<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:144</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:144</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="144"><p><said who="#Κέφαλος" rend="merge"><said>ἄρτιά τε ἄρα ἀρτιάκις ἂν εἴη καὶ

<milestone n="144" unit="page"/><milestone unit="section" resp="Stephanus" n="144a"/>περιττὰ περιττάκις καὶ ἄρτια περιττάκις καὶ περιττὰ ἀρτιάκις.</said><said>ἔστιν οὕτω.</said><said>εἰ οὖν ταῦτα οὕτως ἔχει, οἴει τινὰ ἀριθμὸν ὑπολείπεσθαι ὃν οὐκ ἀνάγκη εἶναι;</said><said>οὐδαμῶς γε.</said><said>εἰ ἄρα ἔστιν ἕν, ἀνάγκη καὶ ἀριθμὸν εἶναι.</said><said>ἀνάγκη.</said><said>ἀλλὰ μὴν ἀριθμοῦ γε ὄντος πολλὰ ἂν εἴη καὶ πλῆθος ἄπειρον τῶν ὄντων· ἢ οὐκ ἄπειρος ἀριθμὸς πλήθει καὶ μετέχων οὐσίας γίγνεται;</said><said>καὶ πάνυ γε.</said><said>οὐκοῦν εἰ πᾶς ἀριθμὸς οὐσίας μετέχει, καὶ τὸ μόριον ἕκαστον τοῦ ἀριθμοῦ μετέχοι ἂν αὐτῆς;</said><said>ναί.
<milestone unit="section" resp="Stephanus" n="144b"/><milestone unit="para" ed="P"/>ἐπὶ πάντα ἄρα πολλὰ ὄντα ἡ οὐσία νενέμηται καὶ οὐδενὸς ἀποστατεῖ τῶν ὄντων, οὔτε τοῦ σμικροτάτου οὔτε τοῦ μεγίστου; ἢ τοῦτο μὲν καὶ ἄλογον ἐρέσθαι; πῶς γὰρ ἂν δὴ οὐσία γε τῶν ὄντων του ἀποστατοῖ;</said><said>οὐδαμῶς.</said><said>κατακεκερμάτισται ἄρα ὡς οἷόν τε σμικρότατα καὶ μέγιστα καὶ πανταχῶς ὄντα, καὶ μεμέρισται πάντων μάλιστα, καὶ ἔστι
<milestone unit="section" resp="Stephanus" n="144c"/>μέρη ἀπέραντα τῆς οὐσίας.</said><said>ἔχει οὕτω.</said><said>πλεῖστα ἄρα ἐστὶ τὰ μέρη αὐτῆς.</said><said>πλεῖστα μέντοι.</said><said>τί οὖν; ἔστι τι αὐτῶν ὃ ἔστι μὲν μέρος τῆς οὐσίας, οὐδὲν μέντοι μέρος;</said><said>καὶ πῶς ἄν <del>τοι</del> τοῦτο γένοιτο;</said><said>ἀλλʼ εἴπερ γε οἶμαι ἔστιν, ἀνάγκη αὐτὸ ἀεί, ἕωσπερ ἂν ᾖ, ἕν γέ τι εἶναι, μηδὲν δὲ ἀδύνατον.</said><said>ἀνάγκη.</said><said>πρὸς ἅπαντι ἄρα <del>ἑκάστῳ</del> τῷ τῆς οὐσίας μέρει πρόσεστιν τὸ ἕν, οὐκ ἀπολειπόμενον οὔτε σμικροτέρου οὔτε μείζονος μέρους οὔτε ἄλλου οὐδενός.</said><said>οὕτω.</said><said>ἆρα οὖν ἓν
<milestone unit="section" resp="Stephanus" n="144d"/>ὂν πολλαχοῦ ἅμα ὅλον ἐστί; τοῦτο ἄθρει.</said><said>ἀλλʼ ἀθρῶ καὶ ὁρῶ ὅτι ἀδύνατον.</said><said>μεμερισμένον ἄρα, εἴπερ μὴ ὅλον· ἄλλως γάρ που οὐδαμῶς ἅμα ἅπασι τοῖς τῆς οὐσίας μέρεσιν παρέσται ἢ μεμερισμένον.</said><said>ναί.</said><said>καὶ μὴν τό γε μεριστὸν πολλὴ ἀνάγκη εἶναι τοσαῦτα ὅσαπερ μέρη.</said><said>ἀνάγκη.</said><said>οὐκ ἄρα ἀληθῆ ἄρτι ἐλέγομεν λέγοντες ὡς πλεῖστα μέρη ἡ οὐσία νενεμημένη εἴη. οὐδὲ γὰρ πλείω τοῦ ἑνὸς νενέμηται, ἀλλʼ
<milestone unit="section" resp="Stephanus" n="144e"/>ἴσα, ὡς ἔοικε, τῷ ἑνί· οὔτε γὰρ τὸ ὂν τοῦ ἑνὸς ἀπολείπεται οὔτε τὸ ἓν τοῦ ὄντος, ἀλλʼ ἐξισοῦσθον δύο ὄντε ἀεὶ παρὰ πάντα.</said><said>παντάπασιν οὕτω φαίνεται.</said><said>τὸ ἓν ἄρα αὐτὸ κεκερματισμένον ὑπὸ τῆς οὐσίας πολλά τε καὶ ἄπειρα τὸ πλῆθός ἐστιν.</said><said>φαίνεται.</said><said>οὐ μόνον ἄρα τὸ ὂν ἓν πολλά ἐστιν, ἀλλὰ καὶ αὐτὸ τὸ ἓν ὑπὸ τοῦ ὄντος διανενεμημένον πολλὰ ἀνάγκη εἶναι.</said><said>παντάπασι μὲν οὖν.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>