<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:139</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:139</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="139"><p><said who="#Κέφαλος" rend="merge"><said>οὔτʼ ἄρα ποι ἰὸν καὶ ἔν

<milestone n="139" unit="page"/><milestone unit="section" resp="Stephanus" n="139a"/>τῳ γιγνόμενον χώραν ἀλλάττει, οὔτʼ ἐν τῷ αὐτῷ περιφερόμενον οὔτε ἀλλοιούμενον.</said><said>οὐκ ἔοικε.</said><said>κατὰ πᾶσαν ἄρα κίνησιν τὸ ἓν ἀκίνητον.</said><said>ἀκίνητον.</said><said>ἀλλὰ μὴν καὶ εἶναί γέ φαμεν ἔν τινι αὐτὸ ἀδύνατον.</said><said>φαμὲν γάρ.</said><said>οὐδʼ ἄρα ποτὲ ἐν τῷ αὐτῷ ἐστιν.</said><said>τί δή;</said><said>ὅτι ἤδη ἂν ἐν ἐκείνῳ εἴη ἐν ᾧ τῷ αὐτῷ ἐστιν.</said><said>πάνυ μὲν οὖν.</said><said>ἀλλʼ οὔτε ἐν αὑτῷ οὔτε ἐν ἄλλῳ οἷόν τε ἦν αὐτῷ ἐνεῖναι.</said><said>οὐ γὰρ οὖν.</said><said>οὐδέποτε ἄρα ἐστὶ τὸ ἓν ἐν τῷ αὐτῷ.</said><said>οὐκ ἔοικεν.</said><said><milestone unit="section" resp="Stephanus" n="139b"/>ἀλλὰ μὴν τό γε μηδέποτε ἐν τῷ αὐτῷ ὂν οὔτε ἡσυχίαν ἄγει οὔθʼ ἕστηκεν.</said><said>οὐ γὰρ οἷόν τε.</said><said>τὸ ἓν ἄρα, ὡς ἔοικεν, οὔτε ἕστηκεν οὔτε κινεῖται.</said><said>οὔκουν δὴ φαίνεταί γε.<milestone unit="para" ed="P"/>οὐδὲ μὴν ταὐτόν γε οὔτε ἑτέρῳ οὔτε ἑαυτῷ ἔσται, οὐδʼ αὖ ἕτερον οὔτε αὑτοῦ οὔτε ἑτέρου ἂν εἴη.</said><said>πῇ δή;</said><said>ἕτερον μέν που ἑαυτοῦ ὂν ἑνὸς ἕτερον ἂν εἴη καὶ οὐκ ἂν εἴη ἕν.</said><said>ἀληθῆ.</said><said>καὶ μὴν ταὐτόν γε ἑτέρῳ ὂν ἐκεῖνο ἂν εἴη, αὐτὸ
<milestone unit="section" resp="Stephanus" n="139c"/>δʼ οὐκ ἂν εἴη· ὥστε οὐδʼ ἂν οὕτως εἴη ὅπερ ἔστιν, ἕν, ἀλλʼ ἕτερον ἑνός.</said><said>οὐ γὰρ οὖν.</said><said>ταὐτὸν μὲν ἄρα ἑτέρῳ ἢ ἕτερον ἑαυτοῦ οὐκ ἔσται.</said><said>οὐ γάρ.</said><said>ἕτερον δέ γε ἑτέρου οὐκ ἔσται, ἕως ἂν ᾖ ἕν· οὐ γὰρ ἑνὶ προσήκει ἑτέρῳ τινὸς εἶναι, ἀλλὰ μόνῳ ἑτέρῳ ἑτέρου, ἄλλῳ δὲ οὐδενί.</said><said>ὀρθῶς.</said><said>τῷ μὲν ἄρα ἓν εἶναι οὐκ ἔσται ἕτερον· ἢ οἴει;</said><said>οὐ δῆτα.</said><said>ἀλλὰ μὴν εἰ μὴ τούτῳ, οὐχ ἑαυτῷ ἔσται, εἰ δὲ μὴ αὑτῷ, οὐδὲ αὐτό· αὐτὸ δὲ μηδαμῇ ὂν ἕτερον οὐδενὸς ἔσται
<milestone unit="section" resp="Stephanus" n="139d"/>ἕτερον.</said><said>ὀρθῶς.</said><said>οὐδὲ μὴν ταὐτόν γε ἑαυτῷ ἔσται.</said><said>πῶς δʼ οὔ;</said><said>οὐχ ἥπερ τοῦ ἑνὸς φύσις, αὑτὴ δήπου καὶ τοῦ ταὐτοῦ.</said><said>τί δή;</said><said>ὅτι οὐκ, ἐπειδὰν ταὐτὸν γένηταί τῴ τι, ἓν γίγνεται.</said><said>ἀλλὰ τί μήν;</said><said>τοῖς πολλοῖς ταὐτὸν γενόμενον πολλὰ ἀνάγκη γίγνεσθαι ἀλλʼ οὐχ ἕν.</said><said>ἀληθῆ.</said><said>ἀλλʼ εἰ τὸ ἓν καὶ τὸ ταὐτὸν μηδαμῇ διαφέρει, ὁπότε τι ταὐτὸν ἐγίγνετο, ἀεὶ ἂν ἓν ἐγίγνετο, καὶ ὁπότε ἕν, ταὐτόν.</said><milestone unit="section" resp="Stephanus" n="139e"/><said>πάνυ γε.</said><said>εἰ ἄρα τὸ ἓν ἑαυτῷ ταὐτὸν ἔσται, οὐχ ἓν ἑαυτῷ ἔσται· καὶ οὕτω ἓν ὂν οὐχ ἓν ἔσται. ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον· ἀδύνατον ἄρα καὶ τῷ ἑνὶ ἢ ἑτέρου ἕτερον εἶναι ἢ ἑαυτῷ ταὐτόν.</said><said>ἀδύνατον.</said><said>οὕτω δὴ ἕτερόν γε ἢ ταὐτὸν τὸ ἓν οὔτʼ ἂν αὑτῷ οὔτʼ ἂν ἑτέρῳ εἴη.</said><said>οὐ γὰρ οὖν.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>