.</label> φωνὴ μέν που καὶ τὸ κατʼ ἐκείνην τὴν τέχνην ἐστὶ μία ἐν αὐτῇ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύο δὲ θῶμεν βαρὺ καὶ ὀξύ, καὶ τρίτον ὁμότονον. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὔπω σοφὸς ἂν εἴης τὴν μουσικὴν εἰδὼς ταῦτα μόνα, μὴ δὲ εἰδὼς ὥς γʼ ἔπος εἰπεῖν εἰς ταῦτα οὐδενὸς ἄξιος ἔσῃ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ, ὦ φίλε, ἐπειδὰν λάβῃς τὰ διαστήματα ὁπόσα ἐστὶ τὸν ἀριθμὸν τῆς φωνῆς ὀξύτητός τε πέρι καὶ βαρύτητος, <milestone unit="section" resp="Stephanus" n="17d"/> καὶ ὁποῖα, καὶ τοὺς ὅρους τῶν διαστημάτων, καὶ τὰ ἐκ τούτων ὅσα συστήματα γέγονεν—ἃ κατιδόντες οἱ πρόσθεν παρέδοσαν ἡμῖν τοῖς ἑπομένοις ἐκείνοις καλεῖν αὐτὰ ἁρμονίας, ἔν τε ταῖς κινήσεσιν αὖ τοῦ σώματος ἕτερα τοιαῦτα ἐνόντα πάθη γιγνόμενα, ἃ δὴ διʼ ἀριθμῶν μετρηθέντα δεῖν αὖ φασι ῥυθμοὺς καὶ μέτρα ἐπονομάζειν, καὶ ἅμα ἐννοεῖν ὡς οὕτω δεῖ περὶ παντὸς ἑνὸς καὶ πολλῶν σκοπεῖν—ὅταν γὰρ αὐτά <milestone unit="section" resp="Stephanus" n="17e"/> τε λάβῃς οὕτω, τότε ἐγένου σοφός, ὅταν τε ἄλλο τῶν ἓν ὁτιοῦν ταύτῃ σκοπούμενος ἕλῃς, οὕτως ἔμφρων περὶ τοῦτο γέγονας· τὸ δʼ ἄπειρόν σε ἑκάστων καὶ ἐν ἑκάστοις πλῆθος ἄπειρον ἑκάστοτε ποιεῖ τοῦ φρονεῖν καὶ οὐκ ἐλλόγιμον οὐδʼ ἐνάριθμον, ἅτʼ οὐκ εἰς ἀριθμὸν οὐδένα ἐν οὐδενὶ πώποτε ἀπιδόντα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστα, ὦ Φίληβε, ἔμοιγε τὰ νῦν λεγόμενα εἰρηκέναι φαίνεται Σωκράτης.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="18"><p><said who="#Φίληβος"><milestone unit="page" resp="Stephanus" n="18"/><milestone unit="section" resp="Stephanus" n="18a"/><label>ΦΙ.</label> κἀμοὶ ταῦτά γε αὐτά· ἀλλὰ τί δή ποτε πρὸς ἡμᾶς ὁ λόγος οὗτος νῦν εἴρηται καὶ τί ποτε βουλόμενος;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μέντοι τοῦθʼ ἡμᾶς, ὦ Πρώταρχε, ἠρώτηκε Φίληβος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν, καὶ ἀποκρίνου γε αὐτῷ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δράσω ταῦτα διελθὼν σμικρὸν ἔτι περὶ αὐτῶν τούτων. ὥσπερ γὰρ ἓν ὁτιοῦν εἴ τίς ποτε λάβοι, τοῦτον, ὥς φαμεν, οὐκ ἐπʼ ἀπείρου φύσιν δεῖ βλέπειν εὐθὺς ἀλλʼ ἐπί τινα ἀριθμόν, οὕτω καὶ τὸ ἐναντίον ὅταν τις τὸ ἄπειρον <milestone unit="section" resp="Stephanus" n="18b"/> ἀναγκασθῇ πρῶτον λαμβάνειν, μὴ ἐπὶ τὸ ἓν εὐθύς, ἀλλʼ <del>ἐπʼ</del> ἀριθμὸν αὖ τινα πλῆθος ἕκαστον ἔχοντά τι κατανοεῖν, τελευτᾶν τε ἐκ πάντων εἰς ἕν. πάλιν δὲ ἐν τοῖς γράμμασι τὸ νῦν λεγόμενον λάβωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ φωνὴν ἄπειρον κατενόησεν εἴτε τις θεὸς εἴτε καὶ θεῖος ἄνθρωπος—ὡς λόγος ἐν Αἰγύπτῳ Θεῦθ τινα τοῦτον γενέσθαι λέγων, ὃς πρῶτος τὰ φωνήεντα ἐν τῷ ἀπείρῳ κατενόησεν οὐχ ἓν ὄντα ἀλλὰ πλείω, καὶ πάλιν <milestone unit="section" resp="Stephanus" n="18c"/> ἕτερα φωνῆς μὲν οὔ, φθόγγου δὲ μετέχοντά τινος, ἀριθμὸν δέ τινα καὶ τούτων εἶναι, τρίτον δὲ εἶδος γραμμάτων διεστήσατο τὰ νῦν λεγόμενα ἄφωνα ἡμῖν· τὸ μετὰ τοῦτο διῄρει τά τε ἄφθογγα καὶ ἄφωνα μέχρι ἑνὸς ἑκάστου, καὶ τὰ φωνήεντα καὶ τὰ μέσα κατὰ τὸν αὐτὸν τρόπον, ἕως ἀριθμὸν αὐτῶν λαβὼν ἑνί τε ἑκάστῳ καὶ σύμπασι <term>στοιχεῖον</term> ἐπωνόμασε· καθορῶν δὲ ὡς οὐδεὶς ἡμῶν οὐδʼ ἂν ἓν αὐτὸ καθʼ αὑτὸ ἄνευ πάντων αὐτῶν μάθοι, τοῦτον τὸν δεσμὸν αὖ λογισάμενος ὡς <milestone unit="section" resp="Stephanus" n="18d"/> ὄντα ἕνα καὶ πάντα ταῦτα ἕν πως ποιοῦντα μίαν ἐπʼ αὐτοῖς ὡς οὖσαν γραμματικὴν τέχνην ἐπεφθέγξατο προσειπών.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ταῦτʼ ἔτι σαφέστερον ἐκείνων αὐτά γε πρὸς ἄλληλα, ὦ Πρώταρχε, ἔμαθον· τὸ δʼ αὐτό μοι τοῦ λόγου νῦν τε καὶ σμικρὸν ἔμπροσθεν ἐλλείπεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν, ὦ Φίληβε, τὸ τί πρὸς ἔπος αὖ ταῦτʼ ἐστίν;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ναί, τοῦτʼ ἔστιν ὃ πάλαι ζητοῦμεν ἐγώ τε καὶΠρώταρχος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ μὴν ἐπʼ αὐτῷ γε ἤδη γεγονότες ζητεῖτε, ὡς φῄς, <milestone unit="section" resp="Stephanus" n="18e"/> πάλαι.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐ περὶ φρονήσεως ἦν καὶ ἡδονῆς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος, ὁπότερον αὐτοῖν αἱρετέον;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἕν γε ἑκάτερον αὐτοῖν εἶναί φαμεν.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> πάνυ μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="19"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ αὐτὸ τοίνυν ἡμᾶς ὁ πρόσθεν λόγος ἀπαιτεῖ, πῶς ἔστιν ἓν καὶ πολλὰ αὐτῶν ἑκάτερον, καὶ πῶς μὴ ἄπειρα
            <milestone unit="page" resp="Stephanus" n="19"/><milestone unit="section" resp="Stephanus" n="19a"/>
            εὐθύς, ἀλλά τινά ποτε ἀριθμὸν ἑκάτερον ἔμπροσθεν κέκτηται τοῦ ἄπειρα αὐτῶν ἕκαστα γεγονέναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ εἰς φαῦλόν γε ἐρώτημα, ὦ Φίληβε, οὐκ οἶδʼ ὅντινα τρόπον κύκλῳ πως περιαγαγὼν ἡμᾶς ἐμβέβληκε Σωκράτης. καὶ σκόπει δὴ πότερος ἡμῶν ἀποκρινεῖται τὸ νῦν ἐρωτώμενον. ἴσως δὴ γελοῖον τὸ ἐμὲ τοῦ λόγου διάδοχον παντελῶς ὑποστάντα διὰ τὸ μὴ δύνασθαι τὸ νῦν ἐρωτηθὲν ἀποκρίνασθαι σοὶ πάλιν τοῦτο προστάττειν· γελοιότερον <milestone unit="section" resp="Stephanus" n="19b"/> δʼ οἶμαι πολὺ τὸ μηδέτερον ἡμῶν δύνασθαι. σκόπει δὴ τί δράσομεν. εἴδη γάρ μοι δοκεῖ νῦν ἐρωτᾶν ἡδονῆς ἡμᾶς Σωκράτης εἴτε ἔστιν εἴτε μή, καὶ ὁπόσα ἐστὶ καὶ ὁποῖα· τῆς τʼ αὖ φρονήσεως πέρι κατὰ ταὐτὰ ὡσαύτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθέστατα λέγεις, ὦ παῖ Καλλίου· μὴ γὰρ δυνάμενοι τοῦτο κατὰ παντὸς ἑνὸς καὶ ὁμοίου καὶ ταὐτοῦ δρᾶν καὶ τοῦ ἐναντίου, ὡς ὁ παρελθὼν λόγος ἐμήνυσεν, οὐδεὶς εἰς οὐδὲν οὐδενὸς ἂν ἡμῶν οὐδέποτε γένοιτο ἄξιος.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="19c"/><label>ΠΡΩ.</label> σχεδὸν ἔοικεν οὕτως, ὦ Σώκρατες, ἔχειν. ἀλλὰ καλὸν μὲν τὸ σύμπαντα γιγνώσκειν τῷ σώφρονι, δεύτερος δʼ εἶναι πλοῦς δοκεῖ μὴ λανθάνειν αὐτὸν αὑτόν. τί δή μοι τοῦτο εἴρηται τὰ νῦν; ἐγώ σοι φράσω. σὺ τήνδε ἡμῖν τὴν συνουσίαν, ὦ Σώκρατες, ἐπέδωκας πᾶσι καὶ σεαυτὸν πρὸς τὸ διελέσθαι τί τῶν ἀνθρωπίνων κτημάτων ἄριστον. Φιλήβου γὰρ εἰπόντος ἡδονὴν καὶ τέρψιν καὶ χαρὰν καὶ πάνθʼ ὁπόσα τοιαῦτʼ ἐστί, σὺ πρὸς αὐτὰ ἀντεῖπες ὡς οὐ ταῦτα <milestone unit="section" resp="Stephanus" n="19d"/> ἀλλʼ ἐκεῖνά ἐστιν ἃ πολλάκις ἡμᾶς αὐτοὺς ἀναμιμνῄσκομεν ἑκόντες, ὀρθῶς δρῶντες, ἵνʼ ἐν μνήμῃ παρακείμενα ἑκάτερα βασανίζηται. φῂς δʼ, ὡς ἔοικε, σὺ τὸ προσρηθησόμενον ὀρθῶς ἄμεινον ἡδονῆς γε ἀγαθὸν εἶναι νοῦν, ἐπιστήμην, σύνεσιν, τέχνην καὶ πάντα αὖ τὰ τούτων συγγενῆ, <add>ἃ</add> κτᾶσθαι δεῖν ἀλλʼ οὐχὶ ἐκεῖνα. τούτων δὴ μετʼ ἀμφισβητήσεως ἑκατέρων λεχθέντων ἡμεῖς σοι μετὰ παιδιᾶς ἠπειλήσαμεν <milestone unit="section" resp="Stephanus" n="19e"/> ὡς οὐκ ἀφήσομεν οἴκαδέ σε πρὶν ἂν τούτων τῶν λόγων πέρας ἱκανὸν γένηταί τι διορισθέντων, σὺ δὲ συνεχώρησας καὶ ἔδωκας εἰς ταῦθʼ ἡμῖν σαυτόν, ἡμεῖς δὲ δὴ λέγομεν, καθάπερ οἱ παῖδες, ὅτι τῶν ὀρθῶς δοθέντων ἀφαίρεσις οὐκ ἔστι· παῦσαι δὴ τὸν τρόπον ἡμῖν ἀπαντῶν τοῦτον ἐπὶ τὰ νῦν λεγόμενα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνα λέγεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="20"><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="20"/><milestone unit="section" resp="Stephanus" n="20a"/><label>ΠΡΩ.</label> εἰς ἀπορίαν ἐμβάλλων καὶ ἀνερωτῶν ὧν μὴ δυναίμεθʼ ἂν ἱκανὴν ἀπόκρισιν ἐν τῷ παρόντι διδόναι σοι. μὴ γὰρ οἰώμεθα τέλος ἡμῖν εἶναι τῶν νῦν τὴν πάντων ἡμῶν ἀπορίαν, ἀλλʼ εἰ δρᾶν τοῦθʼ ἡμεῖς ἀδυνατοῦμεν, σοὶ δραστέον· ὑπέσχου γάρ. βουλεύου δὴ πρὸς ταῦτα αὐτὸς πότερον ἡδονῆς εἴδη σοι καὶ ἐπιστήμης διαιρετέον ἢ καὶ ἐατέον, εἴ πῃ καθʼ ἕτερόν τινα τρόπον οἷός τʼ εἶ καὶ βούλει δηλῶσαί πως ἄλλως τὰ νῦν ἀμφισβητούμενα παρʼ ἡμῖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="20b"/><label>ΣΩ.</label> δεινὸν μὲν τοίνυν ἔτι προσδοκᾶν οὐδὲν δεῖ τὸν ἐμέ, ἐπειδὴ τοῦθʼ οὕτως εἶπες· τὸ γὰρ εἰ βούλει ῥηθὲν λύει πάντα φόβον ἑκάστων πέρι. πρὸς δὲ αὖ τοῖς μνήμην τινὰ δοκεῖ τίς μοι δεδωκέναι θεῶν ἡμῖν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δὴ καὶ τίνων;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λόγων ποτέ τινων πάλαι ἀκούσας ὄναρ ἢ καὶ ἐγρηγορὼς νῦν ἐννοῶ περί τε ἡδονῆς καὶ φρονήσεως, ὡς οὐδέτερον αὐτοῖν ἐστι τἀγαθόν, ἀλλὰ ἄλλο τι τρίτον, ἕτερον μὲν τούτων, ἄμεινον δὲ ἀμφοῖν. καίτοι τοῦτό γε ἂν ἐναργῶς <milestone unit="section" resp="Stephanus" n="20c"/> ἡμῖν φανῇ νῦν, ἀπήλλακται μὲν ἡδονὴ τοῦ νικᾶν· τὸ γὰρ ἀγαθὸν οὐκ ἂν ἔτι ταὐτὸν αὐτῇ γίγνοιτο. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῶν δέ γε εἰς τὴν διαίρεσιν εἰδῶν ἡδονῆς οὐδὲν ἔτι προσδεησόμεθα κατʼ ἐμὴν δόξαν. προϊὸν δʼ ἔτι σαφέστερον δείξει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστʼ εἰπὼν οὕτω καὶ διαπέραινε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μίκρʼ ἄττα τοίνυν ἔμπροσθεν ἔτι διομολογησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὰ ποῖα;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="20d"/><label>ΣΩ.</label> τὴν τἀγαθοῦ μοῖραν πότερον ἀνάγκη τέλεον ἢ μὴ τέλεον εἶναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάντων δήπου τελεώτατον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; ἱκανὸν τἀγαθόν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ; καὶ πάντων γε εἰς τοῦτο διαφέρειν τῶν ὄντων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε γε μήν, ὡς οἶμαι, περὶ αὐτοῦ ἀναγκαιότατον εἶναι λέγειν, ὡς πᾶν τὸ γιγνῶσκον αὐτὸ θηρεύει καὶ ἐφίεται βουλόμενον ἑλεῖν καὶ περὶ αὑτὸ κτήσασθαι, καὶ τῶν ἄλλων οὐδὲν φροντίζει πλὴν τῶν ἀποτελουμένων ἅμα ἀγαθοῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐκ ἔστι τούτοις ἀντειπεῖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="20e"/><label>ΣΩ.</label> σκοπῶμεν δὴ καὶ κρίνωμεν τόν τε ἡδονῆς καὶ τὸν φρονήσεως βίον ἰδόντες χωρίς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς εἶπες;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="21"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μήτε ἐν τῷ τῆς ἡδονῆς ἐνέστω φρόνησις μήτʼ ἐν τῷ τῆς φρονήσεως ἡδονή. δεῖ γάρ, εἴπερ πότερον αὐτῶν ἔστʼ ἀγαθόν, μηδὲν μηδενὸς ἔτι προσδεῖσθαι· δεόμενον δʼ
       <milestone unit="page" resp="Stephanus" n="21"/><milestone unit="section" resp="Stephanus" n="21a"/> ἂν φανῇ πότερον, οὐκ ἔστι που τοῦτʼ ἔτι τὸ ὄντως ἡμῖν ἀγαθόν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν σοὶ πειρώμεθα βασανίζοντες ταῦτα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀποκρίνου δή.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δέξαιʼ ἄν, Πρώταρχε, σὺ ζῆν τὸν βίον ἅπαντα ἡδόμενος ἡδονὰς τὰς μεγίστας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἔτι τινὸς ἄν σοι προσδεῖν ἡγοῖο, εἰ τοῦτʼ ἔχεις παντελῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα δή, τοῦ φρονεῖν καὶ τοῦ νοεῖν καὶ λογίζεσθαι <milestone unit="section" resp="Stephanus" n="21b"/> τὰ δέοντα καὶ ὅσα τούτων ἀδελφά, μῶν μὴ δέοιʼ ἄν τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ τί; πάντα γὰρ ἔχοιμʼ ἄν που τὸ χαίρειν ἔχων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οὕτω ζῶν ἀεὶ μὲν διὰ βίου ταῖς μεγίσταις ἡδοναῖς χαίροις ἄν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νοῦν δέ γε καὶ μνήμην καὶ ἐπιστήμην καὶ δόξαν μὴ κεκτημένος ἀληθῆ, πρῶτον μὲν τοῦτο αὐτό, εἰ χαίρεις ἢ μὴ χαίρεις, ἀνάγκη δήπου σε ἀγνοεῖν, κενόν γε ὄντα πάσης φρονήσεως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="21c"/><label>ΣΩ.</label> καὶ μὴν ὡσαύτως μνήμην μὴ κεκτημένον ἀνάγκη δήπου μηδʼ ὅτι ποτὲ ἔχαιρες μεμνῆσθαι, τῆς τʼ ἐν τῷ παραχρῆμα ἡδονῆς προσπιπτούσης μηδʼ ἡντινοῦν μνήμην ὑπομένειν· δόξαν δʼ αὖ μὴ κεκτημένον ἀληθῆ μὴ δοξάζειν χαίρειν χαίροντα, λογισμοῦ δὲ στερόμενον μηδʼ εἰς τὸν ἔπειτα χρόνον ὡς χαιρήσεις δυνατὸν εἶναι λογίζεσθαι, ζῆν δὲ οὐκ ἀνθρώπου βίον, ἀλλά τινος πλεύμονος ἢ τῶν ὅσα θαλάττια μετʼ ὀστρεΐνων ἔμψυχά ἐστι σωμάτων. ἔστι ταῦτα, ἢ παρὰ <milestone unit="section" resp="Stephanus" n="21d"/> ταῦτα ἔχομεν ἄλλα διανοηθῆναι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν αἱρετὸς ἡμῖν βίος ὁ τοιοῦτος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἰς ἀφασίαν παντάπασί με, ὦ Σώκρατες, οὗτος ὁ λόγος ἐμβέβληκε τὰ νῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μήπω τοίνυν μαλθακιζώμεθα, τὸν δὲ τοῦ νοῦ μεταλαβόντες αὖ βίον ἴδωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸν ποῖον δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴ τις δέξαιτʼ ἂν αὖ ζῆν ἡμῶν φρόνησιν μὲν καὶ νοῦν καὶ ἐπιστήμην καὶ μνήμην πᾶσαν πάντων κεκτημένος, <milestone unit="section" resp="Stephanus" n="21e"/> ἡδονῆς δὲ μετέχων μήτε μέγα μήτε σμικρόν, μηδʼ αὖ λύπης, ἀλλὰ τὸ παράπαν ἀπαθὴς πάντων τῶν τοιούτων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐδέτερος ὁ βίος, ὦ Σώκρατες, ἔμοιγε τούτων αἱρετός, οὐδʼ ἄλλῳ μή ποτε, ὡς ἐγᾦμαι, φανῇ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="22"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="22"/><milestone unit="section" resp="Stephanus" n="22a"/><label>ΣΩ.</label> τί δʼ ὁ συναμφότερος, ὦ Πρώταρχε, ἐξ ἀμφοῖν συμμειχθεὶς κοινὸς γενόμενος;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἡδονῆς λέγεις καὶ νοῦ καὶ φρονήσεως;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὕτω καὶ τῶν τοιούτων <del>λέγω</del> ἔγωγε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πᾶς δήπου τοῦτόν γε αἱρήσεται πρότερον ἢ ʼκείνων ὁποτερονοῦν, καὶ πρὸς τούτοις <del>γε</del> οὐχ ὁ μέν, ὁ δʼ οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μανθάνομεν οὖν ὅτι νῦν ἡμῖν ἐστι τὸ συμβαῖνον ἐν τοῖς παροῦσι λόγοις;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν, ὅτι γε τρεῖς μὲν βίοι προυτέθησαν, <milestone unit="section" resp="Stephanus" n="22b"/> τοῖν δυοῖν δʼ οὐδέτερος ἱκανὸς οὐδὲ αἱρετὸς οὔτε ἀνθρώπων οὔτε ζῴων οὐδενί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μῶν οὖν οὐκ ἤδη τούτων γε πέρι δῆλον ὡς οὐδέτερος αὐτοῖν εἶχε τἀγαθόν; ἦν γὰρ ἂν ἱκανὸς καὶ τέλεος καὶ πᾶσι φυτοῖς καὶ ζῴοις αἱρετός, οἷσπερ δυνατὸν ἦν οὕτως ἀεὶ διὰ βίου ζῆν· εἰ δέ τις ἄλλα ᾑρεῖθʼ ἡμῶν, παρὰ φύσιν ἂν τὴν τοῦ ἀληθῶς αἱρετοῦ ἐλάμβανεν ἄκων ἐξ ἀγνοίας ἤ τινος ἀνάγκης οὐκ εὐδαίμονος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔοικε γοῦν ταῦθʼ οὕτως ἔχειν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="22c"/><label>ΣΩ.</label> ὡς μὲν τοίνυν τήν γε Φιλήβου θεὸν οὐ δεῖ διανοεῖσθαι ταὐτὸν καὶ τἀγαθόν, ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> οὐδὲ γὰρ ὁ σὸς νοῦς, ὦ Σώκρατες, ἔστι τἀγαθόν, ἀλλʼ ἕξει που ταὐτὰ ἐγκλήματα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχʼ ἄν, ὦ Φίληβε, ὅ γʼ ἐμός· οὐ μέντοι τόν γε ἀληθινὸν ἅμα καὶ θεῖον οἶμαι νοῦν, ἀλλʼ ἄλλως πως ἔχειν. τῶν μὲν οὖν νικητηρίων πρὸς τὸν κοινὸν βίον οὐκ ἀμφισβητῶ πω ὑπὲρ νοῦ, τῶν δὲ δὴ δευτερείων ὁρᾶν καὶ σκοπεῖν χρὴ πέρι <milestone unit="section" resp="Stephanus" n="22d"/> τί δράσομεν· τάχα γὰρ ἂν τοῦ κοινοῦ τούτου βίου αἰτιῴμεθʼ ἂν ἑκάτερος ὁ μὲν τὸν νοῦν αἴτιον, ὁ δʼ ἡδονὴν εἶναι, καὶ οὕτω τὸ μὲν ἀγαθὸν τούτων ἀμφοτέρων οὐδέτερον ἂν εἴη, τάχα δʼ ἂν αἴτιόν τις ὑπολάβοι πότερον αὐτῶν εἶναι. τούτου δὴ πέρι καὶ μᾶλλον ἔτι πρὸς Φίληβον διαμαχοίμην ἂν ὡς ἐν τῷ μεικτῷ τούτῳ βίῳ, ὅτι ποτʼ ἔστι τοῦτο ὃ λαβὼν ὁ βίος οὗτος γέγονεν αἱρετὸς ἅμα καὶ ἀγαθός, οὐχ ἡδονὴ ἀλλὰ νοῦς τούτῳ συγγενέστερον καὶ ὁμοιότερόν ἐστι, καὶ κατὰ τοῦτον <milestone unit="section" resp="Stephanus" n="22e"/> τὸν λόγον οὔτʼ ἂν τῶν πρωτείων οὐδʼ αὖ τῶν δευτερείων ἡδονῇ μετὸν ἀληθῶς ἄν ποτε λέγοιτο· πορρωτέρω δʼ ἐστὶ τῶν τριτείων, εἴ τι τῷ ἐμῷ νῷ δεῖ πιστεύειν ἡμᾶς τὰ νῦν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="23"><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλὰ μήν, ὦ Σώκρατες, ἔμοιγε δοκεῖ νῦν μὲν ἡδονή σοι πεπτωκέναι καθαπερεὶ πληγεῖσα ὑπὸ τῶν νυνδὴ λόγων· τῶν γὰρ νικητηρίων πέρι μαχομένη κεῖται. τὸν δὲ
            <milestone unit="page" resp="Stephanus" n="23"/><milestone unit="section" resp="Stephanus" n="23a"/> νοῦν, ὡς ἔοικε, λεκτέον ὡς ἐμφρόνως οὐκ ἀντεποιεῖτο τῶν νικητηρίων· τὰ γὰρ αὔτʼ ἔπαθεν ἄν. τῶν δὲ δὴ δευτερείων στερηθεῖσα ἡδονὴ παντάπασιν ἄν τινα καὶ ἀτιμίαν σχοίη πρὸς τῶν αὑτῆς ἐραστῶν· οὐδὲ γὰρ ἐκείνοις ἔτʼ ἂν ὁμοίως φαίνοιτο καλή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οὐκ ἄμεινον αὐτὴν ἐᾶν ἤδη καὶ μὴ τὴν ἀκριβεστάτην αὐτῇ προσφέροντα βάσανον καὶ ἐξελέγχοντα λυπεῖν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐδὲν λέγεις, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="23b"/><label>ΣΩ.</label> ἆρʼ ὅτι τὸ ἀδύνατον εἶπον, λυπεῖν ἡδονήν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ μόνον γε ἀλλʼ ὅτι καὶ ἀγνοεῖς ὡς οὐδείς πώ σε ἡμῶν μεθήσει πρὶν ἂν εἰς τέλος ἐπεξέλθῃς τούτων τῷ λόγῳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βαβαῖ ἄρα, ὦ Πρώταρχε, συχνοῦ μὲν λόγου τοῦ λοιποῦ, σχεδὸν δὲ οὐδὲ ῥᾳδίου πάνυ τι νῦν. καὶ γὰρ δὴ φαίνεται δεῖν ἄλλης μηχανῆς, ἐπὶ τὰ δευτερεῖα ὑπὲρ νοῦ πορευόμενον οἷον βέλη ἔχειν ἕτερα τῶν ἔμπροσθεν λόγων· ἔστι δὲ ἴσως ἔνια καὶ ταὐτά. οὐκοῦν χρή;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="23c"/><label>ΣΩ.</label> τὴν δέ γε ἀρχὴν αὐτοῦ διευλαβεῖσθαι πειρώμεθα τιθέμενοι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν δὴ λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάντα τὰ νῦν ὄντα ἐν τῷ παντὶ διχῇ διαλάβωμεν, μᾶλλον δʼ, εἰ βούλει, τριχῇ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καθʼ ὅτι, φράζοις ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λάβωμεν ἄττα τῶν νυνδὴ λόγων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖα;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸν θεὸν ἐλέγομέν που τὸ μὲν ἄπειρον δεῖξαι τῶν ὄντων, τὸ δὲ πέρας;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τούτω δὴ τῶν εἰδῶν τὰ δύο τιθώμεθα, τὸ δὲ τρίτον <milestone unit="section" resp="Stephanus" n="23d"/> ἐξ ἀμφοῖν τούτοιν ἕν τι συμμισγόμενον. εἰμὶ δʼ, ὡς ἔοικεν, ἐγὼ γελοῖός τις ἄνθρωπος κατʼ εἴδη διιστὰς καὶ συναριθμούμενος.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί φῄς, ὠγαθέ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τετάρτου μοι γένους αὖ προσδεῖν φαίνεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τίνος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῆς συμμείξεως τούτων πρὸς ἄλληλα τὴν αἰτίαν ὅρα, καὶ τίθει μοι πρὸς τρισὶν ἐκείνοις τέταρτον τοῦτο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μῶν οὖν σοι καὶ πέμπτου προσδεήσει διάκρισίν τινος δυναμένου;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τάχʼ ἄν· οὐ μὴν οἶμαί γε ἐν τῷ νῦν· ἂν δέ τι δέῃ, <milestone unit="section" resp="Stephanus" n="23e"/> συγγνώσῃ πού μοι σὺ μεταδιώκοντι πέμπτον <del>βίον</del>.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν δὴ τῶν τεττάρων τὰ τρία διελόμενοι, τὰ δύο τούτων πειρώμεθα, πολλὰ ἑκάτερον ἐσχισμένον καὶ διεσπασμένον ἰδόντες, εἰς ἓν πάλιν ἑκάτερον συναγαγόντες, νοῆσαι πῇ ποτε ἦν αὐτῶν ἓν καὶ πολλὰ ἑκάτερον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εἴ μοι σαφέστερον ἔτι περὶ αὐτῶν εἴποις, τάχʼ ἂν ἑποίμην.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="24"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="24"/><milestone unit="section" resp="Stephanus" n="24a"/><label>ΣΩ.</label> λέγω τοίνυν τὰ δύο ἃ προτίθεμαι ταὔτʼ εἶναι ἅπερ νυνδή, τὸ μὲν ἄπειρον, τὸ δὲ πέρας ἔχον· ὅτι δὲ τρόπον τινὰ τὸ ἄπειρον πόλλʼ ἐστί, πειράσομαι φράζειν. τὸ δὲ πέρας ἔχον ἡμᾶς περιμενέτω.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μένει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκέψαι δή. χαλεπὸν μὲν γὰρ καὶ ἀμφισβητήσιμον ὃ κελεύω σε σκοπεῖν, ὅμως δὲ σκόπει. θερμοτέρου καὶ ψυχροτέρου πέρι πρῶτον ὅρα πέρας εἴ ποτέ τι νοήσαις ἄν, ἢ τὸ μᾶλλόν τε καὶ ἧττον ἐν αὐτοῖς οἰκοῦν<add>τε</add> τοῖς γένεσιν, <milestone unit="section" resp="Stephanus" n="24b"/> ἕωσπερ ἂν ἐνοικῆτον, τέλος οὐκ ἂν ἐπιτρεψαίτην γίγνεσθαι· γενομένης γὰρ τελευτῆς καὶ αὐτὼ τετελευτήκατον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀεὶ δέ γε, φαμέν, ἔν τε τῷ θερμοτέρῳ καὶ ψυχροτέρῳ τὸ μᾶλλόν τε καὶ ἧττον ἔνι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀεὶ τοίνυν ὁ λόγος ἡμῖν σημαίνει τούτω μὴ τέλος ἔχειν· ἀτελῆ δʼ ὄντε δήπου παντάπασιν ἀπείρω γίγνεσθον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ σφόδρα γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εὖ γε, ὦ φίλε Πρώταρχε, ὑπέλαβες καὶ <milestone unit="section" resp="Stephanus" n="24c"/> ἀνέμνησας ὅτι καὶ τὸ σφόδρα τοῦτο, ὃ σὺ νῦν ἐφθέγξω, καὶ τό γε ἠρέμα τὴν αὐτὴν δύναμιν ἔχετον τῷ μᾶλλόν τε καὶ ἧττον· ὅπου γὰρ ἂν ἐνῆτον, οὐκ ἐᾶτον εἶναι ποσὸν ἕκαστον, ἀλλʼ ἀεὶ σφοδρότερον ἡσυχαιτέρου καὶ τοὐναντίον ἑκάσταις πράξεσιν ἐμποιοῦντε τὸ πλέον καὶ τὸ ἔλαττον ἀπεργάζεσθον, τὸ δὲ ποσὸν ἀφανίζετον. ὃ γὰρ ἐλέχθη νυνδή, μὴ ἀφανίσαντε τὸ ποσόν, ἀλλʼ ἐάσαντε αὐτό τε καὶ τὸ μέτριον ἐν τῇ <milestone unit="section" resp="Stephanus" n="24d"/> τοῦ μᾶλλον καὶ ἧττον καὶ σφόδρα καὶ ἠρέμα ἕδρᾳ ἐγγενέσθαι, αὐτὰ ἔρρει ταῦτα ἐκ τῆς αὑτῶν χώρας ἐν ᾗ ἐνῆν. οὐ γὰρ ἔτι θερμότερον οὐδὲ ψυχρότερον εἴτην ἂν λαβόντε τὸ ποσόν· προχωρεῖ γὰρ καὶ οὐ μένει τό τε θερμότερον ἀεὶ καὶ τὸ ψυχρότερον ὡσαύτως, τὸ δὲ ποσὸν ἔστη καὶ προϊὸν ἐπαύσατο. κατὰ δὴ τοῦτον τὸν λόγον ἄπειρον γίγνοιτʼ ἂν τὸ θερμότερον καὶ τοὐναντίον ἅμα.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> φαίνεται γοῦν, ὦ Σώκρατες· ἔστι δʼ, ὅπερ εἶπες, οὐ ῥᾴδια ταῦτα συνέπεσθαι. τὸ δὲ εἰς αὖθίς τε καὶ αὖθις <milestone unit="section" resp="Stephanus" n="24e"/> ἴσως λεχθέντα τόν τε ἐρωτῶντα καὶ τὸν ἐρωτώμενον ἱκανῶς ἂν συμφωνοῦντας ἀποφήναιεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εὖ μὲν λέγεις καὶ πειρατέον οὕτω ποιεῖν. νῦν μέντοι ἄθρει τῆς τοῦ ἀπείρου φύσεως εἰ τοῦτο δεξόμεθα σημεῖον, ἵνα μὴ πάντʼ ἐπεξιόντες μηκύνωμεν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="25"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁπόσʼ ἂν ἡμῖν φαίνηται μᾶλλόν τε καὶ ἧττον γιγνόμενα καὶ τὸ σφόδρα καὶ ἠρέμα δεχόμενα καὶ τὸ λίαν καὶ ὅσα
   <milestone unit="page" resp="Stephanus" n="25"/><milestone unit="section" resp="Stephanus" n="25a"/> τοιαῦτα πάντα, εἰς τὸ τοῦ ἀπείρου γένος ὡς εἰς ἓν δεῖ πάντα ταῦτα τιθέναι, κατὰ τὸν ἔμπροσθεν λόγον ὃν ἔφαμεν ὅσα διέσπασται καὶ διέσχισται συναγαγόντας χρῆναι κατὰ δύναμιν μίαν ἐπισημαίνεσθαί τινα φύσιν, εἰ μέμνησαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὴ δεχόμενα ταῦτα, τούτων δὲ τὰ ἐναντία πάντα δεχόμενα, πρῶτον μὲν τὸ ἴσον καὶ ἰσότητα, μετὰ δὲ τὸ ἴσον τὸ διπλάσιον καὶ πᾶν ὅτιπερ ἂν πρὸς ἀριθμὸν ἀριθμὸς <milestone unit="section" resp="Stephanus" n="25b"/> ἢ μέτρον ᾖ πρὸς μέτρον, ταῦτα σύμπαντα εἰς τὸ πέρας ἀπολογιζόμενοι καλῶς ἂν δοκοῖμεν δρᾶν τοῦτο. ἢ πῶς σὺ φῄς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστά γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὸ δὲ τρίτον τὸ μεικτὸν ἐκ τούτοιν ἀμφοῖν τίνα ἰδέαν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> σὺ καὶ ἐμοὶ φράσεις, ὡς οἶμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θεὸς μὲν οὖν, ἄνπερ γε ἐμαῖς εὐχαῖς ἐπήκοος γίγνηταί τις θεῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> εὔχου δὴ καὶ σκόπει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶ· καί μοι δοκεῖ τις, ὦ Πρώταρχε, αὐτῶν φίλος ἡμῖν νυνδὴ γεγονέναι.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="25c"/><label>ΠΡΩ.</label> πῶς λέγεις τοῦτο καὶ τίνι τεκμηρίῳ χρῇ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φράσω δῆλον ὅτι· σὺ δέ μοι συνακολούθησον τῷ λόγῳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θερμότερον ἐφθεγγόμεθα νυνδή πού τι καὶ ψυχρότερον. ἦ γάρ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρόσθες δὴ ξηρότερον καὶ ὑγρότερον αὐτοῖς καὶ πλέον καὶ ἔλαττον καὶ θᾶττον καὶ βραδύτερον καὶ μεῖζον καὶ σμικρότερον καὶ ὁπόσα ἐν τῷ πρόσθεν τῆς τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένης ἐτίθεμεν εἰς ἓν φύσεως.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="25d"/><label>ΠΡΩ.</label> τῆς τοῦ ἀπείρου λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ναί. συμμείγνυ δέ γε εἰς αὐτὴν τὸ μετὰ ταῦτα τὴν αὖ τοῦ πέρατος γένναν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣν καὶ νυνδή, δέον ἡμᾶς καθάπερ τὴν τοῦ ἀπείρου συνηγάγομεν εἰς ἕν, οὕτω καὶ τὴν τοῦ περατοειδοῦς συναγαγεῖν, οὐ συνηγάγομεν. ἀλλʼ ἴσως καὶ νῦν ταὐτὸν δράσει, <add>εἰ</add> τούτων ἀμφοτέρων συναγομένων καταφανὴς κἀκείνη γενήσεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποίαν καὶ πῶς λέγεις;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὴν τοῦ ἴσου καὶ διπλασίου, καὶ ὁπόση παύει πρὸς <milestone unit="section" resp="Stephanus" n="25e"/> ἄλληλα τἀναντία διαφόρως ἔχοντα, σύμμετρα δὲ καὶ σύμφωνα ἐνθεῖσα ἀριθμὸν ἀπεργάζεται.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μανθάνω· φαίνῃ γάρ μοι λέγειν μειγνὺς ταῦτα γενέσεις τινὰς ἐφʼ ἑκάστων αὐτῶν συμβαίνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς γὰρ φαίνομαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τοίνυν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="26"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα οὐκ ἐν μὲν νόσοις ἡ τούτων ὀρθὴ κοινωνία τὴν ὑγιείας φύσιν ἐγέννησεν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="page" resp="Stephanus" n="26"/><milestone unit="section" resp="Stephanus" n="26a"/><label>ΠΡΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐν δὲ ὀξεῖ καὶ βαρεῖ καὶ ταχεῖ καὶ βραδεῖ, ἀπείροις οὖσιν, ἆρʼ οὐ ταὐτὰ <del>ἐγγιγνόμενα</del> ταῦτα· ἅμα πέρας τε ἀπηργάσατο καὶ μουσικὴν σύμπασαν τελεώτατα συνεστήσατο;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> κάλλιστά γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν ἔν γε χειμῶσιν καὶ πνίγεσιν ἐγγενομένη τὸ μὲν πολὺ λίαν καὶ ἄπειρον ἀφείλετο, τὸ δὲ ἔμμετρον καὶ ἅμα σύμμετρον ἀπηργάσατο.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="26b"/><label>ΣΩ.</label> οὐκοῦν ἐκ τούτων ὧραί τε καὶ ὅσα καλὰ πάντα ἡμῖν γέγονε, τῶν τε ἀπείρων καὶ τῶν πέρας ἐχόντων συμμειχθέντων;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ ἄλλα γε δὴ μυρία ἐπιλείπω λέγων, οἷον μεθʼ ὑγιείας κάλλος καὶ ἰσχύν, καὶ ἐν ψυχαῖς αὖ πάμπολλα ἕτερα καὶ πάγκαλα. ὕβριν γάρ που καὶ σύμπασαν πάντων πονηρίαν αὕτη κατιδοῦσα ἡ θεός, ὦ καλὲ Φίληβε, πέρας οὔτε ἡδονῶν οὐδὲν οὔτε πλησμονῶν ἐνὸν ἐν αὐτοῖς, νόμον καὶ τάξιν πέρας ἔχοντʼ ἔθετο· καὶ σὺ μὲν ἀποκναῖσαι φῂς <milestone unit="section" resp="Stephanus" n="26c"/> αὐτήν, ἐγὼ δὲ τοὐναντίον ἀποσῶσαι λέγω. σοὶ δέ, ὦ Πρώταρχε, πῶς φαίνεται;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα, ὦ Σώκρατες, ἔμοιγε κατὰ νοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν δὴ τρία ταῦτα εἴρηκα, εἰ συννοεῖς.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀλλʼ οἶμαι κατανοεῖν· ἓν μὲν γάρ μοι δοκεῖς τὸ ἄπειρον λέγειν, ἓν δὲ καὶ δεύτερον τὸ πέρας ἐν τοῖς οὖσι· τρίτον δὲ οὐ σφόδρα κατέχω τί βούλει φράζειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ γὰρ πλῆθός σε, ὦ θαυμάσιε, ἐξέπληξε τῆς τοῦ τρίτου γενέσεως· καίτοι πολλά γε καὶ τὸ ἄπειρον παρέσχετο <milestone unit="section" resp="Stephanus" n="26d"/> γένη, ὅμως δʼ ἐπισφραγισθέντα τῷ τοῦ μᾶλλον καὶ ἐναντίου γένει ἓν ἐφάνη.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν τό γε πέρας οὔτε πολλὰ εἶχεν, οὔτʼ ἐδυσκολαίνομεν ὡς οὐκ ἦν ἓν φύσει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ ἄν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδαμῶς. ἀλλὰ τρίτον φάθι με λέγειν, ἓν τοῦτο τιθέντα τὸ τούτων ἔκγονον ἅπαν, γένεσιν εἰς οὐσίαν ἐκ τῶν μετὰ τοῦ πέρατος ἀπειργασμένων μέτρων.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμαθον.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="26e"/><label>ΣΩ.</label> ἀλλὰ δὴ πρὸς τρισὶ τέταρτόν τι τότε ἔφαμεν εἶναι γένος σκεπτέον· κοινὴ δʼ ἡ σκέψις. ὅρα γὰρ εἴ σοι δοκεῖ ἀναγκαῖον εἶναι πάντα τὰ γιγνόμενα διά τινα αἰτίαν γίγνεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔμοιγε· πῶς γὰρ ἂν χωρὶς τούτου γίγνοιτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἡ τοῦ ποιοῦντος φύσις οὐδὲν πλὴν ὀνόματι τῆς αἰτίας διαφέρει, τὸ δὲ ποιοῦν καὶ τὸ αἴτιον ὀρθῶς ἂν εἴη λεγόμενον ἕν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="27"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="27"/><milestone unit="section" resp="Stephanus" n="27a"/><label>ΣΩ.</label> καὶ μὴν τό γε ποιούμενον αὖ καὶ τὸ γιγνόμενον οὐδὲν πλὴν ὀνόματι, καθάπερ τὸ νυνδή, διαφέρον εὑρήσομεν. ἢ πῶς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡγεῖται μὲν τὸ ποιοῦν ἀεὶ κατὰ φύσιν, τὸ δὲ ποιούμενον ἐπακολουθεῖ γιγνόμενον ἐκείνῳ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλο ἄρα καὶ οὐ ταὐτὸν αἰτία τʼ ἐστὶ καὶ τὸ δουλεῦον εἰς γένεσιν αἰτίᾳ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὰ μὲν γιγνόμενα καὶ ἐξ ὧν γίγνεται πάντα τὰ τρία παρέσχετο ἡμῖν γένη;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27b"/><label>ΣΩ.</label> τὸ δὲ δὴ πάντα ταῦτα δημιουργοῦν λέγομεν τέταρτον, τὴν αἰτίαν, ὡς ἱκανῶς ἕτερον ἐκείνων δεδηλωμένον;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἕτερον γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς μὴν ἔχει, διωρισμένων τῶν τεττάρων, ἑνὸς ἑκάστου μνήμης ἕνεκα ἐφεξῆς αὐτὰ καταριθμήσασθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν τοίνυν ἄπειρον λέγω, δεύτερον δὲ πέρας, ἔπειτʼ ἐκ τούτων τρίτον μεικτὴν καὶ γεγενημένην οὐσίαν· τὴν δὲ τῆς μείξεως αἰτίαν καὶ γενέσεως τετάρτην <milestone unit="section" resp="Stephanus" n="27c"/> λέγων ἆρα μὴ πλημμελοίην ἄν τι;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τὸ μετὰ τοῦθʼ ἡμῖν τίς ὁ λόγος, καὶ τί ποτε βουληθέντες εἰς ταῦτα ἀφικόμεθα; ἆρʼ οὐ τόδε ἦν; δευτερεῖα ἐζητοῦμεν πότερον ἡδονῆς γίγνοιτʼ ἂν ἢ φρονήσεως. οὐχ οὕτως ἦν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὕτω μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἴσως νῦν, ἐπειδὴ ταῦτα οὕτω διειλόμεθα, κάλλιον ἂν καὶ τὴν κρίσιν ἐπιτελεσαίμεθα πρώτου πέρι καὶ δευτέρου, περὶ ὧν δὴ τὸ πρῶτον ἠμφεσβητήσαμεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27d"/><label>ΣΩ.</label> ἴθι δή· νικῶντα μὲν ἔθεμέν που τὸν μεικτὸν βίον ἡδονῆς τε καὶ φρονήσεως. ἦν οὕτως;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτον μὲν τὸν βίον ὁρῶμέν που τίς τέ ἐστι καὶ ὁποίου γένους;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μέρος γʼ αὐτὸν φήσομεν εἶναι τοῦ τρίτου οἶμαι γένους· οὐ γὰρ <del>ὁ</del> δυοῖν τινοῖν ἐστι <del>μικτὸς ἐκεῖνος</del> ἀλλὰ συμπάντων τῶν ἀπείρων ὑπὸ τοῦ πέρατος δεδεμένων, ὥστε ὀρθῶς ὁ νικηφόρος οὗτος βίος μέρος ἐκείνου γίγνοιτʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="27e"/><label>ΣΩ.</label> εἶεν· τί δὲ ὁ σός, ὦ Φίληβε, ἡδὺς καὶ ἄμεικτος ὤν; ἐν τίνι γένει τῶν εἰρημένων λεγόμενος ὀρθῶς ἄν ποτε λέγοιτο; ὧδε δʼ ἀπόκριναί μοι πρὶν ἀποφήνασθαι.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡδονὴ καὶ λύπη πέρας ἔχετον, ἢ τῶν τὸ μᾶλλόν τε καὶ ἧττον δεχομένων ἐστόν;</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> ναί, τῶν τὸ μᾶλλον, ὦ Σώκρατες· οὐ γὰρ ἂν ἡδονὴ πᾶν ἀγαθὸν ἦν, εἰ μὴ ἄπειρον ἐτύγχανε πεφυκὸς καὶ πλήθει καὶ τῷ μᾶλλον.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="28"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="28"/><milestone unit="section" resp="Stephanus" n="28a"/><label>ΣΩ.</label> οὐδέ γʼ ἄν, ὦ Φίληβε, λύπη πᾶν κακόν· ὥστʼ ἄλλο τι νῷν σκεπτέον ἢ τὴν τοῦ ἀπείρου φύσιν ὡς παρέχεταί τι μέρος ταῖς ἡδοναῖς ἀγαθοῦ. τούτω δή σοι τῶν ἀπεράντων γε γένους ἔστων· φρόνησιν δὲ καὶ ἐπιστήμην καὶ νοῦν εἰς τί ποτε τῶν προειρημένων, ὦ Πρώταρχέ τε καὶ Φίληβε, νῦν θέντες οὐκ ἂν ἀσεβοῖμεν; οὐ γάρ μοι δοκεῖ σμικρὸς ἡμῖν εἶναι ὁ κίνδυνος κατορθώσασι καὶ μὴ περὶ τὸ νῦν ἐρωτώμενον.</said></p><p><said who="#Φίληβος"><milestone unit="section" resp="Stephanus" n="28b"/><label>ΦΙ.</label> σεμνύνεις γάρ, ὦ Σώκρατες, τὸν σεαυτοῦ θεόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ σύ, ὦ ἑταῖρε, τὴν σαυτοῦ· τὸ δʼ ἐρωτώμενον ὅμως ἡμῖν λεκτέον.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθῶς τοι λέγει Σωκράτης, ὦ Φίληβε, καὶ αὐτῷ πειστέον.</said></p><p><said who="#Φίληβος"><label>ΦΙ.</label> οὐκοῦν ὑπὲρ ἐμοῦ σύ, Πρώταρχε, προῄρησαι λέγειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πάνυ γε· νῦν μέντοι σχεδὸν ἀπορῶ, καὶ δέομαί γε, ὦ Σώκρατες, αὐτόν σε ἡμῖν γενέσθαι προφήτην, ἵνα μηδὲν ἡμεῖς σοι περὶ τὸν ἀγωνιστὴν ἐξαμαρτάνοντες παρὰ μέλος φθεγξώμεθά τι.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="28c"/><label>ΣΩ.</label> πειστέον, ὦ Πρώταρχε· οὐδὲ γὰρ χαλεπὸν οὐδὲν ἐπιτάττεις. ἀλλʼ ὄντως σε ἐγώ, καθάπερ εἶπε Φίληβος, σεμνύνων ἐν τῷ παίζειν ἐθορύβησα, νοῦν καὶ ἐπιστήμην ἐρόμενος ὁποίου γένους εἶεν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> παντάπασί γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μὴν ῥᾴδιον· πάντες γὰρ συμφωνοῦσιν οἱ σοφοί, ἑαυτοὺς ὄντως σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς. καὶ ἴσως εὖ λέγουσι. διὰ μακροτέρων δʼ, εἰ βούλει, τὴν σκέψιν αὐτοῦ τοῦ γένους ποιησώμεθα.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28d"/><label>ΠΡΩ.</label> λέγʼ ὅπως βούλει, μηδὲν μῆκος ἡμῖν ὑπολογιζόμενος, ὦ Σώκρατες, ὡς οὐκ ἀπεχθησόμενος.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς εἶπες. ἀρξώμεθα δέ πως ὧδε ἐπανερωτῶντες.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον, ὦ Πρώταρχε, τὰ σύμπαντα καὶ τόδε τὸ καλούμενον ὅλον ἐπιτροπεύειν φῶμεν τὴν τοῦ ἀλόγου καὶ εἰκῇ δύναμιν καὶ τὸ ὅπῃ ἔτυχεν, ἢ τἀναντία, καθάπερ οἱ πρόσθεν ἡμῶν ἔλεγον, νοῦν καὶ φρόνησίν τινα θαυμαστὴν συντάττουσαν διακυβερνᾶν;</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="28e"/><label>ΠΡΩ.</label> οὐδὲν τῶν αὐτῶν, ὦ θαυμάσιε Σώκρατες· ὃ μὲν γὰρ σὺ νῦν λέγεις, οὐδὲ ὅσιον εἶναί μοι φαίνεται. τὸ δὲ νοῦν πάντα διακοσμεῖν αὐτὰ φάναι καὶ τῆς ὄψεως τοῦ κόσμου καὶ ἡλίου καὶ σελήνης καὶ ἀστέρων καὶ πάσης τῆς περιφορᾶς ἄξιον, καὶ οὐκ ἄλλως ἔγωγʼ ἄν ποτε περὶ αὐτῶν εἴποιμι οὐδʼ ἂν δοξάσαιμι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="29"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει δῆτά τι καὶ ἡμεῖς τοῖς ἔμπροσθεν ὁμολογούμενον
            <milestone unit="page" resp="Stephanus" n="29"/><milestone unit="section" resp="Stephanus" n="29a"/> συμφήσωμεν ὡς ταῦθʼ οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ συγκινδυνεύωμεν καὶ μετέχωμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς φῇ ταῦτα μὴ οὕτως ἀλλʼ ἀτάκτως ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> πῶς γὰρ οὐκ ἂν βουλοίμην;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, τὸν ἐπιόντα περὶ τούτων νῦν ἡμῖν λόγον ἄθρει.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε μόνον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ περὶ τὴν τῶν σωμάτων φύσιν ἁπάντων τῶν ζῴων, πῦρ καὶ ὕδωρ καὶ πνεῦμα καθορῶμέν που καὶ γῆν καθάπερ οἱ χειμαζόμενοι, φασίν, ἐνόντα ἐν τῇ συστάσει.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="29b"/><label>ΠΡΩ.</label> καὶ μάλα· χειμαζόμεθα γὰρ ὄντως ὑπʼ ἀπορίας ἐν τοῖς νῦν λόγοις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, περὶ ἑκάστου τῶν παρʼ ἡμῖν λαβὲ τὸ τοιόνδε.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μικρόν τε τούτων ἕκαστον παρʼ ἡμῖν ἔνεστι καὶ φαῦλον καὶ οὐδαμῇ οὐδαμῶς εἰλικρινὲς ὂν καὶ τὴν δύναμιν οὐκ ἀξίαν τῆς φύσεως ἔχον. ἐν ἑνὶ δὲ λαβὼν περὶ πάντων νόει ταὐτόν. οἷον πῦρ ἔστι μέν που παρʼ ἡμῖν, ἔστι δʼ ἐν τῷ παντί.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29c"/><label>ΣΩ.</label> οὐκοῦν σμικρὸν μέν τι τὸ παρʼ ἡμῖν καὶ ἀσθενὲς καὶ φαῦλον, τὸ δʼ ἐν τῷ παντὶ πλήθει τε θαυμαστὸν καὶ κάλλει καὶ πάσῃ δυνάμει τῇ περὶ τὸ πῦρ οὔσῃ.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ μάλʼ ἀληθὲς ὃ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; τρέφεται καὶ γίγνεται ἐκ τούτου καὶ αὔξεται τὸ τοῦ παντὸς πῦρ ὑπὸ τοῦ παρʼ ἡμῖν πυρός, ἢ τοὐναντίον ὑπʼ ἐκείνου τό τʼ ἐμὸν καὶ τὸ σὸν καὶ τὸ τῶν ἄλλων ζῴων ἅπαντʼ ἴσχει ταῦτα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τοῦτο μὲν οὐδʼ ἀποκρίσεως ἄξιον ἐρωτᾷς.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29d"/><label>ΣΩ.</label> ὀρθῶς· ταὐτὰ γὰρ ἐρεῖς οἶμαι περί τε τῆς ἐν τοῖς ζῴοις γῆς τῆς ἐνθάδε καὶ τῆς ἐν τῷ παντί, καὶ τῶν ἄλλων δὴ πάντων ὅσων ἠρώτησα ὀλίγον ἔμπροσθεν. οὕτως ἀποκρινῇ;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τίς γὰρ ἀποκρινόμενος ἄλλως ὑγιαίνων ἄν ποτε φανείη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σχεδὸν οὐδʼ ὁστισοῦν· ἀλλὰ τὸ μετὰ τοῦτο ἑξῆς ἕπου. πάντα γὰρ ἡμεῖς ταῦτα τὰ νυνδὴ λεχθέντα ἆρʼ οὐκ εἰς ἓν συγκείμενα ἰδόντες ἐπωνομάσαμεν σῶμα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="29e"/><label>ΣΩ.</label> ταὐτὸν δὴ λαβὲ καὶ περὶ τοῦδε ὃν κόσμον λέγομεν· <del>διὰ</del> τὸν αὐτὸν γὰρ τρόπον ἂν εἴη που σῶμα, σύνθετον ὂν ἐκ τῶν αὐτῶν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ὀρθότατα λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν ἐκ τούτου τοῦ σώματος ὅλως τὸ παρʼ ἡμῖν σῶμα ἢ ἐκ τοῦ παρʼ ἡμῖν τοῦτο τρέφεταί τε καὶ ὅσα νυνδὴ περὶ αὐτῶν εἴπομεν εἴληφέν τε καὶ ἔχει;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καὶ τοῦθʼ ἕτερον, ὦ Σώκρατες, οὐκ ἄξιον ἐρωτήσεως.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="30"><p><said who="#Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="30"/><milestone unit="section" resp="Stephanus" n="30a"/><label>ΣΩ.</label> τί δέ; τόδε ἆρα ἄξιον; ἢ πῶς ἐρεῖς;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> λέγε τὸ ποῖον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ παρʼ ἡμῖν σῶμα ἆρʼ οὐ ψυχὴν φήσομεν ἔχειν;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὅτι φήσομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πόθεν, ὦ φίλε Πρώταρχε, λαβόν, εἴπερ μὴ τό γε τοῦ παντὸς σῶμα ἔμψυχον ὂν ἐτύγχανε, ταὐτά γε ἔχον τούτῳ καὶ ἔτι πάντῃ καλλίονα;</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δῆλον ὡς οὐδαμόθεν ἄλλοθεν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γάρ που δοκοῦμέν γε, ὦ Πρώταρχε, τὰ τέτταρα ἐκεῖνα, πέρας καὶ ἄπειρον καὶ κοινὸν καὶ τὸ τῆς αἰτίας γένος <milestone unit="section" resp="Stephanus" n="30b"/> ἐν ἅπασι τέταρτον ἐνόν, τοῦτο ἐν μὲν τοῖς παρʼ ἡμῖν ψυχήν τε παρέχον καὶ σωμασκίαν ἐμποιοῦν καὶ πταίσαντος σώματος ἰατρικὴν καὶ ἐν ἄλλοις ἄλλα συντιθὲν καὶ ἀκούμενον πᾶσαν καὶ παντοίαν σοφίαν ἐπικαλεῖσθαι, τῶν δʼ αὐτῶν τούτων ὄντων ἐν ὅλῳ τε οὐρανῷ καὶ κατὰ μεγάλα μέρη, καὶ προσέτι καλῶν καὶ εἰλικρινῶν, ἐν τούτοις δʼ οὐκ ἄρα μεμηχανῆσθαι τὴν τῶν καλλίστων καὶ τιμιωτάτων φύσιν.</said></p><p><said who="#Πρώταρχος"><milestone unit="section" resp="Stephanus" n="30c"/><label>ΠΡΩ.</label> ἀλλʼ οὐδαμῶς τοῦτό γʼ ἂν λόγον ἔχοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰ μὴ τοῦτο, μετʼ ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοιμεν ὡς ἔστιν, ἃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπʼ αὐτοῖς αἰτία οὐ φαύλη, κοσμοῦσά τε καὶ συντάττουσα ἐνιαυτούς τε καὶ ὥρας καὶ μῆνας, σοφία καὶ νοῦς λεγομένη δικαιότατʼ ἄν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> δικαιότατα δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφία μὴν καὶ νοῦς ἄνευ ψυχῆς οὐκ ἄν ποτε γενοίσθην.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="30d"/><label>ΣΩ.</label> οὐκοῦν ἐν μὲν τῇ τοῦ Διὸς ἐρεῖς φύσει βασιλικὴν μὲν ψυχήν, βασιλικὸν δὲ νοῦν ἐγγίγνεσθαι διὰ τὴν τῆς αἰτίας δύναμιν, ἐν δʼ ἄλλοις ἄλλα καλά, καθʼ ὅτι φίλον ἑκάστοις λέγεσθαι.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> μάλα γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτον δὴ τὸν λόγον ἡμᾶς μή τι μάτην δόξῃς, ὦ Πρώταρχε, εἰρηκέναι, ἀλλʼ ἔστι τοῖς μὲν πάλαι ἀποφηναμένοις ὡς ἀεὶ τοῦ παντὸς νοῦς ἄρχει σύμμαχος ἐκείνοις.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇ δέ γε ἐμῇ ζητήσει πεπορικὼς ἀπόκρισιν, ὅτι νοῦς <milestone unit="section" resp="Stephanus" n="30e"/> ἐστὶ γένους τῆς τοῦ πάντων αἰτίου λεχθέντος <del>τῶν τεττάρων, <del>ὧν</del> ἦν ἡμῖν ἓν τοῦτο</del>. ἔχεις γὰρ δήπου νῦν ἡμῶν ἤδη τὴν ἀπόκρισιν.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> ἔχω καὶ μάλα ἱκανῶς· καίτοι με ἀποκρινάμενος ἔλαθες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνάπαυλα γάρ, ὦ Πρώταρχε, τῆς σπουδῆς γίγνεται ἐνίοτε ἡ παιδιά.</said></p><p><said who="#Πρώταρχος"><label>ΠΡΩ.</label> καλῶς εἶπες.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>