<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:163</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:163</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="163"><p><said who="#Κέφαλος" rend="merge"><said>καὶ μὴν εἴπερ γε κινεῖται, μεγάλη ἀνάγκη αὐτῷ ἀλλοιοῦσθαι·

<milestone n="163" unit="page"/><milestone unit="section" resp="Stephanus" n="163a"/>ὅπῃ γὰρ ἄν τι κινηθῇ, κατὰ τοσοῦτον οὐκέθʼ ὡσαύτως ἔχει ὡς εἶχεν, ἀλλʼ ἑτέρως.</said><said>οὕτως.</said><said>κινούμενον δὴ τὸ ἓν καὶ ἀλλοιοῦται.</said><said>ναί.</said><said>καὶ μὴν μηδαμῇ γε κινούμενον οὐδαμῇ ἂν ἀλλοιοῖτο.</said><said>οὐ γάρ.</said><said>ἧι μὲν ἄρα κινεῖται τὸ οὐκ ὂν ἕν, ἀλλοιοῦται· ᾗ δὲ μὴ κινεῖται, οὐκ ἀλλοιοῦται.</said><said>οὐ γάρ.</said><said>τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιοῦταί τε καὶ οὐκ ἀλλοιοῦται.</said><said>φαίνεται.</said><said>τὸ δʼ ἀλλοιούμενον ἆρʼ οὐκ ἀνάγκη γίγνεσθαι μὲν ἕτερον ἢ πρότερον, ἀπόλλυσθαι δὲ ἐκ τῆς
<milestone unit="section" resp="Stephanus" n="163b"/>προτέρας ἕξεως· τὸ δὲ μὴ ἀλλοιούμενον μήτε γίγνεσθαι μήτε ἀπόλλυσθαι;</said><said>ἀνάγκη.</said><said>καὶ τὸ ἓν ἄρα μὴ ὂν ἀλλοιούμενον μὲν γίγνεταί τε καὶ ἀπόλλυται, μὴ ἀλλοιούμενον δὲ οὔτε γίγνεται οὔτε ἀπόλλυται· καὶ οὕτω τὸ ἓν μὴ ὂν γίγνεταί τε καὶ ἀπόλλυται, καὶ οὔτε γίγνεται οὔτʼ ἀπόλλυται.</said><said>οὐ γὰρ οὖν.<milestone unit="para" ed="P"/>αὖθις δὴ ἐπὶ τὴν ἀρχὴν ἴωμεν πάλιν ὀψόμενοι εἰ ταὐτὰ ἡμῖν φανεῖται ἅπερ καὶ νῦν ἢ ἕτερα.</said><said>ἀλλὰ χρή.</said><said>οὐκοῦν
<milestone unit="section" resp="Stephanus" n="163c"/><term>ἓν εἰ μὴ ἔστι</term>, φαμέν, τί χρὴ περὶ αὐτοῦ συμβαίνειν;</said><said>ναί.</said><said>τὸ δὲ μὴ ἔστιν ὅταν λέγωμεν, ἆρα μή τι ἄλλο σημαίνει ἢ οὐσίας ἀπουσίαν τούτῳ ᾧ ἂν φῶμεν μὴ εἶναι;</said><said>οὐδὲν ἄλλο.</said><said>πότερον οὖν, ὅταν φῶμεν μὴ εἶναί τι, πὼς οὐκ εἶναί φαμεν αὐτό, πὼς δὲ εἶναι; ἢ τοῦτο τὸ μὴ ἔστι λεγόμενον ἁπλῶς σημαίνει ὅτι οὐδαμῶς οὐδαμῇ ἔστιν οὐδέ πῃ μετέχει οὐσίας τό γε μὴ ὄν;</said><said>ἁπλούστατα μὲν οὖν.</said><said>οὔτε ἄρα εἶναι δύναιτο ἂν τὸ μὴ ὂν οὔτε ἄλλως οὐδαμῶς
<milestone unit="section" resp="Stephanus" n="163d"/>οὐσίας μετέχειν.</said><said>οὐ γάρ.</said><said>τὸ δὲ γίγνεσθαι καὶ τὸ ἀπόλλυσθαι μή τι ἄλλο ἦν ἢ τὸ μὲν οὐσίας μεταλαμβάνειν, τὸ δʼ ἀπολλύναι οὐσίαν;</said><said>οὐδὲν ἄλλο.</said><said>ὧι δέ γε μηδὲν τούτου μέτεστιν, οὔτʼ ἂν λαμβάνοι οὔτʼ ἀπολλύοι αὐτό.</said><said>πῶς γάρ;</said><said>τῷ ἑνὶ ἄρα, ἐπειδὴ οὐδαμῇ ἔστιν, οὔτε ἑκτέον οὔτε ἀπαλλακτέον οὔτε μεταληπτέον οὐσίας οὐδαμῶς.</said><said>εἰκός.</said><said>οὔτε ἄρα ἀπόλλυται τὸ μὴ ὂν ἓν οὔτε γίγνεται, ἐπείπερ οὐδαμῇ μετέχει οὐσίας.</said><said>οὐ φαίνεται.</said><said>οὐδʼ ἄρʼ
<milestone unit="section" resp="Stephanus" n="163e"/>ἀλλοιοῦται οὐδαμῇ· ἤδη γὰρ ἂν γίγνοιτό τε καὶ ἀπολλύοιτο τοῦτο πάσχον.</said><said>ἀληθῆ.</said><said>εἰ δὲ μὴ ἀλλοιοῦται, οὐκ ἀνάγκη μηδὲ κινεῖσθαι;</said><said>ἀνάγκη.</said><said>οὐδὲ μὴν ἑστάναι φήσομεν τὸ μηδαμοῦ ὄν· τὸ γὰρ ἑστὸς ἐν τῷ αὐτῷ τινι δεῖ ἀεὶ εἶναι.</said><said>τῷ αὐτῷ· πῶς γὰρ οὔ;</said><said>οὕτω δὴ αὖ τὸ μὴ ὂν μήτε ποτὲ ἑστάναι μήτε κινεῖσθαι λέγωμεν.</said><said>μὴ γὰρ οὖν.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>