<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:297-306</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:297-306</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="297"><p><said who="#Ξένος" rend="merge"><label>ΞΕ.</label> ὥσπερ ὁ κυβερνήτης τὸ τῆς νεὼς καὶ <milestone unit="page" resp="Stephanus" n="297"/> <milestone unit="section" resp="Stephanus" n="297a"/> ναυτῶν ἀεὶ συμφέρον παραφυλάττων, οὐ γράμματα τιθεὶς ἀλλὰ τὴν τέχνην νόμον παρεχόμενος, σῴζει τοὺς συνναύτας, οὕτω καὶ κατὰ τὸν αὐτὸν τρόπον τοῦτον παρὰ τῶν οὕτως ἄρχειν δυναμένων ὀρθὴ γίγνοιτʼ ἂν πολιτεία, τὴν τῆς τέχνης ῥώμην τῶν νόμων παρεχομένων κρείττω; καὶ πάντα ποιοῦσι τοῖς ἔμφροσιν ἄρχουσιν οὐκ ἔστιν ἁμάρτημα, μέχριπερ ἂν <milestone unit="section" resp="Stephanus" n="297b"/> ἓν μέγα φυλάττωσι, τὸ μετὰ νοῦ καὶ τέχνης δικαιότατον ἀεὶ διανέμοντες τοῖς ἐν τῇ πόλει σῴζειν τε αὐτοὺς οἷοί τε ὦσιν καὶ ἀμείνους ἐκ χειρόνων ἀποτελεῖν κατὰ τὸ δυνατόν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκ ἔστʼ ἀντειπεῖν παρά γε ἃ νῦν εἴρηται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν πρὸς ἐκεῖνα οὐδὲ ἀντιρρητέον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὰ ποῖα εἶπες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὡς οὐκ ἄν ποτε πλῆθος οὐδʼ ὡντινωνοῦν τὴν τοιαύτην λαβὸν ἐπιστήμην οἷόν τʼ ἂν γένοιτο μετὰ νοῦ διοικεῖν <milestone unit="section" resp="Stephanus" n="297c"/> πόλιν, ἀλλὰ περὶ σμικρόν τι καὶ ὀλίγον καὶ τὸ ἕν ἐστι ζητητέον τὴν μίαν ἐκείνην πολιτείαν τὴν ὀρθήν, τὰς δʼ ἄλλας μιμήματα θετέον, ὥσπερ καὶ ὀλίγον πρότερον ἐρρήθη, τὰς μὲν ἐπὶ τὰ καλλίονα, τὰς δʼ ἐπὶ τὰ αἰσχίω μιμουμένας ταύτην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς τί τοῦτʼ εἴρηκας; οὐδὲ γὰρ ἄρτι δῆθεν κατέμαθον τὸ περὶ τῶν μιμημάτων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν οὐ φαῦλόν γε, ἂν κινήσας τις τοῦτον τὸν λόγον αὐτοῦ καταβάλῃ καὶ μὴ διελθὼν ἐνδείξηται τὸ νῦν <milestone unit="section" resp="Stephanus" n="297d"/> γιγνόμενον ἁμάρτημα περὶ αὐτό.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιόνδε τι δεῖ γε ζητεῖν, οὐ πάνυ σύνηθες οὐδὲ ῥᾴδιον ἰδεῖν· ὅμως μὴν πειρώμεθα λαβεῖν αὐτό. φέρε γάρ· ὀρθῆς ἡμῖν μόνης οὔσης ταύτης τῆς πολιτείας ἣν εἰρήκαμεν, οἶσθʼ ὅτι τὰς ἄλλας δεῖ τοῖς ταύτης συγγράμμασι χρωμένας οὕτω σῴζεσθαι, δρώσας τὸ νῦν ἐπαινούμενον, καίπερ οὐκ ὀρθότατον ὄν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="297e"/><label>ΞΕ.</label> τὸ παρὰ τοὺς νόμους μηδὲν μηδένα τολμᾶν ποιεῖν τῶν ἐν τῇ πόλει, τὸν τολμῶντα δὲ θανάτῳ ζημιοῦσθαι καὶ πᾶσι τοῖς ἐσχάτοις. καὶ τοῦτʼ ἔστιν ὀρθότατα καὶ κάλλιστʼ ἔχον ὡς δεύτερον, ἐπειδὰν τὸ πρῶτόν τις μεταθῇ τὸ νυνδὴ ῥηθέν· ᾧ δὲ τρόπῳ γεγονός ἐστι τοῦτο ὃ δὴ δεύτερον ἐφήσαμεν, διαπερανώμεθα. ἦ γάρ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἰς δὴ τὰς εἰκόνας ἐπανίωμεν πάλιν, αἷς ἀναγκαῖον ἀπεικάζειν ἀεὶ τοὺς βασιλικοὺς ἄρχοντας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποίας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν γενναῖον κυβερνήτην καὶ τὸν ἑτέρων πολλῶν ἀντάξιον ἰατρόν. κατίδωμεν γὰρ δή τι σχῆμα ἐν τούτοις αὐτοῖς πλασάμενοι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖόν τι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="298"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="298"/><milestone unit="section" resp="Stephanus" n="298a"/><label>ΞΕ.</label> τοιόνδε· οἷον εἰ πάντες περὶ αὐτῶν διανοηθεῖμεν ὅτι δεινότατα ὑπʼ αὐτῶν πάσχομεν. ὃν μὲν γὰρ ἂν ἐθελήσωσιν ἡμῶν τούτων ἑκάτεροι σῴζειν, ὁμοίως δὴ σῴζουσιν, ὃν δʼ ἂν λωβᾶσθαι βουληθῶσιν, λωβῶνται τέμνοντες καὶ κάοντες καὶ προστάττοντες ἀναλώματα φέρειν παρʼ ἑαυτοὺς οἷον φόρους, ὧν σμικρὰ μὲν εἰς τὸν κάμνοντα καὶ οὐδὲν ἀναλίσκουσιν, τοῖς δʼ ἄλλοις αὐτοί τε καὶ οἱ οἰκέται χρῶνται· καὶ <milestone unit="section" resp="Stephanus" n="298b"/> δὴ καὶ τελευτῶντες ἢ παρὰ συγγενῶν ἢ παρά τινων ἐχθρῶν τοῦ κάμνοντος χρήματα μισθὸν λαμβάνοντες ἀποκτεινύασιν. οἵ τʼ αὖ κυβερνῆται μυρία ἕτερα τοιαῦτα ἐργάζονται, καταλείποντές τε ἔκ τινος ἐπιβουλῆς ἐν ταῖς ἀναγωγαῖς ἐρήμους, καὶ σφάλματα ποιοῦντες ἐν τοῖς πελάγεσιν ἐκβάλλουσιν εἰς τὴν θάλατταν, καὶ ἕτερα κακουργοῦσιν. εἰ δὴ ταῦτα διανοηθέντες βουλευσαίμεθα περὶ αὐτῶν βουλήν τινα, τούτων <milestone unit="section" resp="Stephanus" n="298c"/> τῶν τεχνῶν μηκέτι ἐπιτρέπειν ἄρχειν αὐτοκράτορι μηδετέρᾳ μήτʼ οὖν δούλων μήτʼ ἐλευθέρων, συλλέξαι δʼ ἐκκλησίαν ἡμῶν αὐτῶν, ἢ σύμπαντα τὸν δῆμον ἢ τοὺς πλουσίους μόνον, ἐξεῖναι δὲ καὶ ἰδιωτῶν καὶ τῶν ἄλλων δημιουργῶν περί τε πλοῦ καὶ περὶ νόσων γνώμην ξυμβαλέσθαι καθʼ ὅτι χρὴ τοῖς φαρμάκοις ἡμᾶς καὶ τοῖς ἰατρικοῖς ὀργάνοις πρὸς τοὺς κάμνοντας χρῆσθαι, καὶ δὴ καὶ τοῖς πλοίοις τε αὐτοῖς καὶ <milestone unit="section" resp="Stephanus" n="298d"/> τοῖς ναυτικοῖς ὀργάνοις εἰς τὴν τῶν πλοίων χρείαν καὶ περὶ τοὺς κινδύνους τούς τε πρὸς αὐτὸν τὸν πλοῦν ἀνέμων καὶ θαλάττης πέρι καὶ πρὸς τὰς τοῖς λῃσταῖς ἐντεύξεις, καὶ ἐὰν ναυμαχεῖν ἄρα δέῃ που μακροῖς πλοίοις πρὸς ἕτερα τοιαῦτα· τὰ δὲ τῷ πλήθει δόξαντα περὶ τούτων, εἴτε τινῶν ἰατρῶν καὶ κυβερνητῶν εἴτʼ ἄλλων ἰδιωτῶν συμβουλευόντων, γράψαντας <milestone unit="section" resp="Stephanus" n="298e"/> ἐν κύρβεσί τισι καὶ στήλαις, τὰ δὲ καὶ ἄγραφα πάτρια θεμένους ἔθη, κατὰ ταῦτα ἤδη πάντα τὸν ἔπειτα χρόνον ναυτίλλεσθαι καὶ τὰς τῶν καμνόντων θεραπείας ποιεῖσθαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κομιδῇ γε εἴρηκας ἄτοπα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατʼ ἐνιαυτὸν δέ γε ἄρχοντας καθίστασθαι τοῦ πλήθους, εἴτε ἐκ τῶν πλουσίων εἴτε ἐκ τοῦ δήμου παντός, ὃς ἂν κληρούμενος λαγχάνῃ· τοὺς δὲ καταστάντας ἄρχοντας ἄρχειν κατὰ τὰ γράμματα κυβερνῶντας τὰς ναῦς καὶ τοὺς κάμνοντας ἰωμένους.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ταῦτʼ ἔτι χαλεπώτερα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="299"><p><said who="#Ξένος"><label>ΞΕ.</label> θεῶ δὴ καὶ τὸ μετὰ ταῦτα ἑπόμενον. ἐπειδὰν γὰρ δὴ τῶν ἀρχόντων ἑκάστοις ὁ ἐνιαυτὸς ἐξέλθῃ, δεήσει δικαστήρια καθίσαντας ἀνδρῶν, ἢ τῶν πλουσίων ἐκ προκρίσεως ἢ <milestone unit="page" resp="Stephanus" n="299"/> <milestone unit="section" resp="Stephanus" n="299a"/> σύμπαντος αὖ τοῦ δήμου τοὺς λαχόντας, εἰς τούτους εἰσάγειν τοὺς ἄρξαντας καὶ εὐθύνειν, κατηγορεῖν δὲ τὸν βουλόμενον ὡς οὐ κατὰ τὰ γράμματα τὸν ἐνιαυτὸν ἐκυβέρνησε τὰς ναῦς οὐδὲ κατὰ τὰ παλαιὰ τῶν προγόνων ἔθη· ταὐτὰ δὲ ταῦτα καὶ περὶ τῶν τοὺς κάμνοντας ἰωμένων· ὧν δʼ ἂν καταψηφισθῇ τιμᾶν ὅτι χρὴ παθεῖν αὐτῶν τινας ἢ ἀποτίνειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκοῦν ὅ γʼ ἐθέλων καὶ ἑκὼν ἐν τοῖς τοιούτοις <milestone unit="section" resp="Stephanus" n="299b"/> ἄρχειν δικαιότατʼ ἂν ὁτιοῦν πάσχοι καὶ ἀποτίνοι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοίνυν ἔτι δεήσει θέσθαι νόμον ἐπὶ πᾶσι τούτοις, ἄν τις κυβερνητικὴν καὶ τὸ ναυτικὸν ἢ τὸ ὑγιεινὸν καὶ ἰατρικῆς ἀλήθειαν περὶ πνεύματά τε καὶ θερμὰ καὶ ψυχρὰ ζητῶν φαίνηται παρὰ τὰ γράμματα καὶ σοφιζόμενος ὁτιοῦν περὶ τὰ τοιαῦτα, πρῶτον μὲν μήτε ἰατρικὸν αὐτὸν μήτε κυβερνητικὸν ὀνομάζειν ἀλλὰ μετεωρολόγον, ἀδολέσχην τινὰ σοφιστήν, εἶθʼ ὡς διαφθείροντα ἄλλους νεωτέρους καὶ ἀναπείθοντα <milestone unit="section" resp="Stephanus" n="299c"/> ἐπιτίθεσθαι κυβερνητικῇ καὶ ἰατρικῇ μὴ κατὰ νόμους, ἀλλʼ αὐτοκράτορας ἄρχειν τῶν πλοίων καὶ τῶν νοσούντων, γραψάμενον εἰσάγειν τὸν βουλόμενον οἷς ἔξεστιν εἰς δή τι δικαστήριον· ἂν δὲ παρὰ τοὺς νόμους καὶ τὰ γεγραμμένα δόξῃ πείθειν εἴτε νέους εἴτε πρεσβύτας, κολάζειν τοῖς ἐσχάτοις. οὐδὲν γὰρ δεῖν τῶν νόμων εἶναι σοφώτερον· οὐδένα γὰρ ἀγνοεῖν τό τε ἰατρικὸν καὶ τὸ ὑγιεινὸν οὐδὲ τὸ κυβερνητικὸν καὶ ναυτικόν· ἐξεῖναι γὰρ τῷ βουλομένῳ μανθάνειν <milestone unit="section" resp="Stephanus" n="299d"/> γεγραμμένα καὶ πάτρια ἔθη κείμενα. ταῦτα δὴ περί τε ταύτας τὰς ἐπιστήμας εἰ γίγνοιτο οὕτως ὡς λέγομεν, ὦ Σώκρατες, καὶ στρατηγικῆς καὶ συμπάσης ἡστινοσοῦν θηρευτικῆς καὶ γραφικῆς ἢ συμπάσης μέρος ὁτιοῦν μιμητικῆς καὶ τεκτονικῆς καὶ συνόλης ὁποιασοῦν σκευουργίας ἢ καὶ γεωργίας καὶ τῆς περὶ τὰ φυτὰ συνόλης τέχνης, ἢ καί τινα ἱπποφορβίαν αὖ κατὰ συγγράμματα θεασαίμεθα γιγνομένην ἢ σύμπασαν ἀγελαιοκομικὴν ἢ μαντικὴν ἢ πᾶν ὅτι μέρος διακονικὴ <milestone unit="section" resp="Stephanus" n="299e"/> περιείληφεν, ἢ πεττείαν ἢ σύμπασαν ἀριθμητικὴν ψιλὴν εἴτε ἐπίπεδον εἴτʼ ἐν βάθεσιν εἴτʼ ἐν τάχεσιν οὖσάν που, — περὶ ἅπαντα ταῦτα οὕτω πραττόμενα τί ποτʼ ἂν φανείη, κατὰ συγγράμματα γιγνόμενα καὶ μὴ κατὰ τέχνην;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον ὅτι πᾶσαί τε αἱ τέχναι παντελῶς ἂν ἀπόλοιντο ἡμῖν, καὶ οὐδʼ εἰς αὖθις γένοιντʼ ἄν ποτε διὰ τὸν ἀποκωλύοντα τοῦτον ζητεῖν νόμον· ὥστε ὁ βίος, ὢν καὶ νῦν χαλεπός, εἰς τὸν χρόνον ἐκεῖνον ἀβίωτος γίγνοιτʼ ἂν τὸ παράπαν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="300"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="300"/><milestone unit="section" resp="Stephanus" n="300a"/><label>ΞΕ.</label> τί δὲ τόδε; εἰ κατὰ συγγράμματα μὲν ἀναγκάζοιμεν ἕκαστον γίγνεσθαι τῶν εἰρημένων καὶ τοῖς συγγράμμασιν ἡμῶν ἐπιστατεῖν τὸν χειροτονηθέντα ἢ λαχόντα ἐκ τύχης, οὗτος δὲ μηδὲν φροντίζων τῶν γραμμάτων ἢ κέρδους ἕνεκέν τινος ἢ χάριτος ἰδίας παρὰ ταῦτʼ ἐπιχειροῖ δρᾶν ἕτερα, μηδὲν γιγνώσκων, ἆρα οὐ τοῦ κακοῦ τοῦ πρόσθεν μεῖζον ἂν ἔτι τοῦτο γίγνοιτο κακόν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατά <del>γε</del>.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="300b"/><label>ΞΕ.</label> παρὰ γὰρ οἶμαι τοὺς νόμους τοὺς ἐκ πείρας πολλῆς κειμένους καί τινων συμβούλων ἕκαστα χαριέντως συμβουλευσάντων καὶ πεισάντων θέσθαι τὸ πλῆθος, ὁ παρὰ ταῦτα τολμῶν δρᾶν, ἁμαρτήματος ἁμάρτημα πολλαπλάσιον ἀπεργαζόμενος, ἀνατρέποι πᾶσαν ἂν πρᾶξιν ἔτι μειζόνως τῶν συγγραμμάτων.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὐ μέλλει;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="300c"/><label>ΞΕ.</label> διὰ ταῦτα δὴ τοῖς περὶ ὁτουοῦν νόμους καὶ συγγράμματα τιθεμένοις δεύτερος πλοῦς τὸ παρὰ ταῦτα μήτε ἕνα μήτε πλῆθος μηδὲν μηδέποτε ἐᾶν δρᾶν μηδʼ ὁτιοῦν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν μιμήματα μὲν ἂν ἑκάστων ταῦτα εἴη τῆς ἀληθείας, τὰ παρὰ τῶν εἰδότων εἰς δύναμιν εἶναι γεγραμμένα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τόν γε εἰδότα ἔφαμεν, τὸν ὄντως πολιτικόν, εἰ μεμνήμεθα, ποιήσειν τῇ τέχνῃ πολλὰ εἰς τὴν αὑτοῦ πρᾶξιν τῶν γραμμάτων οὐδὲν φροντίζοντα, ὁπόταν ἄλλʼ αὐτῷ <milestone unit="section" resp="Stephanus" n="300d"/> βελτίω δόξῃ παρὰ τὰ γεγραμμένα ὑφʼ αὑτοῦ καὶ ἐπεσταλμένα ἀποῦσίν τισιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔφαμεν γάρ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἀνὴρ ὁστισοῦν εἷς ἢ πλῆθος ὁτιοῦν, οἷς ἂν νόμοι κείμενοι τυγχάνωσι, παρὰ ταῦτα ὅτι ἂν ἐπιχειρήσωσι ποιεῖν ὡς βέλτιον ἕτερον ὄν, ταὐτὸν δρῶσι κατὰ δύναμιν ὅπερ ὁ ἀληθινὸς ἐκεῖνος;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν εἰ μὲν ἀνεπιστήμονες ὄντες τὸ τοιοῦτον δρῷεν, μιμεῖσθαι μὲν ἂν ἐπιχειροῖεν τὸ ἀληθές, μιμοῖντʼ ἂν <milestone unit="section" resp="Stephanus" n="300e"/> μέντοι παγκάκως· εἰ δʼ ἔντεχνοι, τοῦτο οὐκ ἔστιν ἔτι μίμημα ἀλλʼ αὐτὸ τὸ ἀληθέστατον ἐκεῖνο;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάντως που.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἔμπροσθέ γε ὡμολογημένον ἡμῖν κεῖται μηδὲν πλῆθος μηδʼ ἡντινοῦν δυνατὸν εἶναι λαβεῖν τέχνην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κεῖται γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν εἰ μὲν ἔστι βασιλική τις τέχνη, τὸ τῶν πλουσίων πλῆθος καὶ ὁ σύμπας δῆμος οὐκ ἄν ποτε λάβοι τὴν πολιτικὴν ταύτην ἐπιστήμην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ ἄν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="301"><p><said who="#Ξένος"><label>ΞΕ.</label> δεῖ δὴ τὰς τοιαύτας γε ὡς ἔοικε πολιτείας, εἰ μέλλουσι <milestone unit="page" resp="Stephanus" n="301"/> <milestone unit="section" resp="Stephanus" n="301a"/> καλῶς τὴν ἀληθινὴν ἐκείνην τὴν τοῦ ἑνὸς μετὰ τέχνης ἄρχοντος πολιτείαν εἰς δύναμιν μιμήσεσθαι, μηδέποτε κειμένων αὐτοῖς τῶν νόμων μηδὲν ποιεῖν παρὰ τὰ γεγραμμένα καὶ πάτρια ἔθη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κάλλιστʼ εἴρηκας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅταν ἄρα οἱ πλούσιοι ταύτην μιμῶνται, τότε ἀριστοκρατίαν καλοῦμεν τὴν τοιαύτην πολιτείαν· ὁπόταν δὲ τῶν νόμων μὴ φροντίζωσιν, ὀλιγαρχίαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κινδυνεύει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ὁπόταν αὖθις εἷς ἄρχῃ κατὰ νόμους, μιμούμενος <milestone unit="section" resp="Stephanus" n="301b"/> τὸν ἐπιστήμονα, βασιλέα καλοῦμεν, οὐ διορίζοντες ὀνόματι τὸν μετʼ ἐπιστήμης ἢ δόξης κατὰ νόμους μοναρχοῦντα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κινδυνεύομεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν κἄν τις ἄρα ἐπιστήμων ὄντως ὢν εἷς ἄρχῃ, πάντως τό γε ὄνομα ταὐτὸν βασιλεὺς καὶ οὐδὲν ἕτερον προσρηθήσεται· διʼ ἃ δὴ τὰ πέντε ὀνόματα τῶν νῦν λεγομένων πολιτειῶν ἓν μόνον γέγονεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικε γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ ὅταν μήτε κατὰ νόμους μήτε κατὰ ἔθη πράττῃ <milestone unit="section" resp="Stephanus" n="301c"/> τις εἷς ἄρχων, προσποιῆται δὲ ὥσπερ ὁ ἐπιστήμων ὡς ἄρα παρὰ τὰ γεγραμμένα τό γε βέλτιστον ποιητέον, ᾖ δέ τις ἐπιθυμία καὶ ἄγνοια τούτου τοῦ μιμήματος ἡγουμένη, μῶν οὐ τότε τὸν τοιοῦτον ἕκαστον τύραννον κλητέον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὕτω δὴ τύραννός τε γέγονε, φαμέν, καὶ βασιλεὺς καὶ ὀλιγαρχία καὶ ἀριστοκρατία καὶ δημοκρατία, δυσχερανάντων τῶν ἀνθρώπων τὸν ἕνα ἐκεῖνον μόναρχον, καὶ ἀπιστησάντων μηδένα τῆς τοιαύτης ἀρχῆς ἄξιον ἂν γενέσθαι ποτέ, <milestone unit="section" resp="Stephanus" n="301d"/> ὥστε ἐθέλειν καὶ δυνατὸν εἶναι μετʼ ἀρετῆς καὶ ἐπιστήμης ἄρχοντα τὰ δίκαια καὶ ὅσια διανέμειν ὀρθῶς πᾶσιν, λωβᾶσθαι δὲ καὶ ἀποκτεινύναι καὶ κακοῦν ὃν ἂν βουληθῇ ἑκάστοτε ἡμῶν· ἐπεὶ γενόμενόν γʼ ἂν οἷον λέγομεν ἀγαπᾶσθαί τε ἂν καὶ οἰκεῖν διακυβερνῶντα εὐδαιμόνως ὀρθὴν ἀκριβῶς μόνον πολιτείαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν δέ γε ὁπότε οὐκ ἔστι γιγνόμενος, ὡς δή <milestone unit="section" resp="Stephanus" n="301e"/> φαμεν, ἐν ταῖς πόλεσι βασιλεὺς οἷος ἐν σμήνεσιν ἐμφύεται, τό τε σῶμα εὐθὺς καὶ τὴν ψυχὴν διαφέρων εἷς, δεῖ δὴ συνελθόντας συγγράμματα γράφειν, ὡς ἔοικεν, μεταθέοντας τὰ τῆς ἀληθεστάτης πολιτείας ἴχνη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κινδυνεύει.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="302"><p><said who="#Ξένος"><label>ΞΕ.</label> θαυμάζομεν δῆτα, ὦ Σώκρατες, ἐν ταῖς τοιαύταις πολιτείαις ὅσα συμβαίνει γίγνεσθαι κακὰ καὶ ὅσα συμβήσεται, τοιαύτης τῆς κρηπῖδος ὑποκειμένης αὐταῖς, τῆς κατὰ γράμματα καὶ ἔθη μὴ μετὰ ἐπιστήμης πραττούσης τὰς <milestone unit="page" resp="Stephanus" n="302"/> <milestone unit="section" resp="Stephanus" n="302a"/> πράξεις, <add>ᾗ</add> ἑτέρα προσχρωμένη παντὶ κατάδηλος ὡς πάντʼ ἂν διολέσειε τὰ ταύτῃ γιγνόμενα; ἢ ἐκεῖνο ἡμῖν θαυμαστέον μᾶλλον, ὡς ἰσχυρόν τι πόλις ἐστὶ φύσει; πάσχουσαι γὰρ δὴ τοιαῦτα αἱ πόλεις νῦν χρόνον ἀπέραντον, ὅμως ἔνιαί τινες αὐτῶν μόνιμοί τέ εἰσι καὶ οὐκ ἀνατρέπονται· πολλαὶ μὴν ἐνίοτε καὶ καθάπερ πλοῖα καταδυόμεναι διόλλυνται καὶ διολώλασι καὶ ἔτι διολοῦνται διὰ τὴν τῶν κυβερνητῶν καὶ ναυτῶν μοχθηρίαν τῶν περὶ τὰ μέγιστα μεγίστην ἄγνοιαν <milestone unit="section" resp="Stephanus" n="302b"/> εἰληφότων, οἳ περὶ τὰ πολιτικὰ κατʼ οὐδὲν γιγνώσκοντες ἡγοῦνται κατὰ πάντα σαφέστατα πασῶν ἐπιστημῶν ταύτην εἰληφέναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίς οὖν δὴ τῶν οὐκ ὀρθῶν πολιτειῶν τούτων ἥκιστα χαλεπὴ συζῆν, πασῶν χαλεπῶν οὐσῶν, καὶ τίς βαρυτάτη; δεῖ τι κατιδεῖν ἡμᾶς, καίπερ πρός γε τὸ νῦν προτεθὲν ἡμῖν πάρεργον λεγόμενον; οὐ μὴν ἀλλʼ εἴς γε τὸ ὅλον ἴσως ἅπανθʼ ἕνεκα τοῦ τοιούτου πάντες δρῶμεν χάριν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δεῖ· πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="302c"/><label>ΞΕ.</label> τὴν αὐτὴν τοίνυν φάθι τριῶν οὐσῶν χαλεπὴν διαφερόντως γίγνεσθαι καὶ ῥᾴστην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς φῄς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἄλλως, πλὴν μοναρχίαν φημὶ καὶ ὀλίγων ἀρχὴν καὶ πολλῶν, εἶναι τρεῖς ταύτας ἡμῖν λεγομένας τοῦ νῦν ἐπικεχυμένου λόγου κατʼ ἀρχάς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἦσαν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτας τοίνυν δίχα τέμνοντες μίαν ἑκάστην ἓξ ποιῶμεν, τὴν ὀρθὴν χωρὶς ἀποκρίναντες τούτων ἑβδόμην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="302d"/><label>ΞΕ.</label> ἐκ μὲν τῆς μοναρχίας βασιλικὴν καὶ τυραννικήν, ἐκ δʼ αὖ τῶν μὴ πολλῶν τήν τε εὐώνυμον ἔφαμεν <del>εἶναι</del> ἀριστοκρατίαν καὶ ὀλιγαρχίαν· ἐκ δʼ αὖ τῶν πολλῶν τότε μὲν ἁπλῆν ἐπονομάζοντες ἐτίθεμεν δημοκρατίαν, νῦν δʼ αὖ καὶ ταύτην ἡμῖν θετέον ἐστὶ διπλῆν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δή; καὶ τίνι διαιροῦντες ταύτην;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν διαφέροντι τῶν ἄλλων, οὐδʼ εἰ τοὔνομα ἤδη <milestone unit="section" resp="Stephanus" n="302e"/> διπλοῦν ἐστι ταύτης· ἀλλὰ τό γε κατὰ νόμους ἄρχειν καὶ παρανόμως ἔστι καὶ ταύτῃ καὶ ταῖς ἄλλαις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστι γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τότε μὲν τοίνυν τὴν ὀρθὴν ζητοῦσι τοῦτο τὸ τμῆμα οὐκ ἦν χρήσιμον, ὡς ἐν τοῖς πρόσθεν ἀπεδείξαμεν· ἐπειδὴ δὲ ἐξείλομεν ἐκείνην, τὰς δʼ ἄλλας ἔθεμεν ἀναγκαίας, ἐν ταύταις δὴ τὸ παράνομον καὶ ἔννομον ἑκάστην διχοτομεῖ τούτων.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικεν τούτου νῦν ῥηθέντος τοῦ λόγου.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μοναρχία τοίνυν ζευχθεῖσα μὲν ἐν γράμμασιν ἀγαθοῖς, οὓς νόμους λέγομεν, ἀρίστη πασῶν τῶν ἕξ· ἄνομος δὲ χαλεπὴ καὶ βαρυτάτη συνοικῆσαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="303"><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="page" resp="Stephanus" n="303"/><milestone unit="section" resp="Stephanus" n="303a"/><label>ΝΕ. ΣΩ.</label> κινδυνεύει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δέ γε τῶν μὴ πολλῶν, ὥσπερ ἑνὸς καὶ πλήθους τὸ ὀλίγον μέσον, οὕτως ἡγησώμεθα μέσην ἐπʼ ἀμφότερα· τὴν δʼ αὖ τοῦ πλήθους κατὰ πάντα ἀσθενῆ καὶ μηδὲν μήτε ἀγαθὸν μήτε κακὸν μέγα δυναμένην ὡς πρὸς τὰς ἄλλας διὰ τὸ τὰς ἀρχὰς ἐν ταύτῃ διανενεμῆσθαι κατὰ σμικρὰ εἰς πολλούς. διὸ γέγονε πασῶν μὲν νομίμων τῶν πολιτειῶν οὐσῶν τούτων χειρίστη, παρανόμων δὲ οὐσῶν συμπασῶν βελτίστη· <milestone unit="section" resp="Stephanus" n="303b"/> καὶ ἀκολάστων μὲν πασῶν οὐσῶν ἐν δημοκρατίᾳ νικᾷ ζῆν, κοσμίων δʼ οὐσῶν ἥκιστα ἐν ταύτῃ βιωτέον, ἐν τῇ πρώτῃ δὲ πολὺ πρῶτόν τε καὶ ἄριστον, πλὴν τῆς ἑβδόμης· πασῶν γὰρ ἐκείνην γε ἐκκριτέον, οἷον θεὸν ἐξ ἀνθρώπων, ἐκ τῶν ἄλλων πολιτειῶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεται ταῦθʼ οὕτω συμβαίνειν τε καὶ γίγνεσθαι, καὶ ποιητέον ᾗπερ λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν δὴ καὶ τοὺς κοινωνοὺς τούτων τῶν πολιτειῶν <milestone unit="section" resp="Stephanus" n="303c"/> πασῶν πλὴν τῆς ἐπιστήμονος ἀφαιρετέον ὡς οὐκ ὄντας πολιτικοὺς ἀλλὰ στασιαστικούς, καὶ εἰδώλων μεγίστων προστάτας ὄντας καὶ αὐτοὺς εἶναι τοιούτους, μεγίστους δὲ ὄντας μιμητὰς καὶ γόητας μεγίστους γίγνεσθαι τῶν σοφιστῶν σοφιστάς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κινδυνεύει τοῦτο εἰς τοὺς πολιτικοὺς λεγομένους περιεστράφθαι τὸ ῥῆμα ὀρθότατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἶεν· τοῦτο μὲν ἀτεχνῶς ἡμῖν ὥσπερ δρᾶμα, καθάπερ ἐρρήθη νυνδὴ Κενταυρικὸν ὁρᾶσθαι καὶ Σατυρικόν τινα <milestone unit="section" resp="Stephanus" n="303d"/> θίασον, ὃν δὴ χωριστέον ἀπὸ πολιτικῆς εἴη τέχνης· νῦν δʼ οὕτω πάνυ μόγις ἐχωρίσθη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτου δέ γʼ ἕτερον ἔτι χαλεπώτερον λείπεται τῷ συγγενές τε ὁμοῦ τʼ εἶναι μᾶλλον τῷ βασιλικῷ γένει καὶ δυσκαταμαθητότερον· καί μοι φαινόμεθα τοῖς τὸν χρυσὸν καθαίρουσι πάθος ὅμοιον πεπονθέναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> Γῆν που καὶ λίθους καὶ πόλλʼ ἄττα ἕτερα ἀποκρίνουσι καὶ ἐκεῖνοι πρῶτον οἱ δημιουργοί· μετὰ δὲ ταῦτα <milestone unit="section" resp="Stephanus" n="303e"/> λείπεται συμμεμειγμένα τὰ συγγενῆ τοῦ χρυσοῦ τίμια καὶ πυρὶ μόνον ἀφαιρετά, χαλκὸς καὶ ἄργυρος, ἔστι δʼ ὅτε καὶ ἀδάμας, <add>ἃ</add> μετὰ βασάνων ταῖς ἑψήσεσι μόγις ἀφαιρεθέντα τὸν λεγόμενον ἀκήρατον χρυσὸν εἴασεν ἡμᾶς ἰδεῖν αὐτὸν μόνον ἐφʼ ἑαυτοῦ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγεται γὰρ οὖν δὴ ταῦτα οὕτω γίγνεσθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="304"><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ τὸν αὐτὸν τοίνυν λόγον ἔοικε καὶ νῦν ἡμῖν τὰ μὲν ἕτερα καὶ ὁπόσα ἀλλότρια καὶ τὰ μὴ φίλα πολιτικῆς ἐπιστήμης ἀποκεχωρίσθαι, λείπεσθαι δὲ τὰ τίμια καὶ συγγενῆ. τούτων δʼ ἐστί που στρατηγία καὶ δικαστικὴ καὶ ὅση <milestone unit="page" resp="Stephanus" n="304"/> <milestone unit="section" resp="Stephanus" n="304a"/> βασιλικῇ κοινωνοῦσα ῥητορεία πείθουσα τὸ δίκαιον συνδιακυβερνᾷ τὰς ἐν ταῖς πόλεσι πράξεις· ἃ δὴ τίνι τρόπῳ ῥᾷστά τις ἀπομερίζων δείξει γυμνὸν καὶ μόνον ἐκεῖνον καθʼ αὑτὸν τὸν ζητούμενον ὑφʼ ἡμῶν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον ὅτι τοῦτό πῃ δρᾶν πειρατέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πείρας μὲν τοίνυν ἕνεκα φανερὸς ἔσται· διὰ δὲ μουσικῆς αὐτὸν ἐγχειρητέον δηλῶσαι. καί μοι λέγε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="304b"/><label>ΞΕ.</label> μουσικῆς ἔστι πού τις ἡμῖν μάθησις, καὶ ὅλως τῶν περὶ χειροτεχνίας ἐπιστημῶν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὸ δʼ αὖ τούτων ἡντινοῦν εἴτε δεῖ μανθάνειν ἡμᾶς εἴτε μή, πότερα φήσομεν ἐπιστήμην αὖ καὶ ταύτην εἶναί τινα περὶ αὐτὰ ταῦτα, ἢ πῶς;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὕτως, εἶναι φήσομεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἑτέραν ὁμολογήσομεν ἐκείνων εἶναι ταύτην;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερα δὲ αὐτῶν οὐδεμίαν ἄρχειν δεῖν ἄλλην ἄλλης, <milestone unit="section" resp="Stephanus" n="304c"/> ἢ ἐκείνας ταύτης, ἢ ταύτην δεῖν ἐπιτροπεύουσαν ἄρχειν συμπασῶν τῶν ἄλλων;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ταύτην ἐκείνων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label><add>τὴν</add> εἰ δεῖ μανθάνειν ἢ μὴ τῆς μανθανομένης καὶ διδασκούσης ἄρα σύ γε ἀποφαίνῃ δεῖν ἡμῖν ἄρχειν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὴν εἰ δεῖ πείθειν ἄρα ἢ μὴ τῆς δυναμένης πείθειν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἶεν· τίνι τὸ πειστικὸν οὖν ἀποδώσομεν ἐπιστήμῃ <milestone unit="section" resp="Stephanus" n="304d"/> πλήθους τε καὶ ὄχλου διὰ μυθολογίας ἀλλὰ μὴ διὰ διδαχῆς;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φανερὸν οἶμαι καὶ τοῦτο ῥητορικῇ δοτέον ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δʼ εἴτε διὰ πειθοῦς εἴτε καὶ διά τινος βίας δεῖ πράττειν πρός τινας ὁτιοῦν ἢ καὶ τὸ παράπαν <add>ἡσυχίαν</add> ἔχειν, τοῦτʼ αὖ ποίᾳ προσθήσομεν ἐπιστήμῃ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τῇ τῆς πειστικῆς ἀρχούσῃ καὶ λεκτικῆς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴη δʼ ἂν οὐκ ἄλλη τις, ὡς οἶμαι, πλὴν ἡ τοῦ πολιτικοῦ δύναμις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κάλλιστʼ εἴρηκας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦτο μὲν ἔοικε ταχὺ κεχωρίσθαι πολιτικῆς τὸ <milestone unit="section" resp="Stephanus" n="304e"/> ῥητορικόν, ὡς ἕτερον εἶδος ὄν, ὑπηρετοῦν μὴν ταύτῃ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ περὶ τῆς τοιᾶσδʼ αὖ δυνάμεως διανοητέον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποίας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς ὡς πολεμητέον ἑκάστοις οἷς ἂν προελώμεθα πολεμεῖν, εἴτε αὐτὴν ἄτεχνον εἴτε ἔντεχνον ἐροῦμεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πῶς ἂν ἄτεχνον διανοηθεῖμεν, ἥν γε ἡ στρατηγικὴ καὶ πᾶσα ἡ πολεμικὴ πρᾶξις πράττει;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὲ εἴτε πολεμητέον εἴτε διὰ φιλίας ἀπαλλακτέον οἵαν τε καὶ ἐπιστήμονα διαβουλεύσασθαι, ταύτης ἑτέραν ὑπολάβωμεν ἢ τὴν αὐτὴν ταύτῃ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τοῖς πρόσθεν ἀναγκαῖον ἑπομένοισιν ἑτέραν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="305"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="305"/><milestone unit="section" resp="Stephanus" n="305a"/><label>ΞΕ.</label> οὐκοῦν ἄρχουσαν ταύτης αὐτὴν ἀποφανούμεθα, εἴπερ τοῖς ἔμπροσθέν γε ὑποληψόμεθα ὁμοίως;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φημί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίνʼ οὖν ποτε καὶ ἐπιχειρήσομεν οὕτω δεινῆς καὶ μεγάλης τέχνης συμπάσης τῆς πολεμικῆς δεσπότιν ἀποφαίνεσθαι πλήν γε δὴ τὴν ὄντως οὖσαν βασιλικήν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδεμίαν ἄλλην.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἄρα πολιτικὴν θήσομεν, ὑπηρετικήν γε οὖσαν, τὴν τῶν στρατηγῶν ἐπιστήμην.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκ εἰκός.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="305b"/><label>ΞΕ.</label> ἴθι δή, καὶ τὴν τῶν δικαστῶν τῶν ὀρθῶς δικαζόντων θεασώμεθα δύναμιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν ἐπὶ πλέον τι δύναται τοῦ περὶ τὰ συμβόλαια πάνθʼ ὁπόσα κεῖται νόμιμα παρὰ νομοθέτου βασιλέως παραλαβοῦσα, κρίνειν εἰς ἐκεῖνα σκοποῦσα τά τε δίκαια ταχθέντʼ εἶναι καὶ ἄδικα, τὴν αὑτῆς ἰδίαν ἀρετὴν παρεχομένη τοῦ μήθʼ ὑπό τινων δώρων μήθʼ ὑπὸ φόβων μήτε οἴκτων μήθʼ <milestone unit="section" resp="Stephanus" n="305c"/> ὑπό τινος ἄλλης ἔχθρας μηδὲ φιλίας ἡττηθεῖσα παρὰ τὴν τοῦ νομοθέτου τάξιν ἐθέλειν ἂν τἀλλήλων ἐγκλήματα διαιρεῖν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὔκ, ἀλλὰ σχεδὸν ὅσον εἴρηκας ταύτης ἐστὶ τῆς δυνάμεως ἔργον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὴν τῶν δικαστῶν ἄρα ῥώμην ἀνευρίσκομεν οὐ βασιλικὴν οὖσαν ἀλλὰ νόμων φύλακα καὶ ὑπηρέτιν ἐκείνης.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔοικέν γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τόδε δὴ κατανοητέον ἰδόντι συναπάσας τὰς ἐπιστήμας αἳ εἴρηνται, ὅτι πολιτική γε αὐτῶν οὐδεμία ἀνεφάνη. <milestone unit="section" resp="Stephanus" n="305d"/> τὴν γὰρ ὄντως οὖσαν βασιλικὴν οὐκ αὐτὴν δεῖ πράττειν ἀλλʼ ἄρχειν τῶν δυναμένων πράττειν, γιγνώσκουσαν τὴν ἀρχήν τε καὶ ὁρμὴν τῶν μεγίστων ἐν ταῖς πόλεσιν ἐγκαιρίας τε πέρι καὶ ἀκαιρίας, τὰς δʼ ἄλλας τὰ προσταχθέντα δρᾶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διὰ ταῦτα ἄρα ἃς μὲν ἄρτι διεληλύθαμεν, οὔτʼ ἀλλήλων οὔθʼ αὑτῶν ἄρχουσαι, περὶ δέ τινα ἰδίαν αὑτῆς οὖσα ἑκάστη πρᾶξιν, κατὰ τὴν ἰδιότητα τῶν πράξεων τοὔνομα δικαίως εἴληφεν ἴδιον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="305e"/><label>ΝΕ. ΣΩ.</label> εἴξασι γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὲ πασῶν τε τούτων ἄρχουσαν καὶ τῶν νόμων καὶ συμπάντων τῶν κατὰ πόλιν ἐπιμελουμένην καὶ πάντα συνυφαίνουσαν ὀρθότατα, τοῦ κοινοῦ τῇ κλήσει περιλαβόντες τὴν δύναμιν αὐτῆς, προσαγορεύοιμεν δικαιότατʼ ἄν, ὡς ἔοικε, πολιτικήν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν δὴ καὶ κατὰ τὸ τῆς ὑφαντικῆς παράδειγμα βουλοίμεθʼ ἂν ἐπεξελθεῖν αὐτὴν νῦν, ὅτε καὶ πάντα τὰ γένη τὰ κατὰ πόλιν δῆλα ἡμῖν γέγονε;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ σφόδρα γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="306"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="306"/><milestone unit="section" resp="Stephanus" n="306a"/><label>ΞΕ.</label> τὴν δὴ βασιλικὴν συμπλοκήν, ὡς ἔοικε, λεκτέον ποία τέ ἐστι καὶ τίνι τρόπῳ συμπλέκουσα ποῖον ἡμῖν ὕφασμα ἀποδίδωσιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δῆλον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἦ χαλεπὸν ἐνδείξασθαι πρᾶγμα ἀναγκαῖον ἄρα γέγονεν, ὡς φαίνεται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάντως γε μὴν ῥητέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ γὰρ ἀρετῆς μέρος ἀρετῆς εἴδει διάφορον εἶναί τινα τρόπον τοῖς περὶ λόγους ἀμφισβητητικοῖς καὶ μάλʼ εὐεπίθετον πρὸς τὰς τῶν πολλῶν δόξας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκ ἔμαθον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ ὧδε πάλιν. ἀνδρείαν γὰρ οἶμαί σε ἡγεῖσθαι <milestone unit="section" resp="Stephanus" n="306b"/> μέρος ἓν ἀρετῆς ἡμῖν εἶναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν σωφροσύνην γε ἀνδρείας μὲν ἕτερον, ἓν δʼ οὖν καὶ τοῦτο μόριον ἧς κἀκεῖνο.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δὴ πέρι θαυμαστόν τινα λόγον ἀποφαίνεσθαι τολμητέον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὡς ἐστὸν κατὰ δή τινα τρόπον εὖ μάλα πρὸς ἀλλήλας ἔχθραν καὶ στάσιν ἐναντίαν ἔχοντε ἐν πολλοῖς τῶν ὄντων.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ εἰωθότα λόγον οὐδαμῶς· πάντα γὰρ οὖν δὴ <milestone unit="section" resp="Stephanus" n="306c"/> ἀλλήλοις τά γε τῆς ἀρετῆς μόρια λέγεταί που φίλια.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκοπῶμεν δὴ προσσχόντες τὸν νοῦν εὖ μάλα πότερον οὕτως ἁπλοῦν ἐστι τοῦτο, ἢ παντὸς μᾶλλον αὐτῶν ἔχει διαφορὰν τοῖς συγγενέσιν ἔς τι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί, λέγοις ἂν πῇ σκεπτέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἐν τοῖς σύμπασι χρὴ ζητεῖν ὅσα καλὰ μὲν λέγομεν, εἰς δύο δὲ αὐτὰ τίθεμεν ἐναντία ἀλλήλων εἴδη.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγʼ ἔτι σαφέστερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀξύτητα καὶ τάχος, εἴτε κατὰ σώματα εἴτʼ ἐν <milestone unit="section" resp="Stephanus" n="306d"/> ψυχαῖς εἴτε κατὰ φωνῆς φοράν, εἴτε αὐτῶν τούτων εἴτε ἐν εἰδώλοις ὄντων, ὁπόσα μουσικὴ μιμουμένη καὶ ἔτι γραφικὴ μιμήματα παρέχεται, τούτων τινὸς ἐπαινέτης εἴτε αὐτὸς πώποτε γέγονας εἴτε ἄλλου παρὼν ἐπαινοῦντος ᾔσθησαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἦ καὶ μνήμην ἔχεις ὅντινα τρόπον αὐτὸ δρῶσιν ἐν ἑκάστοις τούτων;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐδαμῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ οὖν δυνατὸς αὐτὸ ἂν γενοίμην, ὥσπερ καὶ διανοοῦμαι, διὰ λόγων ἐνδείξασθαί σοι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="306e"/><label>ΝΕ. ΣΩ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ῥᾴδιον ἔοικας ἡγεῖσθαι τὸ τοιοῦτον· σκοπώμεθα δʼ οὖν αὐτὸ ἐν τοῖς ὑπεναντίοις γένεσι. τῶν γὰρ δὴ πράξεων ἐν πολλαῖς καὶ πολλάκις ἑκάστοτε τάχος καὶ σφοδρότητα καὶ ὀξύτητα διανοήσεώς τε καὶ σώματος, ἔτι δὲ καὶ φωνῆς, ὅταν ἀγασθῶμεν, λέγομεν αὐτὸ ἐπαινοῦντες μιᾷ χρώμενοι προσρήσει τῇ τῆς ἀνδρείας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀξὺ καὶ ἀνδρεῖον πρῶτόν πού φαμεν, καὶ ταχὺ καὶ ἀνδρικόν, καὶ σφοδρὸν ὡσαύτως· καὶ πάντως ἐπιφέροντες τοὔνομα ὃ λέγω κοινὸν πάσαις ταῖς φύσεσι ταύταις ἐπαινοῦμεν αὐτάς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>