<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:146</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:146</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="146"><p><said who="#Κέφαλος" rend="merge"><said>ἕστηκε μέν που, εἴπερ αὐτὸ ἐν ἑαυτῷ

<milestone n="146" unit="page"/><milestone unit="section" resp="Stephanus" n="146a"/>ἐστιν· ἐν γὰρ ἑνὶ ὂν καὶ ἐκ τούτου μὴ μεταβαῖνον ἐν τῷ αὐτῷ ἂν εἴη, ἐν ἑαυτῷ.</said><said>ἔστι γάρ.</said><said>τὸ δέ γε ἐν τῷ αὐτῷ ἀεὶ ὂν ἑστὸς δήπου ἀνάγκη ἀεὶ εἶναι.</said><said>πάνυ γε.</said><said>τί δέ; τὸ ἐν ἑτέρῳ ἀεὶ ὂν οὐ τὸ ἐναντίον ἀνάγκη μηδέποτʼ ἐν ταὐτῷ εἶναι, μηδέποτε δὲ ὂν ἐν τῷ αὐτῷ μηδὲ ἑστάναι, μὴ ἑστὸς δὲ κινεῖσθαι;</said><said>οὕτως.</said><said>ἀνάγκη ἄρα τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ἀεὶ ὂν καὶ ἐν ἑτέρῳ, ἀεὶ κινεῖσθαί τε καὶ ἑστάναι.</said><said>φαίνεται.<milestone unit="para" ed="P"/>καὶ μὴν ταὐτόν γε δεῖ εἶναι αὐτὸ ἑαυτῷ καὶ ἕτερον
<milestone unit="section" resp="Stephanus" n="146b"/>ἑαυτοῦ, καὶ τοῖς ἄλλοις ὡσαύτως ταὐτόν τε καὶ ἕτερον εἶναι, εἴπερ καὶ τὰ πρόσθεν πέπονθεν.</said><said>πῶς;</said><said>πᾶν που πρὸς ἅπαν ὧδε ἔχει, ἢ ταὐτόν ἐστιν ἢ ἕτερον· ἢ ἐὰν μὴ ταὐτὸν ᾖ μηδʼ ἕτερον, μέρος ἂν εἴη τούτου πρὸς ὃ οὕτως ἔχει, ἢ ὡς πρὸς μέρος ὅλον ἂν εἴη.</said><said>φαίνεται.</said><said>ἆρʼ οὖν τὸ ἓν αὐτὸ αὑτοῦ μέρος ἐστίν;</said><said>οὐδαμῶς.</said><said>οὐδʼ ἄρα ὡς πρὸς μέρος αὐτὸ αὑτοῦ ὅλον ἂν εἴη, πρὸς ἑαυτὸ μέρος ὄν.</said><said>οὐ γὰρ οἷόν
<milestone unit="section" resp="Stephanus" n="146c"/>τε.</said><said>ἀλλʼ ἆρα ἕτερόν ἐστιν ἑνὸς τὸ ἕν;</said><said>οὐ δῆτα.</said><said>οὐδʼ ἄρα ἑαυτοῦ γε ἕτερον ἂν εἴη.</said><said>οὐ μέντοι.</said><said>εἰ οὖν μήτε ἕτερον μήτε ὅλον μήτε μέρος αὐτὸ πρὸς ἑαυτό ἐστιν, οὐκ ἀνάγκη ἤδη ταὐτὸν εἶναι αὐτὸ ἑαυτῷ;</said><said>ἀνάγκη.</said><said>τί δέ; τὸ ἑτέρωθι ὂν αὐτὸ ἑαυτοῦ ἐν τῷ αὐτῷ ὄντος ἑαυτῷ οὐκ ἀνάγκη αὐτὸ ἑαυτοῦ ἕτερον εἶναι, εἴπερ καὶ ἑτέρωθι ἔσται;</said><said>ἔμοιγε δοκεῖ.</said><said>οὕτω μὴν ἐφάνη ἔχον τὸ ἕν, αὐτό τε ἐν ἑαυτῷ ὂν ἅμα καὶ ἐν ἑτέρῳ.</said><said>ἐφάνη γάρ.</said><said>ἕτερον ἄρα, ὡς ἔοικεν,
<milestone unit="section" resp="Stephanus" n="146d"/>εἴη ταύτῃ ἂν ἑαυτοῦ τὸ ἕν.</said><said>ἔοικεν.</said><said>τί οὖν; εἴ τού τι ἕτερόν ἐστιν, οὐχ ἑτέρου ὄντος ἕτερον ἔσται;</said><said>ἀνάγκη.</said><said>οὐκοῦν ὅσα μὴ ἕν ἐστιν, ἅπανθʼ ἕτερα τοῦ ἑνός, καὶ τὸ ἓν τῶν μὴ ἕν;</said><said>πῶς δʼ οὔ;</said><said>ἕτερον ἄρα ἂν εἴη τὸ ἓν τῶν ἄλλων.</said><said>ἕτερον.</said><said>ὅρα δή· αὐτό τε ταὐτὸν καὶ τὸ ἕτερον ἆρʼ οὐκ ἐναντία ἀλλήλοις;</said><said>πῶς δʼ οὔ;</said><said>ἦ οὖν ἐθελήσει ταὐτὸν ἐν τῷ ἑτέρῳ ἢ τὸ ἕτερον ἐν ταὐτῷ ποτε εἶναι;</said><said>οὐκ ἐθελήσει.</said><said>εἰ ἄρα τὸ ἕτερον ἐν τῷ αὐτῷ μηδέποτε ἔσται, οὐδὲν ἔστι τῶν ὄντων ἐν ᾧ ἐστὶν τὸ ἕτερον χρόνον οὐδένα·
<milestone unit="section" resp="Stephanus" n="146e"/>εἰ γὰρ ὁντινοῦν εἴη ἔν τῳ, ἐκεῖνον ἂν τὸν χρόνον ἐν ταὐτῷ εἴη τὸ ἕτερον. οὐχ οὕτως;</said><said>οὕτως.</said><said>ἐπειδὴ δʼ οὐδέποτε ἐν τῷ αὐτῷ ἐστιν, οὐδέποτε ἔν τινι τῶν ὄντων ἂν εἴη τὸ ἕτερον.</said><said>ἀληθῆ.</said><said>οὔτʼ ἄρα ἐν τοῖς μὴ ἓν οὔτε ἐν τῷ ἑνὶ ἐνείη ἂν τὸ ἕτερον.</said><said>οὐ γὰρ οὖν.</said><said>οὐκ ἄρα τῷ ἑτέρῳ γʼ ἂν εἴη τὸ ἓν τῶν μὴ ἓν οὐδὲ τὰ μὴ ἓν τοῦ ἑνὸς ἕτερα.</said><said>οὐ γάρ.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>