<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:134</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:134</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="134"><p><said who="#Κέφαλος" rend="merge">ἢ οὐ μανθάνεις ὃ λέγω;<milestone unit="para" ed="P"/>πάνυ γʼ, εἰπεῖν τὸν Σωκράτη, μανθάνω.<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ἐπιστήμη, φάναι, αὐτὴ μὲν ὃ ἔστι ἐπιστήμη τῆς ὃ ἔστιν ἀλήθεια αὐτῆς ἂν ἐκείνης εἴη ἐπιστήμη;<milestone unit="para" ed="P"/>πάνυ γε.<milestone unit="para" ed="P"/>ἑκάστη δὲ αὖ τῶν ἐπιστημῶν, ἣ ἔστιν, ἑκάστου τῶν ὄντων, ὃ ἔστιν, εἴη ἂν ἐπιστήμη· ἢ οὔ;<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>ἡ δὲ παρʼ ἡμῖν ἐπιστήμη οὐ τῆς παρʼ ἡμῖν ἂν ἀληθείας εἴη, καὶ αὖ ἑκάστη ἡ παρʼ ἡμῖν ἐπιστήμη τῶν παρʼ ἡμῖν
<milestone unit="section" resp="Stephanus" n="134b"/>ὄντων ἑκάστου ἂν ἐπιστήμη συμβαίνοι εἶναι;<milestone unit="para" ed="P"/>ἀνάγκη.<milestone unit="para" ed="P"/>ἀλλὰ μὴν αὐτά γε τὰ εἴδη, ὡς ὁμολογεῖς, οὔτε ἔχομεν οὔτε παρʼ ἡμῖν οἷόν τε εἶναι.<milestone unit="para" ed="P"/>οὐ γὰρ οὖν.<milestone unit="para" ed="P"/>γιγνώσκεται δέ γέ που ὑπʼ αὐτοῦ τοῦ εἴδους τοῦ τῆς ἐπιστήμης αὐτὰ τὰ γένη ἃ ἔστιν ἕκαστα;<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>ὅ γε ἡμεῖς οὐκ ἔχομεν.<milestone unit="para" ed="P"/>οὐ γάρ.<milestone unit="para" ed="P"/>οὐκ ἄρα ὑπό γε ἡμῶν γιγνώσκεται τῶν εἰδῶν οὐδέν, ἐπειδὴ αὐτῆς ἐπιστήμης οὐ μετέχομεν.<milestone unit="para" ed="P"/>οὐκ ἔοικεν.<milestone unit="para" ed="P"/>ἄγνωστον ἄρα ἡμῖν καὶ αὐτὸ τὸ καλὸν ὃ ἔστι καὶ
<milestone unit="section" resp="Stephanus" n="134c"/>τὸ ἀγαθὸν καὶ πάντα ἃ δὴ ὡς ἰδέας αὐτὰς οὔσας ὑπολαμβάνομεν.<milestone unit="para" ed="P"/>κινδυνεύει.<milestone unit="para" ed="P"/>ὅρα δὴ ἔτι τούτου δεινότερον τόδε.<milestone unit="para" ed="P"/>τὸ ποῖον;<milestone unit="para" ed="P"/>φαίης ἄν που, εἴπερ ἔστιν αὐτό τι γένος ἐπιστήμης, πολὺ αὐτὸ ἀκριβέστερον εἶναι ἢ τὴν παρʼ ἡμῖν ἐπιστήμην, καὶ κάλλος καὶ τἆλλα πάντα οὕτω.<milestone unit="para" ed="P"/>ναί.<milestone unit="para" ed="P"/>οὐκοῦν εἴπερ τι ἄλλο αὐτῆς ἐπιστήμης μετέχει, οὐκ ἄν τινα μᾶλλον ἢ θεὸν φαίης ἔχειν τὴν ἀκριβεστάτην ἐπιστήμην;<milestone unit="para" ed="P"/>ἀνάγκη.
<milestone unit="section" resp="Stephanus" n="134d"/><milestone unit="para" ed="P"/>ἆρʼ οὖν οἷός τε αὖ ἔσται ὁ θεὸς τὰ παρʼ ἡμῖν γιγνώσκειν αὐτὴν ἐπιστήμην ἔχων;<milestone unit="para" ed="P"/>τί γὰρ οὔ;<milestone unit="para" ed="P"/>ὅτι, ἔφη ὁ Παρμενίδης, ὡμολόγηται ἡμῖν, ὦ Σώκρατες, μήτε ἐκεῖνα τὰ εἴδη πρὸς τὰ παρʼ ἡμῖν τὴν δύναμιν ἔχειν ἣν ἔχει, μήτε τὰ παρʼ ἡμῖν πρὸς ἐκεῖνα, ἀλλʼ αὐτὰ πρὸς αὑτὰ ἑκάτερα.<milestone unit="para" ed="P"/>ὡμολόγηται γάρ.<milestone unit="para" ed="P"/>οὐκοῦν εἰ παρὰ τῷ θεῷ αὕτη ἐστὶν ἡ ἀκριβεστάτη δεσποτεία καὶ αὕτη ἡ ἀκριβεστάτη ἐπιστήμη, οὔτʼ ἂν ἡ δεσποτεία ἡ ἐκείνων ἡμῶν ποτὲ ἂν δεσπόσειεν, οὔτʼ ἂν
<milestone unit="section" resp="Stephanus" n="134e"/>ἐπιστήμη ἡμᾶς γνοίη οὐδέ τι ἄλλο τῶν παρʼ ἡμῖν, ἀλλὰ ὁμοίως ἡμεῖς τε ἐκείνων οὐκ ἄρχομεν τῇ παρʼ ἡμῖν ἀρχῇ οὐδὲ γιγνώσκομεν τοῦ θείου οὐδὲν τῇ ἡμετέρᾳ ἐπιστήμῃ, ἐκεῖνοί τε αὖ κατὰ τὸν αὐτὸν λόγον οὔτε δεσπόται ἡμῶν εἰσὶν οὔτε γιγνώσκουσι τὰ ἀνθρώπεια πράγματα θεοὶ ὄντες.<milestone unit="para" ed="P"/>ἀλλὰ μὴ λίαν, ἔφη, <add>ᾖ</add> θαυμαστὸς ὁ λόγος, εἴ τις τὸν θεὸν ἀποστερήσει τοῦ εἰδέναι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>