<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:287-291</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2:287-291</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg008.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="287"><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐ τοίνυν οὐδὲ πρὸς τοῦτο πάντα. οὔτε γὰρ πρὸς τὴν ἡδονὴν μήκους ἁρμόττοντος οὐδὲν προσδεησόμεθα, πλὴν εἰ πάρεργόν τι· τό τε αὖ πρὸς τὴν τοῦ προβληθέντος ζήτησιν, ὡς ἂν ῥᾷστα καὶ τάχιστα εὕροιμεν, δεύτερον ἀλλʼ οὐ πρῶτον ὁ λόγος ἀγαπᾶν παραγγέλλει, πολὺ δὲ μάλιστα καὶ πρῶτον τὴν μέθοδον αὐτὴν τιμᾶν τοῦ κατʼ εἴδη δυνατὸν εἶναι διαιρεῖν, <milestone unit="section" resp="Stephanus" n="286e"/> καὶ δὴ καὶ λόγον, ἄντε παμμήκης λεχθεὶς τὸν ἀκούσαντα εὑρετικώτερον ἀπεργάζηται, τοῦτον σπουδάζειν καὶ τῷ μήκει μηδὲν ἀγανακτεῖν, ἄντʼ αὖ βραχύτερος, ὡσαύτως· ἔτι δʼ αὖ πρὸς τούτοις τὸν περὶ τὰς τοιάσδε συνουσίας ψέγοντα λόγων μήκη καὶ τὰς ἐν κύκλῳ περιόδους οὐκ ἀποδεχόμενον, ὅτι χρὴ τὸν τοιοῦτον μὴ <del>πάνυ</del> ταχὺ μηδʼ εὐθὺς οὕτω μεθιέναι ψέξαντα <milestone unit="page" resp="Stephanus" n="287"/> <milestone unit="section" resp="Stephanus" n="287a"/> μόνον ὡς μακρὰ τὰ λεχθέντα, ἀλλὰ καὶ προσαποφαίνειν οἴεσθαι δεῖν ὡς βραχύτερα ἂν γενόμενα τοὺς συνόντας ἀπηργάζετο διαλεκτικωτέρους καὶ τῆς τῶν ὄντων λόγῳ δηλώσεως εὑρετικωτέρους, τῶν δὲ ἄλλων καὶ πρὸς ἄλλʼ ἄττα ψόγων καὶ ἐπαίνων μηδὲν φροντίζειν μηδὲ τὸ παράπαν ἀκούειν δοκεῖν τῶν τοιούτων λόγων. καὶ τούτων μὲν ἅλις, εἰ καὶ σοὶ ταύτῃ συνδοκεῖ· πρὸς δὲ δὴ τὸν πολιτικὸν <milestone unit="section" resp="Stephanus" n="287b"/> ἴωμεν πάλιν, τῆς προρρηθείσης ὑφαντικῆς αὐτῷ φέροντες τὸ παράδειγμα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς εἶπες, καὶ ποιῶμεν ἃ λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἀπό γε τῶν πολλῶν ὁ βασιλεὺς ὅσαι σύννομοι, μᾶλλον δὲ ἀπὸ πασῶν τῶν περὶ τὰς ἀγέλας διακεχώρισται· λοιπαὶ δέ, φαμέν, αἱ κατὰ πόλιν αὐτὴν τῶν τε συναιτίων καὶ τῶν αἰτίων, ἃς πρώτας ἀπʼ ἀλλήλων διαιρετέον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἶσθʼ οὖν ὅτι χαλεπὸν αὐτὰς τεμεῖν δίχα; τὸ δʼ <milestone unit="section" resp="Stephanus" n="287c"/> αἴτιον, ὡς οἶμαι, προϊοῦσιν οὐχ ἧττον ἔσται καταφανές.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκοῦν χρὴ δρᾶν οὕτως.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ μέλη τοίνυν αὐτὰς οἷον ἱερεῖον διαιρώμεθα, ἐπειδὴ δίχα ἀδυνατοῦμεν. δεῖ γὰρ εἰς τὸν ἐγγύτατα ὅτι μάλιστα τέμνειν ἀριθμὸν ἀεί.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς οὖν ποιῶμεν τὰ νῦν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὥσπερ ἔμπροσθεν, ὁπόσαι παρείχοντο ὄργανα περὶ τὴν ὑφαντικήν, πάσας δήπου τότε ἐτίθεμεν ὡς συναιτίους.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ νῦν δὴ ταὐτὸν μὲν τοῦτο, ἔτι δὲ μᾶλλον ἢ τόθʼ <milestone unit="section" resp="Stephanus" n="287d"/> ἡμῖν ποιητέον. ὅσαι γὰρ σμικρὸν ἢ μέγα τι δημιουργοῦσι κατὰ πόλιν ὄργανον, θετέον ἁπάσας ταύτας ὡς οὔσας συναιτίους. ἄνευ γὰρ τούτων οὐκ ἄν ποτε γένοιτο πόλις οὐδὲ πολιτική, τούτων δʼ αὖ βασιλικῆς ἔργον τέχνης οὐδέν που θήσομεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐ γάρ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὲν δὴ χαλεπὸν ἐπιχειροῦμεν δρᾶν ἀποχωρίζοντες τοῦτο ἀπὸ τῶν ἄλλων τὸ γένος· ὅτι γὰρ οὖν τῶν ὄντων ἔστιν ὡς ἑνός γέ τινος ὄργανον εἰπόντα δοκεῖν εἰρηκέναι <milestone unit="section" resp="Stephanus" n="287e"/> τι πιθανόν. ὅμως δὲ ἕτερον αὖ τῶν ἐν πόλει κτημάτων εἴπωμεν τόδε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὡς οὐκ ἔστι ταύτην τὴν δύναμιν ἔχον. οὐ γὰρ ἐπὶ γενέσεως αἰτίᾳ πήγνυται, καθάπερ ὄργανον, ἀλλʼ ἕνεκα τοῦ δημιουργηθέντος σωτηρίας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="288"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο ὃ δὴ ξηροῖς καὶ ὑγροῖς καὶ ἐμπύροις καὶ ἀπύροις παντοδαπὸν εἶδος ἐργασθὲν ἀγγεῖον <del>ὃ δὴ</del> μιᾷ κλήσει προσφθεγγόμεθα, καὶ μάλα γε συχνὸν εἶδος καὶ τῇ ζητουμένῃ
<milestone unit="page" resp="Stephanus" n="288"/> <milestone unit="section" resp="Stephanus" n="288a"/> γε, ὡς οἶμαι, προσῆκον οὐδὲν ἀτεχνῶς ἐπιστήμῃ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τούτων δὴ τρίτον ἕτερον εἶδος κτημάτων πάμπολυ κατοπτέον πεζὸν καὶ ἔνυδρον καὶ πολυπλανὲς καὶ ἀπλανὲς καὶ τίμιον καὶ ἄτιμον, ἓν δὲ ὄνομα ἔχον, διότι πᾶν ἕνεκά τινος ἐφέδρας ἐστί, θᾶκος ἀεί τινι γιγνόμενον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὄχημα αὐτό που λέγομεν, οὐ πάνυ πολιτικῆς ἔργον, ἀλλὰ μᾶλλον πολὺ τεκτονικῆς καὶ κεραμικῆς καὶ χαλκοτυπικῆς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> μανθάνω.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="288b"/><label>ΞΕ.</label> τί δὲ τέταρτον; ἆρʼ ἕτερον εἶναι τούτων λεκτέον, ἐν ᾧ τὰ πλεῖστά ἐστι τῶν πάλαι ῥηθέντων, ἐσθής τε σύμπασα καὶ τῶν ὅπλων τὸ πολὺ καὶ τείχη πάντα θʼ ὅσα γήινα περιβλήματα καὶ λίθινα, καὶ μυρία ἕτερα; προβολῆς δὲ ἕνεκα συμπάντων αὐτῶν εἰργασμένων δικαιότατʼ ἂν ὅλον προσαγορεύοιτο πρόβλημα, καὶ πολλῷ μᾶλλον τέχνης οἰκοδομικῆς ἔργον καὶ ὑφαντικῆς τὸ πλεῖστον νομίζοιτʼ ἂν ὀρθότερον ἢ πολιτικῆς.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="288c"/><label>ΞΕ.</label> πέμπτον δὲ ἆρʼ ἂν ἐθέλοιμεν τὸ περὶ τὸν κόσμον καὶ γραφικὴν θεῖναι καὶ ὅσα ταύτῃ προσχρώμενα καὶ μουσικῇ μιμήματα τελεῖται, πρὸς τὰς ἡδονὰς μόνον ἡμῶν ἀπειργασμένα, δικαίως δʼ ἂν ὀνόματι περιληφθέντα ἑνί;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποίῳ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παίγνιόν πού τι λέγεται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο τοίνυν τούτοις ἓν ὄνομα ἅπασι πρέψει προσαγορευθέν· οὐ γὰρ σπουδῆς οὐδὲν αὐτῶν χάριν, ἀλλὰ παιδιᾶς ἕνεκα πάντα δρᾶται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="288d"/><label>ΝΕ. ΣΩ.</label> καὶ τοῦτο σχεδόν τι μανθάνω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ πᾶσιν τούτοις σώματα παρέχον, ἐξ ὧν καὶ ἐν οἷς δημιουργοῦσιν ὁπόσαι τῶν τεχνῶν νῦν εἴρηνται, παντοδαπὸν εἶδος πολλῶν ἑτέρων τεχνῶν ἔκγονον ὄν, ἆρʼ οὐχ ἕκτον θήσομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον δὴ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> χρυσόν τε καὶ ἄργυρον καὶ πάνθʼ ὁπόσα μεταλλεύεται καὶ ὅσα δρυοτομικὴ καὶ κουρὰ σύμπασα τέμνουσα παρέχει τεκτονικῇ καὶ πλεκτικῇ· καὶ ἔτι φλοιστικὴ φυτῶν <milestone unit="section" resp="Stephanus" n="288e"/> τε καὶ ἐμψύχων δέρματα σωμάτων περιαιροῦσα σκυτοτομική, καὶ ὅσαι περὶ τὰ τοιαῦτά εἰσιν τέχναι, καὶ φελλῶν καὶ βύβλων καὶ δεσμῶν ἐργαστικαὶ παρέσχον δημιουργεῖν σύνθετα ἐκ μὴ συντιθεμένων εἴδη γενῶν. ἓν δὲ αὐτὸ προσαγορεύομεν πᾶν τὸ πρωτογενὲς ἀνθρώποις κτῆμα καὶ ἀσύνθετον καὶ βασιλικῆς ἐπιστήμης οὐδαμῶς ἔργον ὄν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καλῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="289"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὴ τῆς τροφῆς κτῆσιν, καὶ ὅσα εἰς τὸ σῶμα συγκαταμειγνύμενα ἑαυτῶν μέρεσι μέρη σώματος εἰς τὸ <milestone unit="page" resp="Stephanus" n="289"/> <milestone unit="section" resp="Stephanus" n="289a"/>  θεραπεῦσαί τινα δύναμιν εἴληχε, λεκτέον ἕβδομον ὀνομάσαντας αὐτὸ σύμπαν ἡμῶν εἶναι τροφόν, εἰ μή τι κάλλιον ἔχομεν ἄλλο θέσθαι· γεωργικῇ δὲ καὶ θηρευτικῇ καὶ γυμναστικῇ καὶ ἰατρικῇ καὶ μαγειρικῇ πᾶν ὑποτιθέντες ὀρθότερον ἀποδώσομεν ἢ τῇ πολιτικῇ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σχεδὸν τοίνυν ὅσα ἔχεται κτήσεως, πλὴν τῶν ἡμέρων ζῴων, ἐν τούτοις ἑπτὰ οἶμαι γένεσιν εἰρῆσθαι. σκόπει δέ· ἦν γὰρ δικαιότατα μὲν ἂν τεθὲν κατʼ ἀρχὰς τὸ <milestone unit="section" resp="Stephanus" n="289b"/> πρωτογενὲς εἶδος, μετὰ δὲ τοῦτο ὄργανον, ἀγγεῖον, ὄχημα, πρόβλημα, παίγνιον, θρέμμα. <add>ἃ</add> παραλείπομεν δέ, εἴ τι μὴ μέγα λέληθεν, εἴς τι τούτων δυνατὸν ἁρμόττειν, οἷον ἡ τοῦ νομίσματος ἰδέα καὶ σφραγίδων καὶ παντὸς χαρακτῆρος. γένος τε γὰρ ἐν αὑτοῖς ταῦτα οὐδὲν ἔχει μέγα σύννομον, ἀλλὰ τὰ μὲν εἰς κόσμον, τὰ δὲ εἰς ὄργανα βίᾳ μέν, ὅμως δὲ πάντως ἑλκόμενα συμφωνήσει. τὰ δὲ περὶ ζῴων κτῆσιν τῶν ἡμέρων, πλὴν δούλων, ἡ <milestone unit="section" resp="Stephanus" n="289c"/> πρότερον ἀγελαιοτροφικὴ διαμερισθεῖσα πάντʼ εἰληφυῖα ἀναφανεῖται.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ δὴ δούλων καὶ πάντων ὑπηρετῶν λοιπόν, ἐν οἷς που καὶ μαντεύομαι τοὺς περὶ αὐτὸ τὸ πλέγμα ἀμφισβητοῦντας τῷ βασιλεῖ καταφανεῖς γενήσεσθαι, καθάπερ τοῖς ὑφάνταις τότε τοὺς περὶ τὸ νήθειν τε καὶ ξαίνειν καὶ ὅσα ἄλλα εἴπομεν. οἱ δὲ ἄλλοι πάντες, ὡς συναίτιοι λεχθέντες, ἅμα τοῖς ἔργοις τοῖς νυνδὴ ῥηθεῖσιν ἀνήλωνται καὶ ἀπεχωρίσθησαν <milestone unit="section" resp="Stephanus" n="289d"/> ἀπὸ βασιλικῆς τε καὶ πολιτικῆς πράξεως.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἐοίκασι γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἴθι δὴ σκεψώμεθα τοὺς λοιποὺς προσελθόντες ἐγγύθεν, ἵνα αὐτοὺς εἰδῶμεν βεβαιότερον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς μὲν δὴ μεγίστους ὑπηρέτας, ὡς ἐνθένδε ἰδεῖν, τοὐναντίον ἔχοντας εὑρίσκομεν οἷς ὑπωπτεύσαμεν ἐπιτήδευμα καὶ πάθος.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνας;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς ὠνητούς τε καὶ τῷ τρόπῳ τούτῳ κτητούς· οὓς <milestone unit="section" resp="Stephanus" n="289e"/> ἀναμφισβητήτως δούλους ἔχομεν εἰπεῖν; ἥκιστα βασιλικῆς μεταποιουμένους τέχνης.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="290"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τῶν ἐλευθέρων ὅσοι τοῖς νυνδὴ ῥηθεῖσιν εἰς ὑπηρετικὴν ἑκόντες αὑτοὺς τάττουσι, τά τε γεωργίας καὶ τὰ τῶν ἄλλων τεχνῶν ἔργα διακομίζοντες ἐπʼ ἀλλήλους καὶ ἀνισοῦντες, οἱ μὲν κατʼ ἀγοράς, οἱ δὲ πόλιν ἐκ πόλεως ἀλλάττοντες κατὰ θάλατταν καὶ πεζῇ, νόμισμά τε πρὸς τὰ ἄλλα καὶ αὐτὸ πρὸς αὑτὸ διαμείβοντες, οὓς ἀργυραμοιβούς τε <milestone unit="page" resp="Stephanus" n="290"/> <milestone unit="section" resp="Stephanus" n="290a"/> καὶ ἐμπόρους καὶ ναυκλήρους καὶ καπήλους ἐπωνομάκαμεν, μῶν τῆς πολιτικῆς ἀμφισβητήσουσί τι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τάχʼ ἂν ἴσως τῆς γε τῶν ἐμπορευτικῶν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὐ μὴν οὕς γε ὁρῶμεν μισθωτοὺς καὶ θῆτας πᾶσιν ἑτοιμότατα ὑπηρετοῦντας, μή ποτε βασιλικῆς μεταποιουμένους εὕρωμεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς γάρ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ ἄρα τοὺς τὰ τοιάδε διακονοῦντας ἡμῖν ἑκάστοτε;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὰ ποῖα εἶπες καὶ τίνας;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="290b"/><label>ΞΕ.</label> ὧν τὸ κηρυκικὸν ἔθνος, ὅσοι τε περὶ γράμματα σοφοὶ γίγνονται πολλάκις ὑπηρετήσαντες, καὶ πόλλʼ ἄττα ἕτερα περὶ τὰς ἀρχὰς διαπονεῖσθαί τινες ἕτεροι πάνδεινοι, τί τούτους αὖ λέξομεν;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ὅπερ εἶπες νῦν, ὑπηρέτας, ἀλλʼ οὐκ αὐτοὺς ἐν ταῖς πόλεσιν ἄρχοντας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ οὐ μὴν οἶμαί γε ἐνύπνιον ἰδὼν εἶπον ταύτῃ πῃ φανήσεσθαι τοὺς διαφερόντως ἀμφισβητοῦντας τῆς πολιτικῆς. καίτοι σφόδρα γε ἄτοπον ἂν εἶναι δόξειε τὸ ζητεῖν <milestone unit="section" resp="Stephanus" n="290c"/> τούτους ἐν ὑπηρετικῇ μοίρᾳ τινί.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι δὴ προσμείξωμεν ἐγγύτερον ἐπὶ τοὺς μήπω βεβασανισμένους. εἰσὶ δὲ οἵ τε περὶ μαντικὴν ἔχοντές τινος ἐπιστήμης διακόνου μόριον· ἑρμηνευταὶ γάρ που νομίζονται παρὰ θεῶν ἀνθρώποις.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καὶ τὸ τῶν ἱερέων αὖ γένος, ὡς τὸ νόμιμόν φησι, παρὰ μὲν ἡμῶν δωρεὰς θεοῖς διὰ θυσιῶν ἐπιστῆμόν <milestone unit="section" resp="Stephanus" n="290d"/> ἐστι κατὰ νοῦν ἐκείνοις δωρεῖσθαι, παρὰ δὲ ἐκείνων ἡμῖν εὐχαῖς κτῆσιν ἀγαθῶν αἰτήσασθαι· ταῦτα δὲ διακόνου τέχνης ἐστί που μόρια ἀμφότερα.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> φαίνεται γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἤδη τοίνυν μοι δοκοῦμεν οἷόν γέ τινος ἴχνους ἐφʼ ὃ πορευόμεθα προσάπτεσθαι. τὸ γὰρ δὴ τῶν ἱερέων σχῆμα καὶ τὸ τῶν μάντεων εὖ μάλα φρονήματος πληροῦται καὶ δόξαν σεμνὴν λαμβάνει διὰ τὸ μέγεθος τῶν ἐγχειρημάτων, ὥστε περὶ μὲν Αἴγυπτον οὐδʼ ἔξεστι βασιλέα χωρὶς ἱερατικῆς <milestone unit="section" resp="Stephanus" n="290e"/> ἄρχειν, ἀλλʼ ἐὰν ἄρα καὶ τύχῃ πρότερον ἐξ ἄλλου γένους βιασάμενος, ὕστερον ἀναγκαῖον εἰς τοῦτο εἰστελεῖσθαι αὐτὸν τὸ γένος· ἔτι δὲ καὶ τῶν Ἑλλήνων πολλαχοῦ ταῖς μεγίσταις ἀρχαῖς τὰ μέγιστα τῶν περὶ τὰ τοιαῦτα θύματα εὕροι τις ἂν προσταττόμενα θύειν. καὶ δὴ καὶ παρʼ ὑμῖν οὐχ ἥκιστα δῆλον ὃ λέγω· τῷ γὰρ λαχόντι βασιλεῖ φασιν τῇδε τὰ σεμνότατα καὶ μάλιστα πάτρια τῶν ἀρχαίων θυσιῶν ἀποδεδόσθαι.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="291"><p><said who="#Ξένος"><milestone unit="page" resp="Stephanus" n="291"/><milestone unit="section" resp="Stephanus" n="291a"/><label>ΞΕ.</label> τούτους τε τοίνυν τοὺς κληρωτοὺς βασιλέας ἅμα καὶ ἱερέας, καὶ ὑπηρέτας αὐτῶν καί τινα ἕτερον πάμπολυν ὄχλον σκεπτέον, ὃς ἄρτι κατάδηλος νῦν ἡμῖν γέγονεν ἀποχωρισθέντων τῶν ἔμπροσθεν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τίνας δʼ αὐτοὺς καὶ λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μάλα τινὰς ἀτόπους.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάμφυλόν τι γένος αὐτῶν, ὥς γε ἄρτι σκοπουμένῳ φαίνεται. πολλοὶ μὲν γὰρ λέουσι τῶν ἀνδρῶν εἴξασι καὶ Κενταύροις <milestone unit="section" resp="Stephanus" n="291b"/> καὶ τοιούτοισιν ἑτέροις, πάμπολλοι δὲ Σατύροις καὶ τοῖς ἀσθενέσι καὶ πολυτρόποις θηρίοις· ταχὺ δὲ μεταλλάττουσι τάς τε ἰδέας καὶ τὴν δύναμιν εἰς ἀλλήλους. καὶ μέντοι μοι νῦν, ὦ Σώκρατες, ἄρτι δοκῶ κατανενοηκέναι τοὺς ἄνδρας.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> λέγοις ἄν· ἔοικας γὰρ ἄτοπόν τι καθορᾶν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ναί· τὸ γὰρ ἄτοπον ἐξ ἀγνοίας πᾶσι συμβαίνει. καὶ γὰρ δὴ καὶ νῦν αὐτὸς τοῦτʼ ἔπαθον· ἐξαίφνης ἠμφεγνόησα <milestone unit="section" resp="Stephanus" n="291c"/> κατιδὼν τὸν περὶ τὰ τῶν πόλεων πράγματα χορόν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν πάντων τῶν σοφιστῶν μέγιστον γόητα καὶ ταύτης τῆς τέχνης ἐμπειρότατον· ὃν ἀπὸ τῶν ὄντως ὄντων πολιτικῶν καὶ βασιλικῶν καίπερ παγχάλεπον ὄντα ἀφαιρεῖν ἀφαιρετέον, εἰ μέλλομεν ἰδεῖν ἐναργῶς τὸ ζητούμενον.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ἀλλὰ μὴν τοῦτό γε οὐκ ἀνετέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὔκουν δὴ κατά γε τὴν ἐμήν. καί μοι φράζε τόδε.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="291d"/><label>ΞΕ.</label> ἆρʼ οὐ μοναρχία τῶν πολιτικῶν ἡμῖν ἀρχῶν ἐστι μία;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μετὰ μοναρχίαν εἴποι τις ἂν οἶμαι τὴν ὑπὸ τῶν ὀλίγων δυναστείαν.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον δὲ σχῆμα πολιτείας οὐχ ἡ τοῦ πλήθους ἀρχή, δημοκρατία τοὔνομα κληθεῖσα;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρεῖς δʼ οὖσαι μῶν οὐ πέντε τρόπον τινὰ γίγνονται, δύʼ ἐξ ἑαυτῶν ἄλλα πρὸς αὑταῖς ὀνόματα τίκτουσαι;</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> ποῖα δή;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="291e"/><label>ΞΕ.</label> πρὸς τὸ βίαιόν που καὶ ἑκούσιον ἀποσκοποῦντες νῦν καὶ πενίαν καὶ πλοῦτον καὶ νόμον καὶ ἀνομίαν ἐν αὐταῖς γιγνόμενα διπλῆν ἑκατέραν τοῖν δυοῖν διαιροῦντες μοναρχίαν μὲν προσαγορεύουσιν ὡς δύο παρεχομένην εἴδη δυοῖν ὀνόμασι, τυραννίδι, τὸ δὲ βασιλικῇ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δὲ ὑπʼ ὀλίγων γε ἑκάστοτε κρατηθεῖσαν πόλιν ἀριστοκρατίᾳ καὶ ὀλιγαρχίᾳ.</said></p><p><said who="#Νεώτερος Σωκράτης"><label>ΝΕ. ΣΩ.</label> καὶ πάνυ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>