<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:133</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2:133</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg009.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="133"><p><said who="#Κέφαλος" rend="merge"><milestone unit="para" ed="P"/> 
						οὐκ ἄρα οἷόν τέ τι τῷ εἴδει ὅμοιον εἶναι, οὐδὲ τὸ εἶδος ἄλλῳ· εἰ δὲ μή, παρὰ τὸ εἶδος ἀεὶ ἄλλο ἀναφανήσεται εἶδος,

<milestone n="133" unit="page"/><milestone unit="section" resp="Stephanus" n="133a"/>καὶ ἂν ἐκεῖνό τῳ ὅμοιον ᾖ, ἕτερον αὖ, καὶ οὐδέποτε παύσεται ἀεὶ καινὸν εἶδος γιγνόμενον, ἐὰν τὸ εἶδος τῷ ἑαυτοῦ μετέχοντι ὅμοιον γίγνηται.<milestone unit="para" ed="P"/>ἀληθέστατα λέγεις.<milestone unit="para" ed="P"/>οὐκ ἄρα ὁμοιότητι τἆλλα τῶν εἰδῶν μεταλαμβάνει, ἀλλά τι ἄλλο δεῖ ζητεῖν ᾧ μεταλαμβάνει.<milestone unit="para" ed="P"/>ἔοικεν.<milestone unit="para" ed="P"/>ὁρᾷς οὖν, φάναι, ὦ Σώκρατες, ὅση ἡ ἀπορία ἐάν τις ὡς εἴδη ὄντα αὐτὰ καθʼ αὑτὰ διορίζηται;<milestone unit="para" ed="P"/>καὶ μάλα.<milestone unit="para" ed="P"/>εὖ τοίνυν ἴσθι, φάναι, ὅτι ὡς ἔπος εἰπεῖν οὐδέπω ἅπτῃ
<milestone unit="section" resp="Stephanus" n="133b"/>αὐτῆς ὅση ἐστὶν ἡ ἀπορία, εἰ ἓν εἶδος ἕκαστον τῶν ὄντων ἀεί τι ἀφοριζόμενος θήσεις.<milestone unit="para" ed="P"/>πῶς δή; εἰπεῖν.<milestone unit="para" ed="P"/>πολλὰ μὲν καὶ ἄλλα, φάναι, μέγιστον δὲ τόδε. εἴ τις φαίη μηδὲ προσήκειν αὐτὰ γιγνώσκεσθαι ὄντα τοιαῦτα οἷά φαμεν δεῖν εἶναι τὰ εἴδη, τῷ ταῦτα λέγοντι οὐκ ἂν ἔχοι τις ἐνδείξασθαι ὅτι ψεύδεται, εἰ μὴ πολλῶν μὲν τύχοι ἔμπειρος ὢν ὁ ἀμφισβητῶν καὶ μὴ ἀφυής, ἐθέλοι δὲ πάνυ πολλὰ καὶ πόρρωθεν πραγματευομένου τοῦ ἐνδεικνυμένου ἕπεσθαι, ἀλλʼ
<milestone unit="section" resp="Stephanus" n="133c"/>ἀπίθανος εἴη ὁ ἄγνωστα ἀναγκάζων αὐτὰ εἶναι.<milestone unit="para" ed="P"/>πῇ δή, ὦ Παρμενίδη; φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>ὅτι, ὦ Σώκρατες, οἶμαι ἂν καὶ σὲ καὶ ἄλλον, ὅστις αὐτήν τινα καθʼ αὑτὴν ἑκάστου οὐσίαν τίθεται εἶναι, ὁμολογῆσαι ἂν πρῶτον μὲν μηδεμίαν αὐτῶν εἶναι ἐν ἡμῖν.<milestone unit="para" ed="P"/>πῶς γὰρ ἂν αὐτὴ καθʼ αὑτὴν ἔτι εἴη; φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>καλῶς λέγεις, εἰπεῖν.<milestone unit="para" ed="P"/>οὐκοῦν καὶ ὅσαι τῶν ἰδεῶν πρὸς ἀλλήλας εἰσὶν αἵ εἰσιν, αὐταὶ πρὸς αὑτὰς τὴν οὐσίαν ἔχουσιν, ἀλλʼ οὐ πρὸς τὰ παρʼ
<milestone unit="section" resp="Stephanus" n="133d"/>ἡμῖν εἴτε ὁμοιώματα εἴτε ὅπῃ δή τις αὐτὰ τίθεται, ὧν ἡμεῖς μετέχοντες εἶναι ἕκαστα ἐπονομαζόμεθα· τὰ δὲ παρʼ ἡμῖν ταῦτα ὁμώνυμα ὄντα ἐκείνοις αὐτὰ αὖ πρὸς αὑτά ἐστιν ἀλλʼ οὐ πρὸς τὰ εἴδη, καὶ ἑαυτῶν ἀλλʼ οὐκ ἐκείνων ὅσα αὖ ὀνομάζεται οὕτως.<milestone unit="para" ed="P"/>πῶς λέγεις; φάναι τὸν Σωκράτη.<milestone unit="para" ed="P"/>οἷον, φάναι τὸν Παρμενίδην, εἴ τις ἡμῶν του δεσπότης ἢ δοῦλός ἐστιν, οὐκ αὐτοῦ δεσπότου δήπου, ὃ ἔστι δεσπότης,
<milestone unit="section" resp="Stephanus" n="133e"/>ἐκείνου δοῦλός ἐστιν, οὐδὲ αὐτοῦ δούλου, ὃ ἔστι δοῦλος, δεσπότης ὁ δεσπότης, ἀλλʼ ἄνθρωπος ὢν ἀνθρώπου ἀμφότερα ταῦτʼ ἐστίν· αὐτὴ δὲ δεσποτεία αὐτῆς δουλείας ἐστὶν ὅ ἐστι, καὶ δουλεία ὡσαύτως αὐτὴ δουλεία αὐτῆς δεσποτείας, ἀλλʼ οὐ τὰ ἐν ἡμῖν πρὸς ἐκεῖνα τὴν δύναμιν ἔχει οὐδὲ ἐκεῖνα πρὸς ἡμᾶς, ἀλλʼ, ὃ λέγω, αὐτὰ αὑτῶν καὶ πρὸς αὑτὰ ἐκεῖνά τέ ἐστι, καὶ

<milestone n="134" unit="page"/><milestone unit="section" resp="Stephanus" n="134a"/>τὰ παρʼ ἡμῖν ὡσαύτως πρὸς αὑτά.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>