<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:217-229</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:217-229</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="217"><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τὰ ποῖα δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφιστήν, πολιτικόν, φιλόσοφον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν διαπορηθεὶς ἐρέσθαι διενοήθης;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε· πότερον ἓν πάντα ταῦτα ἐνόμιζον ἢ δύο, ἢ καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι καθʼ ἓν ὄνομα <del>γένος</del> ἑκάστῳ προσῆπτον;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀλλʼ οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν αὐτά· ἢ πῶς, ὦ ξένε, λέγωμεν;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="217b"/><label>ΞΕ.</label> οὕτως, ὦ Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ χαλεπὸν εἰπεῖν ὅτι γε τρίʼ ἡγοῦντο· καθʼ ἕκαστον μὴν διορίσασθαι σαφῶς τί ποτʼ ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥᾴδιον ἔργον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> καὶ μὲν δὴ κατὰ τύχην γε, ὦ Σώκρατες, λόγων ἐπελάβου παραπλησίων ὧν καὶ πρὶν ἡμᾶς δεῦρʼ ἐλθεῖν διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς· ἐπεὶ διακηκοέναι γέ φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="217c"/><label>ΣΩ.</label> μὴ τοίνυν, ὦ ξένε, ἡμῶν τήν γε πρώτην αἰτησάντων χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δʼ ἡμῖν φράζε. πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαί τῳ βουληθῇς, ἢ διʼ ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="217d"/><label>ΞΕ.</label> τῷ μέν, ὦ Σώκρατες, ἀλύπως τε καὶ εὐηνίως προσδιαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον· εἰ δὲ μή, τὸ καθʼ αὑτόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς ἐκλέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρᾴως· συμβούλῳ μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτητον τόνδε, ἢ καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ Σώκρατες, αἰδώς τίς μʼ ἔχει τὸ νῦν πρῶτον συγγενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι
<milestone unit="section" resp="Stephanus" n="217e"/> τὴν συνουσίαν, ἀλλʼ ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατʼ ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιούμενον· τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν. τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλως τε καὶ σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ
<milestone n="218" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="218a"/> ἄγριον. ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι δέχομαι παντάπασιν ἐξ ὧν αὐτός τε πρότερον διείλεγμαι καὶ σὺ τὰ νῦν μοι διακελεύῃ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="218"><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δρᾶ τοίνυν, ὦ ξένε, οὕτω καὶ καθάπερ εἶπε Σωκράτης πᾶσιν κεχαρισμένος ἔσῃ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κινδυνεύει πρὸς μὲν ταῦτα οὐδὲν ἔτι λεκτέον εἶναι, Θεαίτητε· πρὸς δὲ σὲ ἤδη τὸ μετὰ τοῦτο, ὡς ἔοικε, γίγνοιτο ἂν ὁ λόγος. ἂν δʼ ἄρα τι τῷ μήκει πονῶν ἄχθῃ, μὴ ἐμὲ αἰτιᾶσθαι τούτων, ἀλλὰ τούσδε τοὺς σοὺς ἑταίρους.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="218b"/><label>ΘΕΑΙ.</label> ἀλλʼ οἶμαι μὲν δὴ νῦν οὕτως οὐκ ἀπερεῖν· ἂν δʼ ἄρα τι τοιοῦτον γίγνηται, καὶ τόνδε παραληψόμεθα Σωκράτη, τὸν Σωκράτους μὲν ὁμώνυμον, ἐμὸν δὲ ἡλικιώτην καὶ συγγυμναστήν, ᾧ συνδιαπονεῖν μετʼ ἐμοῦ τὰ πολλὰ οὐκ ἄηθες.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εὖ λέγεις, καὶ ταῦτα μὲν ἰδίᾳ βουλεύσῃ προϊόντος τοῦ λόγου· κοινῇ δὲ μετʼ ἐμοῦ σοι συσκεπτέον ἀρχομένῳ πρῶτον, ὡς ἐμοὶ φαίνεται, νῦν ἀπὸ τοῦ σοφιστοῦ, ζητοῦντι
<milestone unit="section" resp="Stephanus" n="218c"/> καὶ ἐμφανίζοντι λόγῳ τί ποτʼ ἔστι. νῦν γὰρ δὴ σύ τε κἀγὼ τούτου πέρι τοὔνομα μόνον ἔχομεν κοινῇ, τὸ δὲ ἔργον ἐφʼ ᾧ καλοῦμεν ἑκάτερος τάχʼ ἂν ἰδίᾳ παρʼ ἡμῖν αὐτοῖς ἔχοιμεν· δεῖ δὲ ἀεὶ παντὸς πέρι τὸ πρᾶγμα αὐτὸ μᾶλλον διὰ λόγων ἢ τοὔνομα μόνον συνωμολογῆσθαι χωρὶς λόγου. τὸ δὲ φῦλον ὃ νῦν ἐπινοοῦμεν ζητεῖν οὐ πάντων ῥᾷστον συλλαβεῖν τί ποτʼ ἔστιν, ὁ σοφιστής· ὅσα δʼ αὖ τῶν μεγάλων δεῖ διαπονεῖσθαι καλῶς, περὶ τῶν τοιούτων δέδοκται πᾶσιν καὶ πάλαι
<milestone unit="section" resp="Stephanus" n="218d"/> τὸ πρότερον ἐν σμικροῖς καὶ ῥᾴοσιν αὐτὰ δεῖν μελετᾶν, πρὶν ἐν αὐτοῖς τοῖς μεγίστοις. νῦν οὖν, ὦ Θεαίτητε, ἔγωγε καὶ νῷν οὕτω συμβουλεύω, χαλεπὸν καὶ δυσθήρευτον ἡγησαμένοις εἶναι τὸ τοῦ σοφιστοῦ γένος πρότερον ἐν ἄλλῳ ῥᾴονι τὴν μέθοδον αὐτοῦ προμελετᾶν, εἰ μὴ σύ ποθεν εὐπετεστέραν ἔχεις εἰπεῖν ἄλλην ὁδόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ οὐκ ἔχω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> βούλει δῆτα περί τινος τῶν φαύλων μετιόντες πειραθῶμεν παράδειγμα αὐτὸ θέσθαι τοῦ μείζονος;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="218e"/><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δῆτα προταξαίμεθʼ ἂν εὔγνωστον μὲν καὶ σμικρόν, λόγον δὲ μηδενὸς ἐλάττονα ἔχον τῶν μειζόνων; οἷον ἀσπαλιευτής· ἆρʼ οὐ πᾶσί τε γνώριμον καὶ σπουδῆς οὐ πάνυ τι πολλῆς τινος ἐπάξιον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="219"><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Ξένος"><milestone n="219" unit="page"/><milestone unit="section" resp="Stephanus" n="219a"/><label>ΞΕ.</label> μέθοδον μὴν αὐτὸν ἐλπίζω καὶ λόγον οὐκ ἀνεπιτήδειον ἡμῖν ἔχειν πρὸς ὃ βουλόμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς ἂν ἔχοι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φέρε δή, τῇδε ἀρχώμεθα αὐτοῦ. καί μοι λέγε· πότερον ὡς τεχνίτην αὐτὸν ἤ τινα ἄτεχνον, ἄλλην δὲ δύναμιν ἔχοντα θήσομεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἥκιστά γε ἄτεχνον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν τῶν γε τεχνῶν πασῶν σχεδὸν εἴδη δύο.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> γεωργία μὲν καὶ ὅση περὶ τὸ θνητὸν πᾶν σῶμα θεραπεία, τό τε αὖ περὶ τὸ σύνθετον καὶ πλαστόν, ὃ δὴ
<milestone unit="section" resp="Stephanus" n="219b"/> σκεῦος ὠνομάκαμεν, ἥ τε μιμητική, σύμπαντα ταῦτα δικαιότατʼ ἂν ἑνὶ προσαγορεύοιτʼ ἂν ὀνόματι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς καὶ τίνι;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶν ὅπερ ἂν μὴ πρότερόν τις ὂν ὕστερον εἰς οὐσίαν ἄγῃ, τὸν μὲν ἄγοντα ποιεῖν, τὸ δὲ ἀγόμενον ποιεῖσθαί πού φαμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ δέ γε νυνδὴ <add>ἃ</add> διήλθομεν ἅπαντα εἶχεν εἰς τοῦτο τὴν αὑτῶν δύναμιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἶχε γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ποιητικὴν τοίνυν αὐτὰ συγκεφαλαιωσάμενοι προσείπωμεν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="219c"/><label>ΘΕΑΙ.</label> ἔστω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὴ μαθηματικὸν αὖ μετὰ τοῦτο εἶδος ὅλον καὶ τὸ τῆς γνωρίσεως τό τε χρηματιστικὸν καὶ ἀγωνιστικὸν καὶ θηρευτικόν, ἐπειδὴ δημιουργεῖ μὲν οὐδὲν τούτων, τὰ δὲ ὄντα καὶ γεγονότα τὰ μὲν χειροῦται λόγοις καὶ πράξεσι, τὰ δὲ τοῖς χειρουμένοις οὐκ ἐπιτρέπει, μάλιστʼ ἄν που διὰ ταῦτα συνάπαντα τὰ μέρη τέχνη τις κτητικὴ λεχθεῖσα ἂν διαπρέψειεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί· πρέποι γὰρ ἄν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="219d"/><label>ΞΕ.</label> κτητικῆς δὴ καὶ ποιητικῆς συμπασῶν οὐσῶν τῶν τεχνῶν ἐν ποτέρᾳ τὴν ἀσπαλιευτικήν, ὦ Θεαίτητε, τιθῶμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐν κτητικῇ που δῆλον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κτητικῆς δὲ ἆρʼ οὐ δύο εἴδη; τὸ μὲν ἑκόντων πρὸς ἑκόντας μεταβλητικὸν ὂν διά τε δωρεῶν καὶ μισθώσεων καὶ ἀγοράσεων, τὸ δὲ λοιπόν, ἢ κατʼ ἔργα ἢ κατὰ λόγους χειρούμενον σύμπαν, χειρωτικὸν ἂν εἴη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεται γοῦν ἐκ τῶν εἰρημένων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τὴν χειρωτικὴν ἆρʼ οὐ διχῇ τμητέον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="219e"/><label>ΞΕ.</label> τὸ μὲν ἀναφανδὸν ὅλον ἀγωνιστικὸν θέντας, τὸ δὲ κρυφαῖον αὐτῆς πᾶν θηρευτικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δέ γε μὴν θηρευτικὴν ἄλογον τὸ μὴ οὐ τέμνειν διχῇ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε ὅπῃ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἀψύχου γένους διελομένους, τὸ δʼ ἐμψύχου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν; εἴπερ ἔστον γε ἄμφω.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="220"><p><said who="#Ξένος"><milestone n="220" unit="page"/><milestone unit="section" resp="Stephanus" n="220a"/><label>ΞΕ.</label> πῶς δὲ οὐκ ἔστον; καὶ δεῖ γε ἡμᾶς τὸ μὲν τῶν ἀψύχων, ἀνώνυμον ὂν πλὴν κατʼ ἔνια τῆς κολυμβητικῆς ἄττα μέρη καὶ τοιαῦτʼ ἄλλα βραχέα, χαίρειν ἐᾶσαι, τὸ δέ, τῶν ἐμψύχων ζῴων οὖσαν θήραν, προσειπεῖν ζῳοθηρικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ζῳοθηρικῆς δὲ ἆρʼ οὐ διπλοῦν εἶδος ἂν λέγοιτο ἐν δίκῃ, τὸ μὲν πεζοῦ γένους, πολλοῖς εἴδεσι καὶ ὀνόμασι διῃρημένον, πεζοθηρικόν, τὸ δʼ ἕτερον νευστικοῦ ζῴου πᾶν ἐνυγροθηρικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="220b"/><label>ΞΕ.</label> νευστικοῦ μὴν τὸ μὲν πτηνὸν φῦλον ὁρῶμεν, τὸ δὲ ἔνυδρον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δʼ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τοῦ πτηνοῦ μὴν γένους πᾶσα ἡμῖν ἡ θήρα λέγεταί πού τις ὀρνιθευτική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ δὲ ἐνύδρου σχεδὸν τὸ σύνολον ἁλιευτική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; ταύτην αὖ τὴν θήραν ἆρʼ οὐκ ἂν κατὰ μέγιστα μέρη δύο διέλοιμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατὰ ποῖα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καθʼ ἃ τὸ μὲν ἕρκεσιν αὐτόθεν ποιεῖται τὴν θήραν, τὸ δὲ πληγῇ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς λέγεις, καὶ πῇ διαιρούμενος ἑκάτερον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="220c"/><label>ΞΕ.</label> τὸ μέν, ὅτι πᾶν ὅσον ἂν ἕνεκα κωλύσεως εἴργῃ τι περιέχον, ἕρκος εἰκὸς ὀνομάζειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κύρτους δὴ καὶ δίκτυα καὶ βρόχους καὶ πόρκους καὶ τὰ τοιαῦτα μῶν ἄλλο τι πλὴν ἕρκη χρὴ προσαγορεύειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο μὲν ἄρα ἑρκοθηρικὸν τῆς ἄγρας τὸ μέρος φήσομεν ἤ τι τοιοῦτον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ ἀγκίστροις καὶ τριόδουσι πληγῇ γιγνόμενον
<milestone unit="section" resp="Stephanus" n="220d"/> ἕτερον μὲν ἐκείνου, πληκτικὴν δέ τινα θήραν ἡμᾶς προσειπεῖν ἑνὶ λόγῳ νῦν χρεών· ἢ τί τις ἄν, ὦ Θεαίτητε, εἴποι κάλλιον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀμελῶμεν τοῦ ὀνόματος· ἀρκεῖ γὰρ καὶ τοῦτο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν πληκτικῆς τὸ μὲν νυκτερινὸν οἶμαι πρὸς πυρὸς φῶς γιγνόμενον ὑπʼ αὐτῶν τῶν περὶ τὴν θήραν πυρευτικὴν ῥηθῆναι συμβέβηκεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε μεθημερινόν, ὡς ἐχόντων ἐν ἄκροις ἄγκιστρα καὶ τῶν τριοδόντων, πᾶν ἀγκιστρευτικόν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="220e"/><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ τοίνυν ἀγκιστρευτικοῦ τῆς πληκτικῆς τὸ μὲν ἄνωθεν εἰς τὸ κάτω γιγνόμενον διὰ τὸ τοῖς τριόδουσιν οὕτω μάλιστα χρῆσθαι τριοδοντία τις οἶμαι κέκληται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φασὶ γοῦν τινές.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε λοιπόν ἐστιν ἓν ἔτι μόνον ὡς εἰπεῖν εἶδος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="221"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τῆς ἐναντίας ταύτῃ πληγῆς, ἀγκίστρῳ τε γιγνόμενον καὶ τῶν ἰχθύων οὐχ ᾗ τις ἂν τύχῃ τοῦ σώματος, ὥσπερ
<milestone n="221" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="221a"/> τοῖς τριόδουσιν, ἀλλὰ περὶ τὴν κεφαλὴν καὶ τὸ στόμα τοῦ θηρευθέντος ἑκάστοτε, καὶ κάτωθεν εἰς τοὐναντίον ἄνω ῥάβδοις καὶ καλάμοις ἀνασπώμενον· οὗ τί φήσομεν, ὦ Θεαίτητε, δεῖν τοὔνομα λέγεσθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκῶ μέν, ὅπερ ἄρτι προυθέμεθα δεῖν ἐξευρεῖν, τοῦτʼ αὐτὸ νῦν ἀποτετελέσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νῦν ἄρα τῆς ἀσπαλιευτικῆς πέρι σύ τε κἀγὼ
<milestone unit="section" resp="Stephanus" n="221b"/> συνωμολογήκαμεν οὐ μόνον τοὔνομα, ἀλλὰ καὶ τὸν λόγον περὶ αὐτὸ τοὖργον εἰλήφαμεν ἱκανῶς. συμπάσης γὰρ τέχνης τὸ μὲν ἥμισυ μέρος κτητικὸν ἦν, κτητικοῦ δὲ χειρωτικόν, χειρωτικοῦ δὲ θηρευτικόν, τοῦ δὲ θηρευτικοῦ ζῳοθηρικόν, ζῳοθηρικοῦ δὲ ἐνυγροθηρικόν, ἐνυγροθηρικοῦ δὲ τὸ κάτωθεν τμῆμα ὅλον ἁλιευτικόν, ἁλιευτικῆς δὲ πληκτικόν, πληκτικῆς δὲ ἀγκιστρευτικόν· τούτου δὲ τὸ περὶ τὴν κάτωθεν
<milestone unit="section" resp="Stephanus" n="221c"/> ἄνω πληγὴν ἀνασπωμένην, ἀπʼ αὐτῆς τῆς πράξεως ἀφομοιωθὲν τοὔνομα, ἡ νῦν ἀσπαλιευτικὴ ζητηθεῖσα ἐπίκλην γέγονεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν τοῦτό γε ἱκανῶς δεδήλωται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> φέρε δή, κατὰ τοῦτο τὸ παράδειγμα καὶ τὸν σοφιστὴν ἐπιχειρῶμεν εὑρεῖν ὅτι ποτʼ ἔστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν ἐκεῖνό γʼ ἦν τὸ ζήτημα πρῶτον, πότερον ἰδιώτην ἤ τινα τέχνην ἔχοντα θετέον εἶναι τὸν ἀσπαλιευτήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="221d"/><label>ΞΕ.</label> καὶ νῦν δὴ τοῦτον ἰδιώτην θήσομεν, ὦ Θεαίτητε, ἢ παντάπασιν ὡς ἀληθῶς σοφιστήν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἰδιώτην· μανθάνω γὰρ ὃ λέγεις, ὡς παντὸς δεῖ τοιοῦτος εἶναι τό γε ὄνομα τοῦτο ἔχων.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλά τινα τέχνην αὐτὸν ἡμῖν ἔχοντα, ὡς ἔοικε, θετέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα ποτʼ οὖν δὴ ταύτην;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἆρʼ ὦ πρὸς θεῶν ἠγνοήκαμεν τἀνδρὸς τὸν ἄνδρα ὄντα συγγενῆ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα τοῦ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸν ἀσπαλιευτὴν τοῦ σοφιστοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> θηρευτά τινε καταφαίνεσθον ἄμφω μοι.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="221e"/><label>ΘΕΑΙ.</label> τίνος θήρας ἅτερος; τὸν μὲν γὰρ ἕτερον εἴπομεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δίχα που νυνδὴ διείλομεν τὴν ἄγραν πᾶσαν, νευστικοῦ μέρους, τὸ δὲ πεζοῦ τέμνοντες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ τὸ μὲν διήλθομεν, ὅσον περὶ τὰ νευστικὰ τῶν ἐνύδρων· τὸ δὲ πεζὸν εἰάσαμεν ἄσχιστον, εἰπόντες ὅτι πολυειδὲς εἴη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="222"><p><said who="#Θεαίτητος"><milestone n="222" unit="page"/><milestone unit="section" resp="Stephanus" n="222a"/><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> μέχρι μὲν τοίνυν ἐνταῦθα ὁ σοφιστὴς καὶ <del>ὁ</del> ἀσπαλιευτὴς ἅμα ἀπὸ τῆς κτητικῆς τέχνης πορεύεσθον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐοίκατον γοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἐκτρέπεσθον δέ γε ἀπὸ τῆς ζῳοθηρικῆς, ὁ μὲν ἐπὶ θάλαττάν που καὶ ποταμοὺς καὶ λίμνας, τὰ ἐν τούτοις ζῷα θηρευσόμενος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁ δέ γε ἐπὶ <del>τὴν</del> γῆν καὶ ποταμοὺς ἑτέρους αὖ τινας, πλούτου καὶ νεότητος οἷον λειμῶνας ἀφθόνους, τἀν τούτοις θρέμματα χειρωσόμενος.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="222b"/><label>ΘΕΑΙ.</label> πῶς λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς πεζῆς θήρας γίγνεσθον δύο μεγίστω τινὲ μέρει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον ἑκάτερον;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν τῶν ἡμέρων, τὸ δὲ τῶν ἀγρίων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἶτʼ ἔστι τις θήρα τῶν ἡμέρων;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> εἴπερ γέ ἐστιν ἄνθρωπος ἥμερον ζῷον. θὲς δὲ ὅπῃ χαίρεις, εἴτε μηδὲν τιθεὶς ἥμερον, εἴτε ἄλλο μὲν ἥμερόν τι, τὸν δὲ ἄνθρωπον ἄγριον, εἴτε ἥμερον μὲν λέγεις αὖ τὸν ἄνθρωπον, ἀνθρώπων δὲ μηδεμίαν ἡγῇ θήραν· τούτων ὁπότερʼ ἂν ἡγῇ φίλον εἰρῆσθαί σοι, τοῦτο ἡμῖν διόρισον.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="222c"/><label>ΘΕΑΙ.</label> ἀλλʼ ἡμᾶς τε ἥμερον, ὦ ξένε, ἡγοῦμαι ζῷον, θήραν τε ἀνθρώπων εἶναι λέγω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διττὴν τοίνυν καὶ τὴν ἡμεροθηρικὴν εἴπωμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατὰ τί λέγοντες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν μὲν λῃστικὴν καὶ ἀνδραποδιστικὴν καὶ τυραννικὴν καὶ σύμπασαν τὴν πολεμικήν, ἓν πάντα, βίαιον θήραν, ὁρισάμενοι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καλῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν δέ γε δικανικὴν καὶ δημηγορικὴν καὶ προσομιλητικήν, ἓν αὖ τὸ σύνολον, πιθανουργικήν τινα μίαν
<milestone unit="section" resp="Stephanus" n="222d"/> τέχνην προσειπόντες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς δὴ πιθανουργικῆς διττὰ λέγωμεν γένη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἕτερον ἰδίᾳ, τὸ δὲ δημοσίᾳ γιγνόμενον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> γίγνεσθον γὰρ οὖν εἶδος ἑκάτερον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν αὖ τῆς ἰδιοθηρευτικῆς τὸ μὲν μισθαρνητικόν ἐστιν, τὸ δὲ δωροφορικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ μανθάνω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῇ τῶν ἐρώντων θήρᾳ τὸν νοῦν, ὡς ἔοικας, οὔπω προσέσχες.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τοῦ πέρι;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="222e"/><label>ΞΕ.</label> ὅτι τοῖς θηρευθεῖσι δῶρα προσεπιδιδόασιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦτο μὲν τοίνυν ἐρωτικῆς τέχνης ἔστω εἶδος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="223"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ δέ γε μισθαρνητικοῦ τὸ μὲν προσομιλοῦν διὰ χάριτος καὶ παντάπασι διʼ ἡδονῆς τὸ δέλεαρ πεποιημένον καὶ τὸν μισθὸν πραττόμενον τροφὴν ἑαυτῷ μόνον κολακικήν, ὡς
<milestone n="223" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="223a"/> ἐγᾦμαι, πάντες φαῖμεν ἂν <add>ἢ</add> ἡδυντικήν τινα τέχνην εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δὲ ἐπαγγελλόμενον μὲν ὡς ἀρετῆς ἕνεκα τὰς ὁμιλίας ποιούμενον, μισθὸν δὲ νόμισμα πραττόμενον, ἆρα οὐ τοῦτο τὸ γένος ἑτέρῳ προσειπεῖν ἄξιον ὀνόματι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τίνι δὴ τούτῳ; πειρῶ λέγειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον δή· τὸν γὰρ σοφιστήν μοι δοκοῦμεν ἀνηυρηκέναι. τοῦτʼ οὖν ἔγωγε εἰπὼν τὸ προσῆκον ὄνομʼ ἂν ἡγοῦμαι καλεῖν αὐτόν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="223b"/><label>ΞΕ.</label> κατὰ δὴ τὸν νῦν, ὦ Θεαίτητε, λόγον, ὡς ἔοικεν, ἡ τέχνης οἰκειωτικῆς, <add>χειρωτικῆς</add>, <del>κτητικῆς,</del> θηρευτικῆς, ζῳοθηρίας, <del>πεζοθηρίας,</del> χερσαίας, <del>ἡμεροθηρικῆς,</del> ἀνθρωποθηρίας, <add>πιθανοθηρίας</add>, ἰδιοθηρίας, <del>μισθαρνικῆς,</del> νομισματοπωλικῆς, δοξοπαιδευτικῆς, νέων πλουσίων καὶ ἐνδόξων γιγνομένη θήρα προσρητέον, ὡς ὁ νῦν λόγος ἡμῖν συμβαίνει, σοφιστική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="223c"/><label>ΞΕ.</label> ἔτι δὲ καὶ τῇδε ἴδωμεν· οὐ γάρ τι φαύλης μέτοχόν ἐστι τέχνης τὸ νῦν ζητούμενον, ἀλλʼ εὖ μάλα ποικίλης. καὶ γὰρ οὖν ἐν τοῖς πρόσθεν εἰρημένοις φάντασμα παρέχεται μὴ τοῦτο ὃ νῦν αὐτὸ ἡμεῖς φαμεν ἀλλʼ ἕτερον εἶναί τι γένος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ τῆς κτητικῆς τέχνης διπλοῦν ἦν εἶδός που, τὸ μὲν θηρευτικὸν μέρος ἔχον, τὸ δὲ ἀλλακτικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν ἀλλακτικῆς δύο εἴδη λέγωμεν, τὸ μὲν δωρητικόν, τὸ δὲ ἕτερον ἀγοραστικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰρήσθω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν αὖ φήσομεν ἀγοραστικὴν διχῇ τέμνεσθαι.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="223d"/><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν μὲν τῶν αὐτουργῶν αὐτοπωλικὴν διαιρουμένην, τὴν δὲ τὰ ἀλλότρια ἔργα μεταβαλλομένην μεταβλητικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; τῆς μεταβλητικῆς οὐχ ἡ μὲν κατὰ πόλιν ἀλλαγή, σχεδὸν αὐτῆς ἥμισυ μέρος ὄν, καπηλικὴ προσαγορεύεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἐξ ἄλλης εἰς ἄλλην πόλιν διαλλάττον ὠνῇ καὶ πράσει ἐμπορική;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="223e"/><label>ΞΕ.</label> τῆς δʼ ἐμπορικῆς ἆρʼ οὐκ ᾐσθήμεθα ὅτι τὸ μὲν ὅσοις τὸ σῶμα τρέφεται καὶ χρῆται, τὸ δὲ ὅσοις ἡ ψυχή, πωλοῦν διὰ νομίσματος ἀλλάττεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς τοῦτο λέγεις;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ περὶ τὴν ψυχὴν ἴσως ἀγνοοῦμεν, ἐπεὶ τό γε ἕτερόν που συνίεμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="224"><p><said who="#Ξένος"><milestone n="224" unit="page"/><milestone unit="section" resp="Stephanus" n="224a"/><label>ΞΕ.</label> μουσικήν τε τοίνυν συνάπασαν λέγωμεν, ἐκ πόλεως ἑκάστοτε εἰς πόλιν ἔνθεν μὲν ὠνηθεῖσαν, ἑτέρωσε δὲ ἀγομένην <del>καὶ πιπρασκομένην</del>, καὶ γραφικὴν καὶ θαυματοποιικὴν καὶ πολλὰ ἕτερα τῆς ψυχῆς, τὰ μὲν παραμυθίας, τὰ δὲ καὶ σπουδῆς χάριν ἀχθέντα καὶ πωλούμενα, τὸν ἄγοντα καὶ πωλοῦντα μηδὲν ἧττον τῆς τῶν σιτίων καὶ ποτῶν πράσεως ἔμπορον ὀρθῶς ἂν λεγόμενον παρασχεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα λέγεις.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="224b"/><label>ΞΕ.</label> οὐκοῦν καὶ τὸν μαθήματα συνωνούμενον πόλιν τε ἐκ πόλεως νομίσματος ἀμείβοντα ταὐτὸν προσερεῖς ὄνομα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς δὴ ψυχεμπορικῆς ταύτης ἆρʼ οὐ τὸ μὲν ἐπιδεικτικὴ δικαιότατα λέγοιτʼ ἄν, τὸ δὲ γελοίῳ μὲν οὐχ ἧττον τοῦ πρόσθεν, ὅμως δὲ μαθημάτων οὖσαν πρᾶσιν αὐτὴν ἀδελφῷ τινι τῆς πράξεως ὀνόματι προσειπεῖν ἀνάγκη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ταύτης τοίνυν τῆς μαθηματοπωλικῆς τὸ μὲν περὶ
<milestone unit="section" resp="Stephanus" n="224c"/> τὰ τῶν ἄλλων τεχνῶν μαθήματα ἑτέρῳ, τὸ δὲ περὶ τὸ τῆς ἀρετῆς ἄλλῳ προσρητέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τεχνοπωλικὸν μὴν τό γε περὶ τἆλλα ἂν ἁρμόττοι· τὸ δὲ περὶ ταῦτα σὺ προθυμήθητι λέγειν ὄνομα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τί τις ἂν ἄλλο ὄνομα εἰπὼν οὐκ ἂν πλημμελοίη πλὴν τὸ νῦν ζητούμενον αὐτὸ εἶναι τὸ σοφιστικὸν γένος;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐδὲν ἄλλο. ἴθι δὴ νῦν συναγάγωμεν αὐτὸ λέγοντες ὡς τὸ τῆς κτητικῆς, μεταβλητικῆς, ἀγοραστικῆς,
<milestone unit="section" resp="Stephanus" n="224d"/> ἐμπορικῆς, ψυχεμπορικῆς περὶ λόγους καὶ μαθήματα ἀρετῆς πωλητικὸν δεύτερον ἀνεφάνη σοφιστική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τρίτον δέ γʼ οἶμαί σε, κἂν εἴ τις αὐτοῦ καθιδρυμένος ἐν πόλει, τὰ μὲν ὠνούμενος, τὰ δὲ καὶ τεκταινόμενος αὐτὸς μαθήματα περὶ τὰ αὐτὰ ταῦτα καὶ πωλῶν, ἐκ τούτου τὸ ζῆν προυτάξατο, καλεῖν οὐδὲν ἄλλο πλὴν ὅπερ νυνδή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί δʼ οὐ μέλλω;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="224e"/><label>ΞΕ.</label> καὶ τὸ κτητικῆς ἄρα μεταβλητικόν, ἀγοραστικόν, καπηλικὸν εἴτε αὐτοπωλικόν, ἀμφοτέρως, ὅτιπερ ἂν ᾖ περὶ τὰ τοιαῦτα μαθηματοπωλικὸν γένος, ἀεὶ σὺ προσερεῖς, ὡς φαίνῃ, σοφιστικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη· τῷ γὰρ λόγῳ δεῖ συνακολουθεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔτι δὴ σκοπῶμεν εἴ τινι τοιῷδε προσέοικεν ἄρα τὸ νῦν μεταδιωκόμενον γένος.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="225"><p><said who="#Θεαίτητος"><milestone n="225" unit="page"/><milestone unit="section" resp="Stephanus" n="225a"/><label>ΘΕΑΙ.</label> ποίῳ δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς κτητικῆς ἀγωνιστική τι μέρος ἡμῖν ἦν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκ ἀπὸ τρόπου τοίνυν ἐστὶ διαιρεῖν αὐτὴν δίχα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καθʼ ὁποῖα λέγε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὲν ἁμιλλητικὸν αὐτῆς τιθέντας, τὸ δὲ μαχητικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστιν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς τοίνυν μαχητικῆς τῷ μὲν σώματι πρὸς σώματα γιγνομένῳ σχεδὸν εἰκὸς καὶ πρέπον ὄνομα λέγειν τι τοιοῦτον τιθεμένους οἷον βιαστικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῷ δὲ λόγοις πρὸς λόγους τί τις, ὦ Θεαίτητε, ἄλλο
<milestone unit="section" resp="Stephanus" n="225b"/> εἴπῃ πλὴν ἀμφισβητητικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε περὶ τὰς ἀμφισβητήσεις θετέον διττόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καθʼ ὅσον μὲν γὰρ γίγνεται μήκεσί τε πρὸς ἐναντία μήκη λόγων καὶ περὶ <del>τὰ</del> δίκαια καὶ ἄδικα δημοσίᾳ, δικανικόν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δʼ ἐν ἰδίοις αὖ καὶ κατακεκερματισμένον ἐρωτήσεσι πρὸς ἀποκρίσεις μῶν εἰθίσμεθα καλεῖν ἄλλο πλὴν ἀντιλογικόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τοῦ δὲ ἀντιλογικοῦ τὸ μὲν ὅσον περὶ τὰ συμβόλαια
<milestone unit="section" resp="Stephanus" n="225c"/> ἀμφισβητεῖται μέν, εἰκῇ δὲ καὶ ἀτέχνως περὶ αὐτὸ πράττεται, ταῦτα θετέον μὲν εἶδος, ἐπείπερ αὐτὸ διέγνωκεν ὡς ἕτερον ὂν ὁ λόγος, ἀτὰρ ἐπωνυμίας οὔθʼ ὑπὸ τῶν ἔμπροσθεν ἔτυχεν οὔτε νῦν ὑφʼ ἡμῶν τυχεῖν ἄξιον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ· κατὰ σμικρὰ γὰρ λίαν καὶ παντοδαπὰ διῄρηται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἔντεχνον, καὶ περὶ δικαίων αὐτῶν καὶ ἀδίκων καὶ περὶ τῶν ἄλλων ὅλως ἀμφισβητοῦν, ἆρʼ οὐκ ἐριστικὸν αὖ λέγειν εἰθίσμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="225d"/><label>ΞΕ.</label> τοῦ μὴν ἐριστικοῦ τὸ μὲν χρηματοφθορικόν, τὸ δὲ χρηματιστικὸν ὂν τυγχάνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασί γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἐπωνυμίαν τοίνυν ἣν ἑκάτερον δεῖ καλεῖν αὐτῶν πειραθῶμεν εἰπεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρή.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοκῶ μὴν τό γε διʼ ἡδονὴν τῆς περὶ ταῦτα διατριβῆς ἀμελὲς τῶν οἰκείων γιγνόμενον, περὶ δὲ τὴν λέξιν τοῖς πολλοῖς τῶν ἀκουόντων οὐ μεθʼ ἡδονῆς ἀκουόμενον καλεῖσθαι κατὰ γνώμην τὴν ἐμὴν οὐχ ἕτερον ἀδολεσχικοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν οὕτω πως.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="225e"/><label>ΞΕ.</label> τούτου τοίνυν τοὐναντίον, ἀπὸ τῶν ἰδιωτικῶν ἐρίδων χρηματιζόμενον, ἐν τῷ μέρει σὺ πειρῶ νῦν εἰπεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ <add>τί</add> τις ἂν αὖ εἰπὼν ἕτερον οὐκ ἐξαμάρτοι πλήν γε τὸν θαυμαστὸν πάλιν ἐκεῖνον ἥκειν αὖ νῦν τέταρτον τὸν μεταδιωκόμενον ὑφʼ ἡμῶν σοφιστήν;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="226"><p><said who="#Ξένος"><milestone n="226" unit="page"/><milestone unit="section" resp="Stephanus" n="226a"/><label>ΞΕ.</label> οὐδὲν ἀλλʼ ἢ τὸ χρηματιστικὸν γένος, ὡς ἔοικεν, ἐριστικῆς ὂν τέχνης, τῆς ἀντιλογικῆς, τῆς ἀμφισβητητικῆς, τῆς μαχητικῆς, τῆς ἀγωνιστικῆς, τῆς κτητικῆς ἔστιν, ὡς ὁ λόγος αὖ μεμήνυκε νῦν, ὁ σοφιστής.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κομιδῇ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὁρᾷς οὖν ὡς ἀληθῆ λέγεται τὸ ποικίλον εἶναι τοῦτο τὸ θηρίον καὶ τὸ λεγόμενον οὐ τῇ ἑτέρᾳ ληπτόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν ἀμφοῖν χρή.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226b"/><label>ΞΕ.</label> χρὴ γὰρ οὖν, καὶ κατὰ δύναμίν γε οὕτω ποιητέον, τοιόνδε τι μεταθέοντας ἴχνος αὐτοῦ. καί μοι λέγε· τῶν οἰκετικῶν ὀνομάτων καλοῦμεν ἄττα που;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πολλά· ἀτὰρ ποῖα δὴ τῶν πολλῶν πυνθάνῃ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὰ τοιάδε, οἷον διηθεῖν τε λέγομεν καὶ διαττᾶν καὶ βράττειν καὶ <sic>διακρίνειν.</sic></said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ πρός γε τούτοις ἔτι ξαίνειν, κατάγειν, κερκίζειν, καὶ μυρία ἐν ταῖς τέχναις ἄλλα τοιαῦτα ἐνόντα ἐπιστάμεθα. ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="226c"/><label>ΘΕΑΙ.</label> τὸ ποῖον αὐτῶν πέρι βουληθεὶς δηλῶσαι παραδείγματα προθεὶς ταῦτα κατὰ πάντων ἤρου;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διαιρετικά που τὰ λεχθέντα εἴρηται σύμπαντα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> κατὰ τὸν ἐμὸν τοίνυν λόγον ὡς περὶ ταῦτα μίαν οὖσαν ἐν ἅπασι τέχνην ἑνὸς ὀνόματος ἀξιώσομεν αὐτήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνα προσειπόντες;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> διακριτικήν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστω.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> σκόπει δὴ ταύτης αὖ δύο ἄν πῃ δυνώμεθα κατιδεῖν εἴδη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ταχεῖαν ὡς ἐμοὶ σκέψιν ἐπιτάττεις.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226d"/><label>ΞΕ.</label> καὶ μὴν ἔν γε ταῖς εἰρημέναις διακρίσεσι τὸ μὲν χεῖρον ἀπὸ βελτίονος ἀποχωρίζειν ἦν, τὸ δʼ ὅμοιον ἀφʼ ὁμοίου.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σχεδὸν οὕτω νῦν λεχθὲν φαίνεται.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τῆς μὲν τοίνυν ὄνομα οὐκ ἔχω λεγόμενον· τῆς δὲ καταλειπούσης μὲν τὸ βέλτιον διακρίσεως, τὸ δὲ χεῖρον ἀποβαλλούσης ἔχω.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγε τί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πᾶσα ἡ τοιαύτη διάκρισις, ὡς ἐγὼ συννοῶ, λέγεται παρὰ πάντων καθαρμός τις.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> λέγεται γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="226e"/><label>ΞΕ.</label> οὐκοῦν τό γε καθαρτικὸν εἶδος αὖ διπλοῦν ὂν πᾶς ἂν ἴδοι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί, κατὰ σχολήν γε ἴσως· οὐ μὴν ἔγωγε καθορῶ νῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν τά γε περὶ τὰ σώματα πολλὰ εἴδη καθάρσεων ἑνὶ περιλαβεῖν ὀνόματι προσήκει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα καὶ τίνι;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="227"><p><said who="#Ξένος"><label>ΞΕ.</label> τά τε τῶν ζῴων, ὅσα ἐντὸς σωμάτων ὑπὸ γυμναστικῆς
<milestone n="227" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="227a"/> ἰατρικῆς τε ὀρθῶς διακρινόμενα καθαίρεται καὶ περὶ τἀκτός, εἰπεῖν μὲν φαῦλα, ὅσα βαλανευτικὴ παρέχεται· καὶ τῶν ἀψύχων σωμάτων, ὧν γναφευτικὴ καὶ σύμπασα κοσμητικὴ τὴν ἐπιμέλειαν παρεχομένη κατὰ σμικρὰ πολλὰ καὶ γελοῖα δοκοῦντα ὀνόματα ἔσχεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> παντάπασι μὲν οὖν, ὦ Θεαίτητε. ἀλλὰ γὰρ τῇ τῶν λόγων μεθόδῳ σπογγιστικῆς ἢ φαρμακοποσίας οὐδὲν ἧττον οὐδέ τι μᾶλλον τυγχάνει μέλον εἰ τὸ μὲν σμικρά, τὸ δὲ μεγάλα ἡμᾶς ὠφελεῖ καθαῖρον. τοῦ κτήσασθαι γὰρ
<milestone unit="section" resp="Stephanus" n="227b"/> ἕνεκα νοῦν πασῶν τεχνῶν τὸ συγγενὲς καὶ τὸ μὴ συγγενὲς κατανοεῖν πειρωμένη τιμᾷ πρὸς τοῦτο ἐξ ἴσου πάσας, καὶ θάτερα τῶν ἑτέρων κατὰ τὴν ὁμοιότητα οὐδὲν ἡγεῖται γελοιότερα, σεμνότερον δέ τι τὸν διὰ στρατηγικῆς ἢ φθειριστικῆς δηλοῦντα θηρευτικὴν οὐδὲν νενόμικεν, ἀλλʼ ὡς τὸ πολὺ χαυνότερον. καὶ δὴ καὶ νῦν, ὅπερ ἤρου, τί προσεροῦμεν ὄνομα συμπάσας δυνάμεις ὅσαι σῶμα εἴτε ἔμψυχον εἴτε ἄψυχον
<milestone unit="section" resp="Stephanus" n="227c"/> εἰλήχασι καθαίρειν, οὐδὲν αὐτῇ διοίσει ποῖόν τι λεχθὲν εὐπρεπέστατον εἶναι δόξει· μόνον ἐχέτω χωρὶς τῶν τῆς ψυχῆς καθάρσεων πάντα συνδῆσαν ὅσα ἄλλο τι καθαίρει. τὸν γὰρ περὶ τὴν διάνοιαν καθαρμὸν ἀπὸ τῶν ἄλλων ἐπικεχείρηκεν ἀφορίσασθαι τὰ νῦν, εἴ γε ὅπερ βούλεται μανθάνομεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ μεμάθηκα, καὶ συγχωρῶ δύο μὲν εἴδη καθάρσεως, ἓν δὲ τὸ περὶ τὴν ψυχὴν εἶδος εἶναι, τοῦ περὶ τὸ σῶμα χωρὶς ὄν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πάντων κάλλιστα. καί μοι τὸ μετὰ τοῦτο ἐπάκουε
<milestone unit="section" resp="Stephanus" n="227d"/> πειρώμενος αὖ τὸ λεχθὲν διχῇ τέμνειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καθʼ ὁποῖʼ ἂν ὑφηγῇ πειράσομαί σοι συντέμνειν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πονηρίαν ἕτερον ἀρετῆς ἐν ψυχῇ λέγομέν τι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ μὴν καθαρμός γʼ ἦν τὸ λείπειν μὲν θάτερον, ἐκβάλλειν δὲ ὅσον ἂν ᾖ πού τι φλαῦρον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἦν γὰρ οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ ψυχῆς ἄρα, καθʼ ὅσον ἂν εὑρίσκωμεν κακίας ἀφαίρεσίν τινα, καθαρμὸν αὐτὸν λέγοντες ἐν μέλει φθεγξόμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μάλα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δύο μὲν εἴδη κακίας περὶ ψυχὴν ῥητέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖα;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="228"><p><said who="#Ξένος"><milestone n="228" unit="page"/><milestone unit="section" resp="Stephanus" n="228a"/><label>ΞΕ.</label> τὸ μὲν οἷον νόσον ἐν σώματι, τὸ δʼ οἷον αἶσχος ἐγγιγνόμενον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔμαθον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> νόσον ἴσως καὶ στάσιν οὐ ταὐτὸν νενόμικας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδʼ αὖ πρὸς τοῦτο ἔχω τί χρή με ἀποκρίνασθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> πότερον ἄλλο τι στάσιν ἡγούμενος ἢ τὴν τοῦ φύσει συγγενοῦς ἔκ τινος διαφθορᾶς διαφοράν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλʼ αἶσχος ἄλλο τι πλὴν τὸ τῆς ἀμετρίας πανταχοῦ δυσειδὲς ἐνὸν γένος;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="228b"/><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἄλλο.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; ἐν ψυχῇ δόξας ἐπιθυμίαις καὶ θυμὸν ἡδοναῖς καὶ λόγον λύπαις καὶ πάντα ἀλλήλοις ταῦτα τῶν φλαύρως ἐχόντων οὐκ ᾐσθήμεθα διαφερόμενα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> συγγενῆ γε μὴν ἐξ ἀνάγκης σύμπαντα γέγονεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> στάσιν ἄρα καὶ νόσον τῆς ψυχῆς πονηρίαν λέγοντες ὀρθῶς ἐροῦμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθότατα μὲν οὖν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="228c"/><label>ΞΕ.</label> τί δʼ; ὅσʼ <add>ἂν</add> κινήσεως μετασχόντα καὶ σκοπόν τινα θέμενα πειρώμενα τούτου τυγχάνειν καθʼ ἑκάστην ὁρμὴν παράφορα αὐτοῦ γίγνηται καὶ ἀποτυγχάνῃ, πότερον αὐτὰ φήσομεν ὑπὸ συμμετρίας τῆς πρὸς ἄλληλα ἢ τοὐναντίον ὑπὸ ἀμετρίας αὐτὰ πάσχειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον ὡς ὑπὸ ἀμετρίας.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἀλλὰ μὴν ψυχήν γε ἴσμεν ἄκουσαν πᾶσαν πᾶν ἀγνοοῦσαν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σφόδρα γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τό γε μὴν ἀγνοεῖν ἐστιν ἐπʼ ἀλήθειαν ὁρμωμένης
<milestone unit="section" resp="Stephanus" n="228d"/> ψυχῆς, παραφόρου συνέσεως γιγνομένης, οὐδὲν ἄλλο πλὴν παραφροσύνη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ψυχὴν ἄρα ἀνόητον αἰσχρὰν καὶ ἄμετρον θετέον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ἔστι δὴ δύο ταῦτα, ὡς φαίνεται, κακῶν ἐν αὐτῇ γένη, τὸ μὲν πονηρία καλούμενον ὑπὸ τῶν πολλῶν, νόσος αὐτῆς σαφέστατα ὄν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ δέ γε ἄγνοιαν μὲν καλοῦσι, κακίαν δὲ αὐτὸ ἐν ψυχῇ μόνον γιγνόμενον οὐκ ἐθέλουσιν ὁμολογεῖν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="228e"/><label>ΘΕΑΙ.</label> κομιδῇ συγχωρητέον, ὃ νυνδὴ λέξαντος ἠμφεγνόησά σου, τὸ δύο εἶναι γένη κακίας ἐν ψυχῇ, καὶ δειλίαν μὲν καὶ ἀκολασίαν καὶ ἀδικίαν σύμπαντα ἡγητέον νόσον ἐν ἡμῖν, τὸ δὲ τῆς πολλῆς καὶ παντοδαπῆς ἀγνοίας πάθος αἶσχος θετέον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν ἔν γε σώματι περὶ δύο παθήματε τούτω δύο τέχνα τινὲ ἐγενέσθην;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τίνε τούτω;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="229"><p><said who="#Ξένος"><milestone n="229" unit="page"/><milestone unit="section" resp="Stephanus" n="229a"/><label>ΞΕ.</label> περὶ μὲν αἶσχος γυμναστική, περὶ δὲ νόσον ἰατρική.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαίνεσθον.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> οὐκοῦν καὶ περὶ μὲν ὕβριν καὶ ἀδικίαν καὶ δειλίαν ἡ κολαστικὴ πέφυκε τεχνῶν μάλιστα δὴ πασῶν προσήκουσα Δίκῃ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ γοῦν εἰκός, ὡς εἰπεῖν κατὰ τὴν ἀνθρωπίνην δόξαν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δέ; περὶ σύμπασαν ἄγνοιαν μῶν ἄλλην τινὰ ἢ διδασκαλικὴν ὀρθότερον εἴποι τις ἄν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδεμίαν.</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="229b"/><label>ΞΕ.</label> φέρε δή· διδασκαλικῆς δὲ ἆρα ἓν μόνον γένος φατέον <del>εἶναι</del> ἢ πλείω, δύο δέ τινε αὐτῆς εἶναι μεγίστω; σκόπει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> σκοπῶ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καί μοι δοκοῦμεν τῇδε ἄν πῃ τάχιστα εὑρεῖν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῇ;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὴν ἄγνοιαν ἰδόντες εἴ πῃ κατὰ μέσον αὑτῆς τομὴν ἔχει τινά. διπλῆ γὰρ αὕτη γιγνομένη δῆλον ὅτι καὶ τὴν διδασκαλικὴν δύο ἀναγκάζει μόρια ἔχειν, ἓν ἐφʼ ἑνὶ <del>γένει</del> τῶν αὑτῆς ἑκατέρῳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί οὖν; καταφανές πῄ σοι τὸ νῦν ζητούμενον;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="229c"/><label>ΞΕ.</label> ἀγνοίας γοῦν μέγα τί μοι δοκῶ καὶ χαλεπὸν ἀφωρισμένον ὁρᾶν εἶδος, πᾶσι τοῖς ἄλλοις αὐτῆς ἀντίσταθμον μέρεσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ποῖον δή;</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τὸ μὴ κατειδότα τι δοκεῖν εἰδέναι· διʼ οὗ κινδυνεύει πάντα ὅσα διανοίᾳ σφαλλόμεθα γίγνεσθαι πᾶσιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθῆ.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ δὴ καὶ τούτῳ γε οἶμαι μόνῳ τῆς ἀγνοίας ἀμαθίαν τοὔνομα προσρηθῆναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> τί δὲ δὴ τῷ τῆς διδασκαλικῆς ἄρα μέρει τῷ τοῦτο ἀπαλλάττοντι λεκτέον;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="229d"/><label>ΘΕΑΙ.</label> οἶμαι μὲν <del>οὖν</del>, ὦ ξένε, τὸ μὲν ἄλλο δημιουργικὰς διδασκαλίας, τοῦτο δὲ ἐνθάδε γε παιδείαν διʼ ἡμῶν κεκλῆσθαι.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> καὶ γὰρ σχεδόν, ὦ Θεαίτητε, ἐν πᾶσιν Ἕλλησιν. ἀλλὰ γὰρ ἡμῖν ἔτι καὶ τοῦτο σκεπτέον, ἆρʼ ἄτομον ἤδη ἐστὶ πᾶν ἤ τινα ἔχον διαίρεσιν ἀξίαν ἐπωνυμίας.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκοῦν χρὴ σκοπεῖν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> δοκεῖ τοίνυν μοι καὶ τοῦτο ἔτι πῃ σχίζεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> κατὰ τί;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="229e"/><label>ΞΕ.</label> τῆς ἐν τοῖς λόγοις διδασκαλικῆς ἡ μὲν τραχυτέρα τις ἔοικεν ὁδὸς εἶναι, τὸ δʼ ἕτερον αὐτῆς μόριον λειότερον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δὴ τούτων ἑκάτερον λέγομεν;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>