<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:241</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:241</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="241"><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ λόγος οἶμαι ψευδὴς οὕτω κατὰ ταὐτὰ νομισθήσεται
<milestone n="241" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="241a"/> τά τε ὄντα λέγων μὴ εἶναι καὶ τὰ μὴ ὄντα εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ ἂν ἄλλως τοιοῦτος γένοιτο;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σχεδὸν οὐδαμῶς· ἀλλὰ ταῦτα ὁ σοφιστὴς οὐ φήσει. ἢ τίς μηχανὴ συγχωρεῖν τινα τῶν εὖ φρονούντων, ὅταν <del>ἄφθεγκτα καὶ ἄρρητα καὶ ἄλογα καὶ ἀδιανόητα</del> προσδιωμολογημένα ᾖ τὰ πρὸ τούτων ὁμολογηθέντα; μανθάνομεν, ὦ Θεαίτητε, ἃ λέγει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐ μανθάνομεν ὅτι τἀναντία φήσει λέγειν ἡμᾶς τοῖς νυνδή, ψευδῆ τολμήσαντας εἰπεῖν ὡς ἔστιν
<milestone unit="section" resp="Stephanus" n="241b"/> ἐν δόξαις τε καὶ κατὰ λόγους; τῷ γὰρ μὴ ὄντι τὸ ὂν προσάπτειν ἡμᾶς πολλάκις ἀναγκάζεσθαι, διομολογησαμένους νυνδὴ τοῦτο εἶναι πάντων ἀδυνατώτατον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὀρθῶς ἀπεμνημόνευσας. ἀλλʼ ὅρα δὴ <del>βουλεύεσθαι</del> τί χρὴ δρᾶν τοῦ σοφιστοῦ πέρι· τὰς γὰρ ἀντιλήψεις καὶ ἀπορίας, ἐὰν αὐτὸν διερευνῶμεν ἐν τῇ τῶν ψευδουργῶν καὶ γοήτων τέχνῃ τιθέντες, ὁρᾷς ὡς εὔποροι καὶ πολλαί.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μικρὸν μέρος τοίνυν αὐτῶν διεληλύθαμεν, οὐσῶν
<milestone unit="section" resp="Stephanus" n="241c"/> ὡς ἔπος εἰπεῖν ἀπεράντων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀδύνατόν γʼ ἄν, ὡς ἔοικεν, εἴη τὸν σοφιστὴν ἑλεῖν, εἰ ταῦτα οὕτως ἔχει.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί οὖν; οὕτως ἀποστησόμεθα νῦν μαλθακισθέντες;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν ἔγωγέ φημι δεῖν, εἰ καὶ κατὰ σμικρὸν οἷοί τʼ ἐπιλαβέσθαι πῃ τἀνδρός ἐσμεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἕξεις οὖν συγγνώμην καὶ καθάπερ νῦν εἶπες ἀγαπήσεις ἐάν πῃ καὶ κατὰ βραχὺ παρασπασώμεθα οὕτως ἰσχυροῦ λόγου;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὐχ ἕξω;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="241d"/><label>ΞΕ.</label> τόδε τοίνυν ἔτι μᾶλλον παραιτοῦμαί σε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μή με οἷον πατραλοίαν ὑπολάβῃς γίγνεσθαί τινα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν τοῦ πατρὸς Παρμενίδου λόγον ἀναγκαῖον ἡμῖν ἀμυνομένοις ἔσται βασανίζειν, καὶ βιάζεσθαι τό τε μὴ ὂν ὡς ἔστι κατά τι καὶ τὸ ὂν αὖ πάλιν ὡς οὐκ ἔστι πῃ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται τὸ τοιοῦτον διαμαχετέον ἐν τοῖς λόγοις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πῶς γὰρ οὐ φαίνεται καὶ τὸ λεγόμενον δὴ τοῦτο τυφλῷ;
<milestone unit="section" resp="Stephanus" n="241e"/> τούτων γὰρ μήτʼ ἐλεγχθέντων μήτε ὁμολογηθέντων σχολῇ ποτέ τις οἷός τε ἔσται περὶ λόγων ψευδῶν λέγων ἢ δόξης, εἴτε εἰδώλων εἴτε εἰκόνων εἴτε μιμημάτων εἴτε φαντασμάτων αὐτῶν, ἢ καὶ περὶ τεχνῶν τῶν ὅσαι περὶ ταῦτά εἰσι, μὴ καταγέλαστος εἶναι τά <add>γʼ</add> ἐναντία ἀναγκαζόμενος αὑτῷ λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>