<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:153</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:153</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="153"><p><said who="#Κέφαλος" rend="merge"><said>οὐκ ἔχω λέγειν.</said><milestone n="153" unit="page"/><milestone unit="section" resp="Stephanus" n="153a"/><said>τόδε γε μὴν ἔχεις λέγειν, ὅτι τὰ ἄλλα τοῦ ἑνός, εἴπερ ἕτερά ἐστιν, ἀλλὰ μὴ ἕτερον, πλείω ἐστὶν ἑνός· ἕτερον μὲν γὰρ ὂν ἓν ἂν ἦν, ἕτερα δὲ ὄντα πλείω ἑνός ἐστι καὶ πλῆθος ἂν ἔχοι.</said><said>ἔχοι γὰρ ἄν.</said><said>πλῆθος δὲ ὂν ἀριθμοῦ πλείονος ἂν μετέχοι ἢ τοῦ ἑνός.</said><said>πῶς δʼ οὔ;</said><said>τί οὖν; ἀριθμοῦ φήσομεν τὰ πλείω γίγνεσθαί τε καὶ γεγονέναι πρότερον, ἢ τὰ ἐλάττω;</said><said>τὰ ἐλάττω.</said><said>τὸ ὀλίγιστον ἄρα πρῶτον· τοῦτο
<milestone unit="section" resp="Stephanus" n="153b"/>δʼ ἔστι τὸ ἕν. ἦ γάρ;</said><said>ναί.</said><said>πάντων ἄρα τὸ ἓν πρῶτον γέγονε τῶν ἀριθμὸν ἐχόντων· ἔχει δὲ καὶ τἆλλα πάντα ἀριθμόν, εἴπερ ἄλλα καὶ μὴ ἄλλο ἐστίν.</said><said>ἔχει γάρ.</said><said>πρῶτον δέ γε οἶμαι γεγονὸς πρότερον γέγονε, τὰ δὲ ἄλλα ὕστερον, τὰ δʼ ὕστερον γεγονότα νεώτερα τοῦ πρότερον γεγονότος· καὶ οὕτως ἂν εἴη τἆλλα νεώτερα τοῦ ἑνός, τὸ δὲ ἓν πρεσβύτερον τῶν ἄλλων.</said><said>εἴη γὰρ ἄν.<milestone unit="para" ed="P"/>τί δὲ τόδε; ἆρʼ ἂν εἴη τὸ ἓν παρὰ φύσιν τὴν αὑτοῦ
<milestone unit="section" resp="Stephanus" n="153c"/>γεγονός, ἢ ἀδύνατον;</said><said>ἀδύνατον.</said><said>ἀλλὰ μὴν μέρη γε ἔχον ἐφάνη τὸ ἕν, εἰ δὲ μέρη, καὶ ἀρχὴν καὶ τελευτὴν καὶ μέσον.</said><said>ναί.</said><said>οὐκοῦν πάντων πρῶτον ἀρχὴ γίγνεται, καὶ αὐτοῦ τοῦ ἑνὸς καὶ ἑκάστου τῶν ἄλλων, καὶ μετὰ τὴν ἀρχὴν καὶ τἆλλα πάντα μέχρι τοῦ τέλους;</said><said>τί μήν;</said><said>καὶ μὴν μόριά γε φήσομεν ταῦτʼ εἶναι πάντα τἆλλα τοῦ ὅλου τε καὶ ἑνός, αὐτὸ δὲ ἐκεῖνο ἅμα τῇ τελευτῇ γεγονέναι ἕν τε καὶ ὅλον.</said><said>φήσομεν γάρ.</said><said>τελευτὴ δέ γε οἶμαι ὕστατον γίγνεται, τούτῳ
<milestone unit="section" resp="Stephanus" n="153d"/>δʼ ἅμα τὸ ἓν πέφυκε γίγνεσθαι· ὥστʼ εἴπερ ἀνάγκη αὐτὸ τὸ ἓν μὴ παρὰ φύσιν γίγνεσθαι, ἅμα τελευτῇ ἂν γεγονὸς ὕστατον ἂν τῶν ἄλλων πεφυκὸς εἴη γίγνεσθαι.</said><said>φαίνεται.</said><said>νεώτερον ἄρα τῶν ἄλλων τὸ ἕν ἐστι, τὰ δʼ ἄλλα τοῦ ἑνὸς πρεσβύτερα.</said><said>οὕτως αὖ μοι φαίνεται.</said><said>τί δὲ δή; ἀρχὴν ἢ ἄλλο μέρος ὁτιοῦν τοῦ ἑνὸς ἢ ἄλλου ὁτουοῦν, ἐάνπερ μέρος ᾖ ἀλλὰ μὴ μέρη, οὐκ ἀναγκαῖον ἓν εἶναι, μέρος γε ὄν;</said><said>ἀνάγκη.</said><said>οὐκοῦν τὸ ἓν ἅμα τε τῷ πρώτῳ γιγνομένῳ γίγνοιτʼ ἂν καὶ
<milestone unit="section" resp="Stephanus" n="153e"/>ἅμα τῷ δευτέρῳ, καὶ οὐδενὸς ἀπολείπεται τῶν ἄλλων γιγνομένων, ὅτιπερ ἂν προσγίγνηται ὁτῳοῦν, ἕως ἂν πρὸς τὸ ἔσχατον διελθὸν ὅλον ἓν γένηται, οὔτε μέσου οὔτε πρώτου οὔτε ἐσχάτου οὔτε ἄλλου οὐδενὸς ἀπολειφθὲν ἐν τῇ γενέσει.</said><said>ἀληθῆ.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>