<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:137</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:137</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="137"><p><said who="#Κέφαλος" rend="merge">καίτοι δοκῶ μοι τὸ τοῦ Ἰβυκείου ἵππου πεπονθέναι,

<milestone n="137" unit="page"/><milestone unit="section" resp="Stephanus" n="137a"/>ᾧ ἐκεῖνος ἀθλητῇ ὄντι καὶ πρεσβυτέρῳ, ὑφʼ ἅρματι μέλλοντι ἀγωνιεῖσθαι καὶ διʼ ἐμπειρίαν τρέμοντι τὸ μέλλον, ἑαυτὸν ἀπεικάζων ἄκων ἔφη καὶ αὐτὸς οὕτω πρεσβύτης ὢν εἰς τὸν ἔρωτα ἀναγκάζεσθαι ἰέναι· κἀγώ μοι δοκῶ μεμνημένος μάλα φοβεῖσθαι πῶς χρὴ τηλικόνδε ὄντα διανεῦσαι τοιοῦτόν τε καὶ τοσοῦτον πέλαγος λόγων· ὅμως δὲ δεῖ γὰρ χαρίζεσθαι, ἐπειδὴ καί, ὃ Ζήνων λέγει, αὐτοί ἐσμεν. πόθεν οὖν δὴ
<milestone unit="section" resp="Stephanus" n="137b"/>ἀρξόμεθα καὶ τί πρῶτον ὑποθησόμεθα; ἢ βούλεσθε, ἐπειδήπερ δοκεῖ πραγματειώδη παιδιὰν παίζειν, ἀπʼ ἐμαυτοῦ ἄρξωμαι καὶ τῆς ἐμαυτοῦ ὑποθέσεως, περὶ τοῦ ἑνὸς αὐτοῦ ὑποθέμενος, εἴτε ἕν ἐστιν εἴτε μὴ ἕν, τί χρὴ συμβαίνειν;<milestone unit="para" ed="P"/>πάνυ μὲν οὖν, φάναι τὸν Ζήνωνα.<milestone unit="para" ed="P"/>τίς οὖν, εἰπεῖν, μοὶ ἀποκρινεῖται; ἢ ὁ νεώτατος; ἥκιστα γὰρ ἂν πολυπραγμονοῖ, καὶ ἃ οἴεται μάλιστα ἂν ἀποκρίνοιτο· καὶ ἅμα ἐμοὶ ἀνάπαυλα ἂν εἴη ἡ ἐκείνου ἀπόκρισις.
<milestone unit="section" resp="Stephanus" n="137c"/><milestone unit="para" ed="P"/>ἕτοιμός σοι, ὦ Παρμενίδη, φάναι, τοῦτο, τὸν Ἀριστοτέλη· ἐμὲ γὰρ λέγεις τὸν νεώτατον λέγων. ἀλλὰ ἐρώτα ὡς ἀποκρινουμένου.

<milestone unit="para" ed="P"/><said>εἶεν δή</said>, φάναι· <said>εἰ ἕν ἐστιν, ἄλλο τι οὐκ ἂν εἴη πολλὰ τὸ ἕν;</said>
<said>πῶς γὰρ ἄν;</said>
<said>οὔτε ἄρα μέρος αὐτοῦ οὔτε ὅλον αὐτὸ δεῖ εἶναι.</said>
<said>τί δή;</said>
<said>τὸ μέρος που ὅλου μέρος ἐστίν.</said>
<said>ναί.</said>
<said>τί δὲ τὸ ὅλον; οὐχὶ οὗ ἂν μέρος μηδὲν ἀπῇ ὅλον ἂν εἴη;</said>
<said>πάνυ γε.</said>
<said>ἀμφοτέρως ἄρα τὸ ἓν ἐκ μερῶν ἂν εἴη, ὅλον τε ὂν καὶ μέρη ἔχον.</said>
<said>ἀνάγκη.</said>
<said>ἀμφοτέρως ἂν ἄρα
<milestone unit="section" resp="Stephanus" n="137d"/>οὕτως τὸ ἓν πολλὰ εἴη ἀλλʼ οὐχ ἕν.</said>
<said>ἀληθῆ.</said>
<said>δεῖ δέ γε μὴ πολλὰ ἀλλʼ ἓν αὐτὸ εἶναι.</said>
<said>δεῖ.</said>
<said>οὔτʼ ἄρα ὅλον ἔσται οὔτε μέρη ἕξει, εἰ ἓν ἔσται τὸ ἕν.</said>
<said>οὐ γάρ.<milestone unit="para" ed="P"/>οὐκοῦν εἰ μηδὲν ἔχει μέρος, οὔτʼ ἂν ἀρχὴν οὔτε τελευτὴν οὔτε μέσον ἔχοι· μέρη γὰρ ἂν ἤδη αὐτοῦ τὰ τοιαῦτα εἴη.</said>
<said>ὀρθῶς.</said>
<said>καὶ μὴν τελευτή γε καὶ ἀρχὴ πέρας ἑκάστου.</said>
<said>πῶς δʼ οὔ;</said>
<said>ἄπειρον ἄρα τὸ ἕν, εἰ μήτε ἀρχὴν μήτε τελευτὴν ἔχει.</said>
<said>ἄπειρον.</said>
<said>καὶ ἄνευ σχήματος ἄρα· οὔτε γὰρ
<milestone unit="section" resp="Stephanus" n="137e"/>στρογγύλου οὔτε εὐθέος μετέχει.</said>
<said>πῶς;</said>
<said>στρογγύλον γέ πού ἐστι τοῦτο οὗ ἂν τὰ ἔσχατα πανταχῇ ἀπὸ τοῦ μέσου ἴσον ἀπέχῃ.</said>
<said>ναί.</said>
<said>καὶ μὴν εὐθύ γε, οὗ ἂν τὸ μέσον ἀμφοῖν τοῖν ἐσχάτοιν ἐπίπροσθεν ᾖ.</said>
<said>οὕτως.</said>
<said>οὐκοῦν μέρη ἂν ἔχοι τὸ ἓν καὶ πολλὰ ἂν εἴη, εἴτε εὐθέος σχήματος εἴτε περιφεροῦς μετέχοι.</said>
<said>πάνυ μὲν οὖν.</said>
<said>οὔτε ἄρα εὐθὺ οὔτε
<milestone n="138" unit="page"/><milestone unit="section" resp="Stephanus" n="138a"/>περιφερές ἐστιν, ἐπείπερ οὐδὲ μέρη ἔχει.</said>
<said>ὀρθῶς.</said></said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>