<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:247</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:247</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="247"><p><said who="#Θεαίτητος"><milestone n="247" unit="page"/><milestone unit="section" resp="Stephanus" n="247a"/><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; ψυχὴν οὐ τὴν μὲν δικαίαν, τὴν δὲ ἄδικόν φασιν εἶναι, καὶ τὴν μὲν φρόνιμον, τὴν δὲ ἄφρονα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ οὐ δικαιοσύνης ἕξει καὶ παρουσίᾳ τοιαύτην αὐτῶν ἑκάστην γίγνεσθαι, καὶ τῶν ἐναντίων τὴν ἐναντίαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, καὶ ταῦτα σύμφασιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τό γε δυνατόν τῳ παραγίγνεσθαι καὶ ἀπογίγνεσθαι πάντως εἶναί τι φήσουσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φασὶ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="247b"/><label>ΞΕ.</label> οὔσης οὖν δικαιοσύνης καὶ φρονήσεως καὶ τῆς ἄλλης ἀρετῆς καὶ τῶν ἐναντίων, καὶ δὴ καὶ ψυχῆς ἐν ᾗ ταῦτα ἐγγίγνεται, πότερον ὁρατὸν καὶ ἁπτὸν εἶναί φασί τι αὐτῶν ἢ πάντα ἀόρατα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οὐδὲν τούτων γε ὁρατόν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ τῶν τοιούτων; μῶν σῶμά τι λέγουσιν ἴσχειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦτο οὐκέτι κατὰ ταὐτὰ ἀποκρίνονται πᾶν, ἀλλὰ τὴν μὲν ψυχὴν αὐτὴν δοκεῖν σφίσι σῶμά τι κεκτῆσθαι, φρόνησιν δὲ καὶ τῶν ἄλλων ἕκαστον ὧν ἠρώτηκας, αἰσχύνονται
<milestone unit="section" resp="Stephanus" n="247c"/> τὸ τολμᾶν ἢ μηδὲν τῶν ὄντων αὐτὰ ὁμολογεῖν ἢ πάντʼ εἶναι σώματα διισχυρίζεσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σαφῶς γὰρ ἡμῖν, ὦ Θεαίτητε, βελτίους γεγόνασιν ἇνδρες· ἐπεὶ τούτων οὐδʼ ἂν ἓν ἐπαισχυνθεῖεν οἵ γε αὐτῶν σπαρτοί τε καὶ αὐτόχθονες, ἀλλὰ διατείνοιντʼ ἂν πᾶν ὃ μὴ δυνατοὶ ταῖς χερσὶ συμπιέζειν εἰσίν, ὡς ἄρα τοῦτο οὐδὲν τὸ παράπαν ἐστίν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οἷα διανοοῦνται λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάλιν τοίνυν ἀνερωτῶμεν αὐτούς· εἰ γάρ τι καὶ
<milestone unit="section" resp="Stephanus" n="247d"/> σμικρὸν ἐθέλουσι τῶν ὄντων συγχωρεῖν ἀσώματον, ἐξαρκεῖ. τὸ γὰρ ἐπί τε τούτοις ἅμα καὶ ἐπʼ ἐκείνοις ὅσα ἔχει σῶμα συμφυὲς γεγονός, εἰς ὃ βλέποντες ἀμφότερα εἶναι λέγουσι, τοῦτο αὐτοῖς ῥητέον. τάχʼ οὖν ἴσως ἂν ἀποροῖεν· εἰ δή τι τοιοῦτον πεπόνθασι, σκόπει, προτεινομένων ἡμῶν, ἆρʼ ἐθέλοιεν ἂν δέχεσθαι καὶ ὁμολογεῖν τοιόνδʼ εἶναι τὸ ὄν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δή; λέγε, καὶ τάχα εἰσόμεθα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λέγω δὴ τὸ καὶ ὁποιανοῦν <del>τινα</del> κεκτημένον δύναμιν
<milestone unit="section" resp="Stephanus" n="247e"/> εἴτʼ εἰς τὸ ποιεῖν ἕτερον ὁτιοῦν πεφυκὸς εἴτʼ εἰς τὸ παθεῖν καὶ σμικρότατον ὑπὸ τοῦ φαυλοτάτου, κἂν εἰ μόνον εἰς ἅπαξ, πᾶν τοῦτο ὄντως εἶναι· τίθεμαι γὰρ ὅρον <del>ὁρίζειν</del> τὰ ὄντα ὡς ἔστιν οὐκ ἄλλο τι πλὴν δύναμις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ ἐπείπερ αὐτοί γε οὐκ ἔχουσιν ἐν τῷ παρόντι τούτου βέλτιον λέγειν, δέχονται τοῦτο.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>