<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:287-296</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:287-296</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="287"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐ τοίνυν οὐδὲ πρὸς τοῦτο πάντα. οὔτε γὰρ πρὸς τὴν ἡδονὴν μήκους ἁρμόττοντος οὐδὲν προσδεησόμεθα, πλὴν εἰ πάρεργόν τι· τό τε αὖ πρὸς τὴν τοῦ προβληθέντος ζήτησιν, ὡς ἂν ῥᾷστα καὶ τάχιστα εὕροιμεν, δεύτερον ἀλλʼ οὐ πρῶτον ὁ λόγος ἀγαπᾶν παραγγέλλει, πολὺ δὲ μάλιστα καὶ πρῶτον τὴν μέθοδον αὐτὴν τιμᾶν τοῦ κατʼ εἴδη δυνατὸν εἶναι διαιρεῖν, <milestone unit="section" resp="Stephanus" n="286e"/> καὶ δὴ καὶ λόγον, ἄντε παμμήκης λεχθεὶς τὸν ἀκούσαντα εὑρετικώτερον ἀπεργάζηται, τοῦτον σπουδάζειν καὶ τῷ μήκει μηδὲν ἀγανακτεῖν, ἄντʼ αὖ βραχύτερος, ὡσαύτως· ἔτι δʼ αὖ πρὸς τούτοις τὸν περὶ τὰς τοιάσδε συνουσίας ψέγοντα λόγων μήκη καὶ τὰς ἐν κύκλῳ περιόδους οὐκ ἀποδεχόμενον, ὅτι χρὴ τὸν τοιοῦτον μὴ <del>πάνυ</del> ταχὺ μηδʼ εὐθὺς οὕτω μεθιέναι ψέξαντα <milestone unit="page" resp="Stephanus" n="287"/> <milestone unit="section" resp="Stephanus" n="287a"/> μόνον ὡς μακρὰ τὰ λεχθέντα, ἀλλὰ καὶ προσαποφαίνειν οἴεσθαι δεῖν ὡς βραχύτερα ἂν γενόμενα τοὺς συνόντας ἀπηργάζετο διαλεκτικωτέρους καὶ τῆς τῶν ὄντων λόγῳ δηλώσεως εὑρετικωτέρους, τῶν δὲ ἄλλων καὶ πρὸς ἄλλʼ ἄττα ψόγων καὶ ἐπαίνων μηδὲν φροντίζειν μηδὲ τὸ παράπαν ἀκούειν δοκεῖν τῶν τοιούτων λόγων. καὶ τούτων μὲν ἅλις, εἰ καὶ σοὶ ταύτῃ συνδοκεῖ· πρὸς δὲ δὴ τὸν πολιτικὸν <milestone unit="section" resp="Stephanus" n="287b"/> ἴωμεν πάλιν, τῆς προρρηθείσης ὑφαντικῆς αὐτῷ φέροντες τὸ παράδειγμα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς εἶπες, καὶ ποιῶμεν ἃ λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἀπό γε τῶν πολλῶν ὁ βασιλεὺς ὅσαι σύννομοι, μᾶλλον δὲ ἀπὸ πασῶν τῶν περὶ τὰς ἀγέλας διακεχώρισται· λοιπαὶ δέ, φαμέν, αἱ κατὰ πόλιν αὐτὴν τῶν τε συναιτίων καὶ τῶν αἰτίων, ἃς πρώτας ἀπʼ ἀλλήλων διαιρετέον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶσθʼ οὖν ὅτι χαλεπὸν αὐτὰς τεμεῖν δίχα; τὸ δʼ <milestone unit="section" resp="Stephanus" n="287c"/> αἴτιον, ὡς οἶμαι, προϊοῦσιν οὐχ ἧττον ἔσται καταφανές.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκοῦν χρὴ δρᾶν οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ μέλη τοίνυν αὐτὰς οἷον ἱερεῖον διαιρώμεθα, ἐπειδὴ δίχα ἀδυνατοῦμεν. δεῖ γὰρ εἰς τὸν ἐγγύτατα ὅτι μάλιστα τέμνειν ἀριθμὸν ἀεί.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς οὖν ποιῶμεν τὰ νῦν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὥσπερ ἔμπροσθεν, ὁπόσαι παρείχοντο ὄργανα περὶ τὴν ὑφαντικήν, πάσας δήπου τότε ἐτίθεμεν ὡς συναιτίους.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ νῦν δὴ ταὐτὸν μὲν τοῦτο, ἔτι δὲ μᾶλλον ἢ τόθʼ <milestone unit="section" resp="Stephanus" n="287d"/> ἡμῖν ποιητέον. ὅσαι γὰρ σμικρὸν ἢ μέγα τι δημιουργοῦσι κατὰ πόλιν ὄργανον, θετέον ἁπάσας ταύτας ὡς οὔσας συναιτίους. ἄνευ γὰρ τούτων οὐκ ἄν ποτε γένοιτο πόλις οὐδὲ πολιτική, τούτων δʼ αὖ βασιλικῆς ἔργον τέχνης οὐδέν που θήσομεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐ γάρ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὲν δὴ χαλεπὸν ἐπιχειροῦμεν δρᾶν ἀποχωρίζοντες τοῦτο ἀπὸ τῶν ἄλλων τὸ γένος· ὅτι γὰρ οὖν τῶν ὄντων ἔστιν ὡς ἑνός γέ τινος ὄργανον εἰπόντα δοκεῖν εἰρηκέναι <milestone unit="section" resp="Stephanus" n="287e"/> τι πιθανόν. ὅμως δὲ ἕτερον αὖ τῶν ἐν πόλει κτημάτων εἴπωμεν τόδε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὡς οὐκ ἔστι ταύτην τὴν δύναμιν ἔχον. οὐ γὰρ ἐπὶ γενέσεως αἰτίᾳ πήγνυται, καθάπερ ὄργανον, ἀλλʼ ἕνεκα τοῦ δημιουργηθέντος σωτηρίας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="288"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο ὃ δὴ ξηροῖς καὶ ὑγροῖς καὶ ἐμπύροις καὶ ἀπύροις παντοδαπὸν εἶδος ἐργασθὲν ἀγγεῖον <del>ὃ δὴ</del> μιᾷ κλήσει προσφθεγγόμεθα, καὶ μάλα γε συχνὸν εἶδος καὶ τῇ ζητουμένῃ
<milestone unit="page" resp="Stephanus" n="288"/> <milestone unit="section" resp="Stephanus" n="288a"/> γε, ὡς οἶμαι, προσῆκον οὐδὲν ἀτεχνῶς ἐπιστήμῃ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δὴ τρίτον ἕτερον εἶδος κτημάτων πάμπολυ κατοπτέον πεζὸν καὶ ἔνυδρον καὶ πολυπλανὲς καὶ ἀπλανὲς καὶ τίμιον καὶ ἄτιμον, ἓν δὲ ὄνομα ἔχον, διότι πᾶν ἕνεκά τινος ἐφέδρας ἐστί, θᾶκος ἀεί τινι γιγνόμενον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄχημα αὐτό που λέγομεν, οὐ πάνυ πολιτικῆς ἔργον, ἀλλὰ μᾶλλον πολὺ τεκτονικῆς καὶ κεραμικῆς καὶ χαλκοτυπικῆς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> μανθάνω.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="288b"/><label>ΞΕ.</label> τί δὲ τέταρτον; ἆρʼ ἕτερον εἶναι τούτων λεκτέον, ἐν ᾧ τὰ πλεῖστά ἐστι τῶν πάλαι ῥηθέντων, ἐσθής τε σύμπασα καὶ τῶν ὅπλων τὸ πολὺ καὶ τείχη πάντα θʼ ὅσα γήινα περιβλήματα καὶ λίθινα, καὶ μυρία ἕτερα; προβολῆς δὲ ἕνεκα συμπάντων αὐτῶν εἰργασμένων δικαιότατʼ ἂν ὅλον προσαγορεύοιτο πρόβλημα, καὶ πολλῷ μᾶλλον τέχνης οἰκοδομικῆς ἔργον καὶ ὑφαντικῆς τὸ πλεῖστον νομίζοιτʼ ἂν ὀρθότερον ἢ πολιτικῆς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="288c"/><label>ΞΕ.</label> πέμπτον δὲ ἆρʼ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δʼ ἂν ὀνόματι περιληφθέντα ἑνί;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποίῳ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παίγνιόν πού τι λέγεται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο τοίνυν τούτοις ἓν ὄνομα ἅπασι πρέψει προσαγορευθέν· οὐ γὰρ σπουδῆς οὐδὲν αὐτῶν χάριν, ἀλλὰ παιδιᾶς ἕνεκα πάντα δρᾶται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="288d"/><label>ΝΕ. ΣΩ.</label> καὶ τοῦτο σχεδόν τι μανθάνω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ πᾶσιν τούτοις σώματα παρέχον, ἐξ ὧν καὶ ἐν οἷς δημιουργοῦσιν ὁπόσαι τῶν τεχνῶν νῦν εἴρηνται, παντοδαπὸν εἶδος πολλῶν ἑτέρων τεχνῶν ἔκγονον ὄν, ἆρʼ οὐχ ἕκτον θήσομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> χρυσόν τε καὶ ἄργυρον καὶ πάνθʼ ὁπόσα μεταλλεύεται καὶ ὅσα δρυοτομικὴ καὶ κουρὰ σύμπασα τέμνουσα παρέχει τεκτονικῇ καὶ πλεκτικῇ· καὶ ἔτι φλοιστικὴ φυτῶν <milestone unit="section" resp="Stephanus" n="288e"/> τε καὶ ἐμψύχων δέρματα σωμάτων περιαιροῦσα σκυτοτομική, καὶ ὅσαι περὶ τὰ τοιαῦτά εἰσιν τέχναι, καὶ φελλῶν καὶ βύβλων καὶ δεσμῶν ἐργαστικαὶ παρέσχον δημιουργεῖν σύνθετα ἐκ μὴ συντιθεμένων εἴδη γενῶν. ἓν δὲ αὐτὸ προσαγορεύομεν πᾶν τὸ πρωτογενὲς ἀνθρώποις κτῆμα καὶ ἀσύνθετον καὶ βασιλικῆς ἐπιστήμης οὐδαμῶς ἔργον ὄν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="289"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὴ τῆς τροφῆς κτῆσιν, καὶ ὅσα εἰς τὸ σῶμα συγκαταμειγνύμενα ἑαυτῶν μέρεσι μέρη σώματος εἰς τὸ <milestone unit="page" resp="Stephanus" n="289"/> <milestone unit="section" resp="Stephanus" n="289a"/>  θεραπεῦσαί τινα δύναμιν εἴληχε, λεκτέον ἕβδομον ὀνομάσαντας αὐτὸ σύμπαν ἡμῶν εἶναι τροφόν, εἰ μή τι κάλλιον ἔχομεν ἄλλο θέσθαι· γεωργικῇ δὲ καὶ θηρευτικῇ καὶ γυμναστικῇ καὶ ἰατρικῇ καὶ μαγειρικῇ πᾶν ὑποτιθέντες ὀρθότερον ἀποδώσομεν ἢ τῇ πολιτικῇ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σχεδὸν τοίνυν ὅσα ἔχεται κτήσεως, πλὴν τῶν ἡμέρων ζῴων, ἐν τούτοις ἑπτὰ οἶμαι γένεσιν εἰρῆσθαι. σκόπει δέ· ἦν γὰρ δικαιότατα μὲν ἂν τεθὲν κατʼ ἀρχὰς τὸ <milestone unit="section" resp="Stephanus" n="289b"/> πρωτογενὲς εἶδος, μετὰ δὲ τοῦτο ὄργανον, ἀγγεῖον, ὄχημα, πρόβλημα, παίγνιον, θρέμμα. <add>ἃ</add> παραλείπομεν δέ, εἴ τι μὴ μέγα λέληθεν, εἴς τι τούτων δυνατὸν ἁρμόττειν, οἷον ἡ τοῦ νομίσματος ἰδέα καὶ σφραγίδων καὶ παντὸς χαρακτῆρος. γένος τε γὰρ ἐν αὑτοῖς ταῦτα οὐδὲν ἔχει μέγα σύννομον, ἀλλὰ τὰ μὲν εἰς κόσμον, τὰ δὲ εἰς ὄργανα βίᾳ μέν, ὅμως δὲ πάντως ἑλκόμενα συμφωνήσει. τὰ δὲ περὶ ζῴων κτῆσιν τῶν ἡμέρων, πλὴν δούλων, ἡ <milestone unit="section" resp="Stephanus" n="289c"/> πρότερον ἀγελαιοτροφικὴ διαμερισθεῖσα πάντʼ εἰληφυῖα ἀναφανεῖται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ δὴ δούλων καὶ πάντων ὑπηρετῶν λοιπόν, ἐν οἷς που καὶ μαντεύομαι τοὺς περὶ αὐτὸ τὸ πλέγμα ἀμφισβητοῦντας τῷ βασιλεῖ καταφανεῖς γενήσεσθαι, καθάπερ τοῖς ὑφάνταις τότε τοὺς περὶ τὸ νήθειν τε καὶ ξαίνειν καὶ ὅσα ἄλλα εἴπομεν. οἱ δὲ ἄλλοι πάντες, ὡς συναίτιοι λεχθέντες, ἅμα τοῖς ἔργοις τοῖς νυνδὴ ῥηθεῖσιν ἀνήλωνται καὶ ἀπεχωρίσθησαν <milestone unit="section" resp="Stephanus" n="289d"/> ἀπὸ βασιλικῆς τε καὶ πολιτικῆς πράξεως.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἐοίκασι γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴθι δὴ σκεψώμεθα τοὺς λοιποὺς προσελθόντες ἐγγύθεν, ἵνα αὐτοὺς εἰδῶμεν βεβαιότερον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς μὲν δὴ μεγίστους ὑπηρέτας, ὡς ἐνθένδε ἰδεῖν, τοὐναντίον ἔχοντας εὑρίσκομεν οἷς ὑπωπτεύσαμεν ἐπιτήδευμα καὶ πάθος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς ὠνητούς τε καὶ τῷ τρόπῳ τούτῳ κτητούς· οὓς <milestone unit="section" resp="Stephanus" n="289e"/> ἀναμφισβητήτως δούλους ἔχομεν εἰπεῖν; ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τῶν ἐλευθέρων ὅσοι τοῖς νυνδὴ ῥηθεῖσιν εἰς ὑπηρετικὴν ἑκόντες αὑτοὺς τάττουσι, τά τε γεωργίας καὶ τὰ τῶν ἄλλων τεχνῶν ἔργα διακομίζοντες ἐπʼ ἀλλήλους καὶ ἀνισοῦντες, οἱ μὲν κατʼ ἀγοράς, οἱ δὲ πόλιν ἐκ πόλεως ἀλλάττοντες κατὰ θάλατταν καὶ πεζῇ, νόμισμά τε πρὸς τὰ ἄλλα καὶ αὐτὸ πρὸς αὑτὸ διαμείβοντες, οὓς ἀργυραμοιβούς τε <milestone unit="page" resp="Stephanus" n="290"/> <milestone unit="section" resp="Stephanus" n="290a"/> καὶ ἐμπόρους καὶ ναυκλήρους καὶ καπήλους ἐπωνομάκαμεν, μῶν τῆς πολιτικῆς ἀμφισβητήσουσί τι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τάχʼ ἂν ἴσως τῆς γε τῶν ἐμπορευτικῶν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὐ μὴν οὕς γε ὁρῶμεν μισθωτοὺς καὶ θῆτας πᾶσιν ἑτοιμότατα ὑπηρετοῦντας, μή ποτε βασιλικῆς μεταποιουμένους εὕρωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ ἄρα τοὺς τὰ τοιάδε διακονοῦντας ἡμῖν ἑκάστοτε;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὰ ποῖα εἶπες καὶ τίνας;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="290b"/><label>ΞΕ.</label> ὧν τὸ κηρυκικὸν ἔθνος, ὅσοι τε περὶ γράμματα σοφοὶ γίγνονται πολλάκις ὑπηρετήσαντες, καὶ πόλλʼ ἄττα ἕτερα περὶ τὰς ἀρχὰς διαπονεῖσθαί τινες ἕτεροι πάνδεινοι, τί τούτους αὖ λέξομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὅπερ εἶπες νῦν, ὑπηρέτας, ἀλλʼ οὐκ αὐτοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ οὐ μὴν οἶμαί γε ἐνύπνιον ἰδὼν εἶπον ταύτῃ πῃ φανήσεσθαι τοὺς διαφερόντως ἀμφισβητοῦντας τῆς πολιτικῆς. καίτοι σφόδρα γε ἄτοπον ἂν εἶναι δόξειε τὸ ζητεῖν <milestone unit="section" resp="Stephanus" n="290c"/> τούτους ἐν ὑπηρετικῇ μοίρᾳ τινί.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι δὴ προσμείξωμεν ἐγγύτερον ἐπὶ τοὺς μήπω βεβασανισμένους. εἰσὶ δὲ οἵ τε περὶ μαντικὴν ἔχοντές τινος ἐπιστήμης διακόνου μόριον· ἑρμηνευταὶ γάρ που νομίζονται παρὰ θεῶν ἀνθρώποις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καὶ τὸ τῶν ἱερέων αὖ γένος, ὡς τὸ νόμιμόν φησι, παρὰ μὲν ἡμῶν δωρεὰς θεοῖς διὰ θυσιῶν ἐπιστῆμόν <milestone unit="section" resp="Stephanus" n="290d"/> ἐστι κατὰ νοῦν ἐκείνοις δωρεῖσθαι, παρὰ δὲ ἐκείνων ἡμῖν εὐχαῖς κτῆσιν ἀγαθῶν αἰτήσασθαι· ταῦτα δὲ διακόνου τέχνης ἐστί που μόρια ἀμφότερα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεται γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἤδη τοίνυν μοι δοκοῦμεν οἷόν γέ τινος ἴχνους ἐφʼ ὃ πορευόμεθα προσάπτεσθαι. τὸ γὰρ δὴ τῶν ἱερέων σχῆμα καὶ τὸ τῶν μάντεων εὖ μάλα φρονήματος πληροῦται καὶ δόξαν σεμνὴν λαμβάνει διὰ τὸ μέγεθος τῶν ἐγχειρημάτων, ὥστε περὶ μὲν Αἴγυπτον οὐδʼ ἔξεστι βασιλέα χωρὶς ἱερατικῆς <milestone unit="section" resp="Stephanus" n="290e"/> ἄρχειν, ἀλλʼ ἐὰν ἄρα καὶ τύχῃ πρότερον ἐξ ἄλλου γένους βιασάμενος, ὕστερον ἀναγκαῖον εἰς τοῦτο εἰστελεῖσθαι αὐτὸν τὸ γένος· ἔτι δὲ καὶ τῶν Ἑλλήνων πολλαχοῦ ταῖς μεγίσταις ἀρχαῖς τὰ μέγιστα τῶν περὶ τὰ τοιαῦτα θύματα εὕροι τις ἂν προσταττόμενα θύειν. καὶ δὴ καὶ παρʼ ὑμῖν οὐχ ἥκιστα δῆλον ὃ λέγω· τῷ γὰρ λαχόντι βασιλεῖ φασιν τῇδε τὰ σεμνότατα καὶ μάλιστα πάτρια τῶν ἀρχαίων θυσιῶν ἀποδεδόσθαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="291"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="291"/><milestone unit="section" resp="Stephanus" n="291a"/><label>ΞΕ.</label> τούτους τε τοίνυν τοὺς κληρωτοὺς βασιλέας ἅμα καὶ ἱερέας, καὶ ὑπηρέτας αὐτῶν καί τινα ἕτερον πάμπολυν ὄχλον σκεπτέον, ὃς ἄρτι κατάδηλος νῦν ἡμῖν γέγονεν ἀποχωρισθέντων τῶν ἔμπροσθεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνας δʼ αὐτοὺς καὶ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μάλα τινὰς ἀτόπους.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάμφυλόν τι γένος αὐτῶν, ὥς γε ἄρτι σκοπουμένῳ φαίνεται. πολλοὶ μὲν γὰρ λέουσι τῶν ἀνδρῶν εἴξασι καὶ Κενταύροις <milestone unit="section" resp="Stephanus" n="291b"/> καὶ τοιούτοισιν ἑτέροις, πάμπολλοι δὲ Σατύροις καὶ τοῖς ἀσθενέσι καὶ πολυτρόποις θηρίοις· ταχὺ δὲ μεταλλάττουσι τάς τε ἰδέας καὶ τὴν δύναμιν εἰς ἀλλήλους. καὶ μέντοι μοι νῦν, ὦ Σώκρατες, ἄρτι δοκῶ κατανενοηκέναι τοὺς ἄνδρας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγοις ἄν· ἔοικας γὰρ ἄτοπόν τι καθορᾶν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ναί· τὸ γὰρ ἄτοπον ἐξ ἀγνοίας πᾶσι συμβαίνει. καὶ γὰρ δὴ καὶ νῦν αὐτὸς τοῦτʼ ἔπαθον· ἐξαίφνης ἠμφεγνόησα <milestone unit="section" resp="Stephanus" n="291c"/> κατιδὼν τὸν περὶ τὰ τῶν πόλεων πράγματα χορόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν πάντων τῶν σοφιστῶν μέγιστον γόητα καὶ ταύτης τῆς τέχνης ἐμπειρότατον· ὃν ἀπὸ τῶν ὄντως ὄντων πολιτικῶν καὶ βασιλικῶν καίπερ παγχάλεπον ὄντα ἀφαιρεῖν ἀφαιρετέον, εἰ μέλλομεν ἰδεῖν ἐναργῶς τὸ ζητούμενον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε οὐκ ἀνετέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν δὴ κατά γε τὴν ἐμήν. καί μοι φράζε τόδε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="291d"/><label>ΞΕ.</label> ἆρʼ οὐ μοναρχία τῶν πολιτικῶν ἡμῖν ἀρχῶν ἐστι μία;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μετὰ μοναρχίαν εἴποι τις ἂν οἶμαι τὴν ὑπὸ τῶν ὀλίγων δυναστείαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον δὲ σχῆμα πολιτείας οὐχ ἡ τοῦ πλήθους ἀρχή, δημοκρατία τοὔνομα κληθεῖσα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρεῖς δʼ οὖσαι μῶν οὐ πέντε τρόπον τινὰ γίγνονται, δύʼ ἐξ ἑαυτῶν ἄλλα πρὸς αὑταῖς ὀνόματα τίκτουσαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖα δή;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="291e"/><label>ΞΕ.</label> πρὸς τὸ βίαιόν που καὶ ἑκούσιον ἀποσκοποῦντες νῦν καὶ πενίαν καὶ πλοῦτον καὶ νόμον καὶ ἀνομίαν ἐν αὐταῖς γιγνόμενα διπλῆν ἑκατέραν τοῖν δυοῖν διαιροῦντες μοναρχίαν μὲν προσαγορεύουσιν ὡς δύο παρεχομένην εἴδη δυοῖν ὀνόμασι, τυραννίδι, τὸ δὲ βασιλικῇ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὲ ὑπʼ ὀλίγων γε ἑκάστοτε κρατηθεῖσαν πόλιν ἀριστοκρατίᾳ καὶ ὀλιγαρχίᾳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="292"><p><said who="#Ξένος"><label>ΞΕ.</label> δημοκρατίας γε μήν, ἐάντʼ οὖν βιαίως ἐάντε ἑκουσίως <milestone unit="page" resp="Stephanus" n="292"/> <milestone unit="section" resp="Stephanus" n="292a"/> τῶν τὰς οὐσίας ἐχόντων τὸ πλῆθος ἄρχῃ, καὶ ἐάντε τοὺς νόμους ἀκριβῶς φυλάττον ἐάντε μή, πάντως τοὔνομα οὐδεὶς αὐτῆς εἴωθε μεταλλάττειν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; οἰόμεθά τινα τούτων τῶν πολιτειῶν ὀρθὴν εἶναι τούτοις τοῖς ὅροις ὁρισθεῖσαν, ἑνὶ καὶ ὀλίγοις καὶ πολλοῖς, καὶ πλούτῳ καὶ πενίᾳ, καὶ τῷ βιαίῳ καὶ ἑκουσίῳ, καὶ μετὰ γραμμάτων καὶ ἄνευ νόμων συμβαίνουσαν γίγνεσθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί γὰρ δὴ καὶ κωλύει;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="292b"/><label>ΞΕ.</label> σκόπει δὴ σαφέστερον τῇδε ἑπόμενος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ ῥηθέντι κατὰ πρώτας πότερον ἐμμενοῦμεν ἢ διαφωνήσομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τῷ δὴ ποίῳ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν βασιλικὴν ἀρχὴν τῶν ἐπιστημῶν εἶναί τινα ἔφαμεν, οἶμαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τούτων γε οὐχ ἁπασῶν, ἀλλὰ κριτικὴν δήπου τινὰ καὶ ἐπιστατικὴν ἐκ τῶν ἄλλων προειλόμεθα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κἀκ τῆς ἐπιστατικῆς τὴν μὲν ἐπʼ ἀψύχοις ἔργοις, <milestone unit="section" resp="Stephanus" n="292c"/> τὴν δʼ ἐπὶ ζῴοις· καὶ κατὰ τοῦτον δὴ τὸν τρόπον μερίζοντες δεῦρʼ ἀεὶ προεληλύθαμεν, ἐπιστήμης οὐκ ἐπιλανθανόμενοι, τὸ δʼ ἥτις οὐχ ἱκανῶς πω δυνάμενοι διακριβώσασθαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγεις ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτʼ αὐτὸ τοίνυν ἆρʼ ἐννοοῦμεν, ὅτι τὸν ὅρον οὐκ ὀλίγους οὐδὲ πολλούς, οὐδὲ τὸ ἑκούσιον οὐδὲ τὸ ἀκούσιον, οὐδὲ πενίαν οὐδὲ πλοῦτον γίγνεσθαι περὶ αὐτῶν χρεών, ἀλλά τινα ἐπιστήμην, εἴπερ ἀκολουθήσομεν τοῖς πρόσθεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="292d"/><label>ΝΕ. ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε ἀδύνατον μὴ ποιεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἐξ ἀνάγκης δὴ νῦν τοῦτο οὕτω σκεπτέον, ἐν τίνι ποτὲ τούτων ἐπιστήμη συμβαίνει γίγνεσθαι περὶ ἀνθρώπων ἀρχῆς, σχεδὸν τῆς χαλεπωτάτης καὶ μεγίστης κτήσασθαι. δεῖ γὰρ ἰδεῖν αὐτήν, ἵνα θεασώμεθα τίνας ἀφαιρετέον ἀπὸ τοῦ φρονίμου βασιλέως, οἳ προσποιοῦνται μὲν εἶναι πολιτικοὶ καὶ πείθουσι πολλούς, εἰσὶ δὲ οὐδαμῶς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> δεῖ γὰρ δὴ ποιεῖν τοῦτο, ὡς ὁ λόγος ἡμῖν προείρηκεν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="292e"/><label>ΞΕ.</label> μῶν οὖν δοκεῖ πλῆθός γε ἐν πόλει ταύτην τὴν ἐπιστήμην δυνατὸν εἶναι κτήσασθαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ ἆρα ἐν χιλιάνδρῳ πόλει δυνατὸν ἑκατόν τινας ἢ καὶ πεντήκοντα αὐτὴν ἱκανῶς κτήσασθαι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="293"><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ῥᾴστη μεντἂν οὕτω γʼ εἴη πασῶν τῶν τεχνῶν· ἴσμεν γὰρ ὅτι χιλίων ἀνδρῶν ἄκροι πεττευταὶ τοσοῦτοι πρὸς τοὺς ἐν τοῖς ἄλλοις Ἕλλησιν οὐκ ἂν γένοιντό ποτε, μή τι δὴ βασιλῆς γε. δεῖ γὰρ δὴ τόν γε τὴν βασιλικὴν ἔχοντα ἐπιστήμην, ἄν τʼ ἄρχῃ καὶ ἐὰν μή, κατὰ τὸν ἔμπροσθε <milestone unit="page" resp="Stephanus" n="293"/> <milestone unit="section" resp="Stephanus" n="293a"/> λόγον ὅμως βασιλικὸν προσαγορεύεσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καλῶς ἀπεμνημόνευσας. ἑπόμενον δὲ οἶμαι τούτῳ τὴν μὲν ὀρθὴν ἀρχὴν περὶ ἕνα τινὰ καὶ δύο καὶ παντάπασιν ὀλίγους δεῖ ζητεῖν, ὅταν ὀρθὴ γίγνηται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτους δέ γε, ἐάντε ἑκόντων ἄντʼ ἀκόντων ἄρχωσιν, ἐάντε κατὰ γράμματα ἐάντε ἄνευ γραμμάτων, καὶ ἐὰν πλουτοῦντες ἢ πενόμενοι, νομιστέον, ὥσπερ νῦν ἡγούμεθα, κατὰ τέχνην ἡντινοῦν ἀρχὴν ἄρχοντας. τοὺς ἰατροὺς <milestone unit="section" resp="Stephanus" n="293b"/> δὲ οὐχ ἥκιστα νενομίκαμεν, ἐάντε ἑκόντας ἐάντε ἄκοντας ἡμᾶς ἰῶνται, τέμνοντες ἢ κάοντες ἤ τινα ἄλλην ἀλγηδόνα προσάπτοντες, καὶ ἐὰν κατὰ γράμματα ἢ χωρὶς γραμμάτων, καὶ ἐὰν πένητες ὄντες ἢ πλούσιοι, πάντως οὐδὲν ἧττον ἰατρούς φαμεν, ἕωσπερ ἂν ἐπιστατοῦντες τέχνῃ, καθαίροντες εἴτε ἄλλως ἰσχναίνοντες εἴτε καὶ αὐξάνοντες, ἂν μόνον ἐπʼ ἀγαθῷ τῷ τῶν σωμάτων, βελτίω ποιοῦντες ἐκ χειρόνων, <milestone unit="section" resp="Stephanus" n="293c"/> σῴζωσιν οἱ θεραπεύοντες ἕκαστοι τὰ θεραπευόμενα· ταύτῃ θήσομεν, ὡς οἶμαι, καὶ οὐκ ἄλλῃ, τοῦτον ὅρον ὀρθὸν εἶναι μόνον ἰατρικῆς καὶ ἄλλης ἡστινοσοῦν ἀρχῆς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀναγκαῖον δὴ καὶ πολιτειῶν, ὡς ἔοικε, ταύτην ὀρθὴν διαφερόντως εἶναι καὶ μόνην πολιτείαν, ἐν ᾗ τις ἂν εὑρίσκοι τοὺς ἄρχοντας ἀληθῶς ἐπιστήμονας καὶ οὐ δοκοῦντας μόνον, ἐάντε κατὰ νόμους ἐάντε ἄνευ νόμων ἄρχωσι, καὶ ἑκόντων ἢ <milestone unit="section" resp="Stephanus" n="293d"/> ἀκόντων, καὶ πενόμενοι ἢ πλουτοῦντες, τούτων ὑπολογιστέον οὐδὲν οὐδαμῶς εἶναι κατʼ οὐδεμίαν ὀρθότητα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ ἐάντε γε ἀποκτεινύντες τινὰς ἢ καὶ ἐκβάλλοντες καθαίρωσιν ἐπʼ ἀγαθῷ τὴν πόλιν, εἴτε καὶ ἀποικίας οἷον σμήνη μελιττῶν ἐκπέμποντές ποι σμικροτέραν ποιῶσιν, ἤ τινας ἐπεισαγόμενοί ποθεν ἄλλους ἔξωθεν πολίτας ποιοῦντες αὐτὴν αὔξωσιν, ἕωσπερ ἂν ἐπιστήμῃ καὶ τῷ δικαίῳ προσχρώμενοι σῴζοντες ἐκ χείρονος βελτίω ποιῶσι κατὰ δύναμιν, <milestone unit="section" resp="Stephanus" n="293e"/> ταύτην τότε καὶ κατὰ τοὺς τοιούτους ὅρους ἡμῖν μόνην ὀρθὴν πολιτείαν εἶναι ῥητέον· ὅσας δʼ ἄλλας λέγομεν, οὐ γνησίας οὐδʼ ὄντως οὔσας λεκτέον, ἀλλὰ μεμιμημένας ταύτην, ἃς μὲν ὡς εὐνόμους λέγομεν, ἐπὶ τὰ καλλίω, τὰς δὲ ἄλλας ἐπὶ τὰ αἰσχίονα <del>μεμιμῆσθαι</del>.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὰ μὲν ἄλλα, ὦ ξένε, μετρίως ἔοικεν εἰρῆσθαι· τὸ δὲ καὶ ἄνευ νόμων δεῖν ἄρχειν χαλεπώτερον ἀκούειν ἐρρήθη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="294"><p><said who="#Ξένος"><label>ΞΕ.</label> μικρόν γε ἔφθης με ἐρόμενος, ὦ Σώκρατες. ἔμελλον <milestone unit="page" resp="Stephanus" n="294"/> <milestone unit="section" resp="Stephanus" n="294a"/> γάρ σε διερωτήσειν ταῦτα πότερον ἀποδέχῃ πάντα, ἤ τι καὶ δυσχεραίνεις τῶν λεχθέντων· νῦν δʼ ἤδη φανερὸν ὅτι τοῦτο βουλησόμεθα τὸ περὶ τῆς τῶν ἄνευ νόμων ἀρχόντων ὀρθότητος διελθεῖν ἡμᾶς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρόπον τινὰ μέντοι δῆλον ὅτι τῆς βασιλικῆς ἐστιν ἡ νομοθετική· τὸ δʼ ἄριστον οὐ τοὺς νόμους ἐστὶν ἰσχύειν ἀλλʼ ἄνδρα τὸν μετὰ φρονήσεως βασιλικόν. οἶσθʼ ὅπῃ;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῇ δὴ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι νόμος οὐκ ἄν ποτε δύναιτο τό τε ἄριστον καὶ <milestone unit="section" resp="Stephanus" n="294b"/> τὸ δικαιότατον ἀκριβῶς πᾶσιν ἅμα περιλαβὼν τὸ βέλτιστον ἐπιτάττειν· αἱ γὰρ ἀνομοιότητες τῶν τε ἀνθρώπων καὶ τῶν πράξεων καὶ τὸ μηδέποτε μηδὲν ὡς ἔπος εἰπεῖν ἡσυχίαν ἄγειν τῶν ἀνθρωπίνων οὐδὲν ἐῶσιν ἁπλοῦν ἐν οὐδενὶ περὶ ἁπάντων καὶ ἐπὶ πάντα τὸν χρόνον ἀποφαίνεσθαι τέχνην οὐδʼ ἡντινοῦν. ταῦτα δὴ συγχωροῦμέν που;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν δέ γε νόμον ὁρῶμεν σχεδὸν ἐπʼ αὐτὸ τοῦτο <milestone unit="section" resp="Stephanus" n="294c"/> συντείνοντα, ὥσπερ τινὰ ἄνθρωπον αὐθάδη καὶ ἀμαθῆ καὶ μηδένα μηδὲν ἐῶντα ποιεῖν παρὰ τὴν ἑαυτοῦ τάξιν, μηδʼ ἐπερωτᾶν μηδένα, μηδʼ ἄν τι νέον ἄρα τῳ συμβαίνῃ βέλτιον παρὰ τὸν λόγον ὃν αὐτὸς ἐπέταξεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθῆ· ποιεῖ γὰρ ἀτεχνῶς καθάπερ εἴρηκας νῦν ὁ νόμος ἡμῖν ἑκάστοις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἀδύνατον εὖ ἔχειν πρὸς τὰ μηδέποτε ἁπλᾶ τὸ διὰ παντὸς γιγνόμενον ἁπλοῦν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κινδυνεύει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διὰ τί δή ποτʼ οὖν ἀναγκαῖον νομοθετεῖν, ἐπειδήπερ <milestone unit="section" resp="Stephanus" n="294d"/> οὐκ ὀρθότατον ὁ νόμος; ἀνευρετέον τούτου τὴν αἰτίαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ παρʼ ὑμῖν εἰσί τινες οἷαι καὶ ἐν ἄλλαις πόλεσιν ἁθρόων ἀνθρώπων ἀσκήσεις, εἴτε πρὸς δρόμον εἴτε πρὸς ἄλλο τι, φιλονικίας ἕνεκα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε πολλαί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φέρε νῦν ἀναλάβωμεν πάλιν μνήμῃ τὰς τῶν τέχνῃ γυμναζόντων ἐπιτάξεις ἐν ταῖς τοιαύταις ἀρχαῖς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὅτι λεπτουργεῖν οὐκ ἐγχωρεῖν ἡγοῦνται καθʼ ἕνα ἕκαστον, τῷ σώματι τὸ προσῆκον ἑκάστῳ προστάττοντες, <milestone unit="section" resp="Stephanus" n="294e"/> ἀλλὰ παχύτερον οἴονται δεῖν ὡς ἐπὶ τὸ πολὺ καὶ ἐπὶ πολλοὺς τὴν τοῦ λυσιτελοῦντος τοῖς σώμασι ποιεῖσθαι τάξιν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διὸ δή γε καὶ ἴσους πόνους νῦν διδόντες ἁθρόοις ἅμα μὲν ἐξορμῶσιν, ἅμα δὲ καὶ καταπαύουσι δρόμου καὶ πάλης καὶ πάντων τῶν κατὰ τὰ σώματα πόνων.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἔστι ταῦτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="295"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸν νομοθέτην τοίνυν ἡγώμεθα, τὸν ταῖσιν ἀγέλαις ἐπιστατήσοντα τοῦ δικαίου πέρι καὶ τῶν πρὸς ἀλλήλους <milestone unit="page" resp="Stephanus" n="295"/> <milestone unit="section" resp="Stephanus" n="295a"/> συμβολαίων, μή ποθʼ ἱκανὸν γενήσεσθαι πᾶσιν ἁθρόοις προστάττοντα ἀκριβῶς ἑνὶ ἑκάστῳ τὸ προσῆκον ἀποδιδόναι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ γοῦν εἰκός.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ τὸ τοῖς πολλοῖς γε οἶμαι καὶ ὡς ἐπὶ τὸ πολὺ καί πως οὑτωσὶ παχυτέρως ἑκάστοις τὸν νόμον θήσει, καὶ ἐν γράμμασιν ἀποδιδοὺς καὶ ἐν ἀγραμμάτοις, πατρίοις δὲ ἔθεσι νομοθετῶν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀρθῶς μέντοι. πῶς γὰρ ἄν τις ἱκανὸς γένοιτʼ ἄν <milestone unit="section" resp="Stephanus" n="295b"/> ποτε, ὦ Σώκρατες, ὥστε διὰ βίου ἀεὶ παρακαθήμενος ἑκάστῳ διʼ ἀκριβείας προστάττειν τὸ προσῆκον; ἐπεὶ τοῦτʼ ἂν δυνατὸς ὤν, ὡς οἶμαι, τῶν τὴν βασιλικὴν ὁστισοῦν ὄντως ἐπιστήμην εἰληφότων σχολῇ ποτʼ ἂν ἑαυτῷ θεῖτʼ ἐμποδίσματα γράφων τοὺς λεχθέντας τούτους νόμους.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἐκ τῶν νῦν γοῦν, ὦ ξένε, εἰρημένων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μᾶλλον δέ γε, ὦ βέλτιστε, ἐκ τῶν μελλόντων ῥηθήσεσθαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνων δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῶν τοιῶνδε. εἴπωμεν γὰρ δὴ πρός γε ἡμᾶς αὐτοὺς <milestone unit="section" resp="Stephanus" n="295c"/> ἰατρὸν μέλλοντα ἢ καί τινα γυμναστικὸν ἀποδημεῖν καὶ ἀπέσεσθαι τῶν θεραπευομένων συχνόν, ὡς οἴοιτο, χρόνον, μὴ μνημονεύσειν οἰηθέντα τὰ προσταχθέντα τοὺς γυμναζομένους ἢ τοὺς κάμνοντας, ὑπομνήματα γράφειν ἂν ἐθέλειν αὐτοῖς, ἢ πῶς;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δʼ εἰ παρὰ δόξαν ἐλάττω χρόνον ἀποδημήσας ἔλθοι πάλιν; ἆρʼ οὐκ ἂν παρʼ ἐκεῖνα τὰ γράμματα τολμήσειεν ἄλλʼ ὑποθέσθαι, συμβαινόντων ἄλλων βελτιόνων τοῖς κάμνουσι <milestone unit="section" resp="Stephanus" n="295d"/> διὰ πνεύματα ἤ τι καὶ ἄλλο παρὰ τὴν ἐλπίδα τῶν ἐκ Διὸς ἑτέρως πως τῶν εἰωθότων γενόμενα, καρτερῶν δʼ ἂν ἡγοῖτο δεῖν μὴ ἐκβαίνειν τἀρχαῖά ποτε νομοθετηθέντα μήτε αὐτὸν προστάττοντα ἄλλα μήτε τὸν κάμνοντα ἕτερα τολμῶντα παρὰ τὰ γραφέντα δρᾶν, ὡς ταῦτα ὄντα ἰατρικὰ καὶ ὑγιεινά, τὰ δὲ ἑτέρως γιγνόμενα νοσώδη τε καὶ οὐκ ἔντεχνα· ἢ πᾶν τὸ τοιοῦτον ἔν γε ἐπιστήμῃ συμβαῖνον καὶ <milestone unit="section" resp="Stephanus" n="295e"/> ἀληθεῖ τέχνῃ περὶ ἅπαντα παντάπασι γέλως ἂν ὁ μέγιστος γίγνοιτο τῶν τοιούτων νομοθετημάτων;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασι μὲν οὖν.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="296"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ δὲ τὰ δίκαια δὴ καὶ ἄδικα καὶ καλὰ καὶ αἰσχρὰ καὶ ἀγαθὰ καὶ κακὰ γράψαντι καὶ ἄγραφα νομοθετήσαντι ταῖς τῶν ἀνθρώπων ἀγέλαις, ὁπόσαι κατὰ πόλιν ἐν ἑκάσταις νομεύονται κατὰ τοὺς τῶν γραψάντων νόμους, ἂν ὁ μετὰ τέχνης γράψας ἤ τις ἕτερος ὅμοιος ἀφίκηται, μὴ ἐξέστω δὴ <milestone unit="page" resp="Stephanus" n="296"/> <milestone unit="section" resp="Stephanus" n="296a"/> παρὰ ταῦτα ἕτερα προστάττειν; ἢ καὶ τοῦτο τὸ ἀπόρρημα οὐδὲν ἧττον ἂν ἐκείνου τῇ ἀληθείᾳ γελοῖον φαίνοιτο;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶσθʼ οὖν ἐπὶ τῷ τοιούτῳ λόγον τὸν παρὰ τῶν πολλῶν λεγόμενον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκ ἐννοῶ νῦν γʼ οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν εὐπρεπής. φασὶ γὰρ δὴ δεῖν, εἴ τις γιγνώσκει παρὰ τοὺς τῶν ἔμπροσθεν βελτίους νόμους, νομοθετεῖν τὴν ἑαυτοῦ πόλιν ἕκαστον πείσαντα, ἄλλως δὲ μή.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί οὖν; οὐκ ὀρθῶς;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="296b"/><label>ΞΕ.</label> ἴσως. ἂν δʼ οὖν μὴ πείθων τις βιάζηται τὸ βέλτιον, ἀπόκριναι, τί τοὔνομα τῆς βίας ἔσται; μὴ μέντοι πω, περὶ δὲ τῶν ἔμπροσθεν πρότερον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον δὴ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἄν τις ἄρα μὴ πείθων τὸν ἰατρευόμενον, ἔχων δὲ ὀρθῶς τὴν τέχνην, παρὰ τὰ γεγραμμένα τὸ βέλτιον ἀναγκάζῃ δρᾶν παῖδα ἤ τινα ἄνδρα ἢ καὶ γυναῖκα, τί τοὔνομα τῆς βίας ἔσται ταύτης; ἆρʼ οὐ πᾶν μᾶλλον ἢ τὸ παρὰ τὴν τέχνην λεγόμενον ἁμάρτημα τὸ νοσῶδες; καὶ πάντα ὀρθῶς <milestone unit="section" resp="Stephanus" n="296c"/> εἰπεῖν ἔστι πρότερον τῷ βιασθέντι περὶ τὸ τοιοῦτον πλὴν ὅτι νοσώδη καὶ ἄτεχνα πέπονθεν ὑπὸ τῶν βιασαμένων ἰατρῶν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ ἡμῖν δὴ τὸ παρὰ τὴν πολιτικὴν τέχνην ἁμάρτημα λεγόμενόν ἐστιν; ἆρʼ οὐ τὸ αἰσχρὸν καὶ <del>τὸ</del> κακὸν καὶ ἄδικον;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῶν δὴ βιασθέντων παρὰ τὰ γεγραμμένα καὶ πάτρια δρᾶν ἕτερα δικαιότερα καὶ ἀμείνω καὶ καλλίω τῶν ἔμπροσθεν, <milestone unit="section" resp="Stephanus" n="296d"/> φέρε, τὸν τῶν τοιούτων αὖ ψόγον περὶ τῆς τοιαύτης βίας, ἆρʼ, εἰ μέλλει μὴ καταγελαστότατος εἶναι πάντων, πάντʼ αὐτῷ μᾶλλον λεκτέον ἑκάστοτε πλὴν ὡς αἰσχρὰ καὶ ἄδικα καὶ κακὰ πεπόνθασιν οἱ βιασθέντες ὑπὸ τῶν βιασαμένων;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ ἆρα ἐὰν μὲν πλούσιος ὁ βιασάμενος ᾖ, δίκαια, ἂν δʼ ἄρα πένης, ἄδικα τὰ βιασθέντα ἐστίν; ἢ κἂν πείσας κἂν μὴ πείσας τις, πλούσιος ἢ πένης, ἢ κατὰ γράμματα ἢ <milestone unit="section" resp="Stephanus" n="296e"/> παρὰ γράμματα, δρᾷ <del>μὴ σύμφορα ἢ</del> σύμφορα, τοῦτον δεῖ καὶ περὶ ταῦτα τὸν ὅρον εἶναι τόν γε ἀληθινώτατον ὀρθῆς πόλεως διοικήσεως, ὃν ὁ σοφὸς καὶ ἀγαθὸς ἀνὴρ διοικήσει τὸ τῶν ἀρχομένων;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>