<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:149</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:149</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="149"><p><said who="#Κέφαλος" rend="merge"><said>οὐκοῦν δύο μὲν ὂν τὸ ἓν ποιήσειεν

<milestone n="149" unit="page"/><milestone unit="section" resp="Stephanus" n="149a"/>ἂν ταῦτα καὶ ἐν δυοῖν χώραιν ἅμα γένοιτο· ἕως δʼ ἂν ᾖ ἕν, οὐκ ἐθελήσει;</said><said>οὐ γὰρ οὖν.</said><said>ἡ αὐτὴ ἄρα ἀνάγκη τῷ ἑνὶ μήτε δύο εἶναι μήτε ἅπτεσθαι αὐτῷ αὑτοῦ.</said><said>ἡ αὐτή.</said><said>ἀλλʼ οὐδὲ μὴν τῶν ἄλλων ἅψεται.</said><said>τί δή;</said><said>ὅτι, φαμέν, τὸ μέλλον ἅψεσθαι χωρὶς ὂν ἐφεξῆς δεῖ ἐκείνῳ εἶναι οὗ μέλλει ἅψεσθαι, τρίτον δὲ αὐτῶν ἐν μέσῳ μηδὲν εἶναι.</said><said>ἀληθῆ.</said><said>δύο ἄρα δεῖ τὸ ὀλίγιστον εἶναι, εἰ μέλλει ἅψις εἶναι.</said><said>δεῖ.</said><said>ἐὰν δὲ τοῖν δυοῖν ὅροιν τρίτον προσγένηται ἑξῆς, αὐτὰ
<milestone unit="section" resp="Stephanus" n="149b"/>μὲν τρία ἔσται, αἱ δὲ ἅψεις δύο.</said><said>ναί.</said><said>καὶ οὕτω δὴ ἀεὶ ἑνὸς προσγιγνομένου μία καὶ ἅψις προσγίγνεται, καὶ συμβαίνει τὰς ἅψεις τοῦ πλήθους τῶν ἀριθμῶν μιᾷ ἐλάττους εἶναι. ᾧ γὰρ τὰ πρῶτα δύο ἐπλεονέκτησεν τῶν ἅψεων εἰς τὸ πλείω εἶναι τὸν ἀριθμὸν ἢ τὰς ἅψεις, τῷ ἴσῳ τούτῳ καὶ ὁ ἔπειτα ἀριθμὸς πᾶς πασῶν τῶν ἅψεων πλεονεκτεῖ· ἤδη
<milestone unit="section" resp="Stephanus" n="149c"/>γὰρ τὸ λοιπὸν ἅμα ἕν τε τῷ ἀριθμῷ προσγίγνεται καὶ μία ἅψις ταῖς ἅψεσιν.</said><said>ὀρθῶς.</said><said>ὅσα ἄρα ἐστὶν τὰ ὄντα τὸν ἀριθμόν, ἀεὶ μιᾷ αἱ ἅψεις ἐλάττους εἰσὶν αὐτῶν.</said><said>ἀληθῆ.</said><said>εἰ δέ γε ἓν μόνον ἐστίν, δυὰς δὲ μὴ ἔστιν, ἅψις οὐκ ἂν εἴη.</said><said>πῶς γάρ;</said><said>οὔκουν, φαμέν, τὰ ἄλλα τοῦ ἑνὸς οὔτε ἕν ἐστιν οὔτε μετέχει αὐτοῦ, εἴπερ ἄλλα ἐστίν.</said><said>οὐ γάρ.</said><said>οὐκ ἄρα ἔνεστιν ἀριθμὸς ἐν τοῖς ἄλλοις, ἑνὸς μὴ ἐνόντος ἐν αὐτοῖς.</said><said>πῶς γάρ;</said><said>οὔτʼ ἄρα ἕν ἐστι τὰ ἄλλα οὔτε δύο οὔτε
<milestone unit="section" resp="Stephanus" n="149d"/>ἄλλου ἀριθμοῦ ἔχοντα ὄνομα οὐδέν.</said><said>οὔ.</said><said>τὸ ἓν ἄρα μόνον ἐστὶν ἕν, καὶ δυὰς οὐκ ἂν εἴη.</said><said>οὐ φαίνεται.</said><said>ἅψις ἄρα οὐκ ἔστιν δυοῖν μὴ ὄντοιν.</said><said>οὐκ ἔστιν.</said><said>οὔτʼ ἄρα τὸ ἓν τῶν ἄλλων ἅπτεται οὔτε τὰ ἄλλα τοῦ ἑνός, ἐπείπερ ἅψις οὐκ ἔστιν.</said><said>οὐ γὰρ οὖν.</said><said>οὕτω δὴ κατὰ πάντα ταῦτα τὸ ἓν τῶν τε ἄλλων καὶ ἑαυτοῦ ἅπτεταί τε καὶ οὐχ ἅπτεται.</said><said>ἔοικεν.<milestone unit="para" ed="P"/>ἆρʼ οὖν καὶ ἴσον ἐστὶ καὶ ἄνισον αὑτῷ τε καὶ τοῖς ἄλλοις;</said><said>πῶς;</said><said>εἰ μεῖζον εἴη τὸ ἓν ἢ τἆλλα ἢ ἔλαττον,
<milestone unit="section" resp="Stephanus" n="149e"/>ἢ αὖ τὰ ἄλλα τοῦ ἑνὸς μείζω ἢ ἐλάττω, ἆρα οὐκ ἂν τῷ μὲν ἓν εἶναι τὸ ἓν καὶ τἆλλα ἄλλα τοῦ ἑνὸς οὔτε τι μείζω οὔτε τι ἐλάττω ἂν εἴη ἀλλήλων αὐταῖς γε ταύταις ταῖς οὐσίαις; ἀλλʼ εἰ μὲν πρὸς τῷ τοιαῦτα εἶναι ἑκάτερα ἰσότητα ἔχοιεν, ἴσα ἂν εἴη πρὸς ἄλληλα· εἰ δὲ τὰ μὲν μέγεθος, τὸ δὲ σμικρότητα, ἢ καὶ μέγεθος μὲν τὸ ἕν, σμικρότητα δὲ τἆλλα, ὁποτέρῳ μὲν τῷ εἴδει μέγεθος προσείη, μεῖζον ἂν εἴη, ᾧ δὲ σμικρότης, ἔλαττον;</said><said>ἀνάγκη.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>