<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:246</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:246</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="246"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵνʼ ἐκ πάντων ἴδωμεν
<milestone n="246" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="246a"/> ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅτι ποτʼ ἔστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν
<milestone unit="section" resp="Stephanus" n="246b"/> τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τίς <add>τι</add> φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων συχνοῖς προσέτυχον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπʼ αὐτῶν ἀλήθειαν
<milestone unit="section" resp="Stephanus" n="246c"/> κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντʼ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ συνέστηκεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παρʼ ἀμφοῖν τοίνυν τοῖν γενοῖν κατὰ μέρος λάβωμεν λόγον ὑπὲρ ἧς τίθενται τῆς οὐσίας.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς οὖν δὴ ληψόμεθα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παρὰ μὲν τῶν ἐν εἴδεσιν αὐτὴν τιθεμένων ῥᾷον, ἡμερώτεροι γάρ· παρὰ δὲ τῶν εἰς σῶμα πάντα ἑλκόντων
<milestone unit="section" resp="Stephanus" n="246d"/> βίᾳ χαλεπώτερον, ἴσως δὲ καὶ σχεδὸν ἀδύνατον. ἀλλʼ ὧδέ μοι δεῖν δοκεῖ περὶ αὐτῶν δρᾶν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μάλιστα μέν, εἴ πῃ δυνατὸν ἦν, ἔργῳ βελτίους αὐτοὺς ποιεῖν· εἰ δὲ τοῦτο μὴ ἐγχωρεῖ, λόγῳ ποιῶμεν, ὑποτιθέμενοι νομιμώτερον αὐτοὺς ἢ νῦν ἐθέλοντας ἂν ἀποκρίνασθαι. τὸ γὰρ ὁμολογηθὲν παρὰ βελτιόνων που κυριώτερον ἢ τὸ παρὰ χειρόνων· ἡμεῖς δὲ οὐ τούτων φροντίζομεν, ἀλλὰ τἀληθὲς ζητοῦμεν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="246e"/><label>ΘΕΑΙ.</label> ὀρθότατα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κέλευε δὴ τοὺς βελτίους γεγονότας ἀποκρίνασθαί σοι, καὶ τὸ λεχθὲν παρʼ αὐτῶν ἀφερμήνευε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταῦτʼ ἔσται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> λεγόντων δὴ θνητὸν ζῷον εἴ φασιν εἶναί τι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο δὲ οὐ σῶμα ἔμψυχον ὁμολογοῦσιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τιθέντες τι τῶν ὄντων ψυχήν;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>