<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:217</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2:217</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg007.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="217"><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τὰ ποῖα δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφιστήν, πολιτικόν, φιλόσοφον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τί δὲ μάλιστα καὶ τὸ ποῖόν τι περὶ αὐτῶν διαπορηθεὶς ἐρέσθαι διενοήθης;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τόδε· πότερον ἓν πάντα ταῦτα ἐνόμιζον ἢ δύο, ἢ καθάπερ τὰ ὀνόματα τρία, τρία καὶ τὰ γένη διαιρούμενοι καθʼ ἓν ὄνομα <del>γένος</del> ἑκάστῳ προσῆπτον;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀλλʼ οὐδείς, ὡς ἐγᾦμαι, φθόνος αὐτῷ διελθεῖν αὐτά· ἢ πῶς, ὦ ξένε, λέγωμεν;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="217b"/><label>ΞΕ.</label> οὕτως, ὦ Θεόδωρε. φθόνος μὲν γὰρ οὐδεὶς οὐδὲ χαλεπὸν εἰπεῖν ὅτι γε τρίʼ ἡγοῦντο· καθʼ ἕκαστον μὴν διορίσασθαι σαφῶς τί ποτʼ ἔστιν, οὐ σμικρὸν οὐδὲ ῥᾴδιον ἔργον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> καὶ μὲν δὴ κατὰ τύχην γε, ὦ Σώκρατες, λόγων ἐπελάβου παραπλησίων ὧν καὶ πρὶν ἡμᾶς δεῦρʼ ἐλθεῖν διερωτῶντες αὐτὸν ἐτυγχάνομεν, ὁ δὲ ταὐτὰ ἅπερ πρὸς σὲ νῦν καὶ τότε ἐσκήπτετο πρὸς ἡμᾶς· ἐπεὶ διακηκοέναι γέ φησιν ἱκανῶς καὶ οὐκ ἀμνημονεῖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="217c"/><label>ΣΩ.</label> μὴ τοίνυν, ὦ ξένε, ἡμῶν τήν γε πρώτην αἰτησάντων χάριν ἀπαρνηθεὶς γένῃ, τοσόνδε δʼ ἡμῖν φράζε. πότερον εἴωθας ἥδιον αὐτὸς ἐπὶ σαυτοῦ μακρῷ λόγῳ διεξιέναι λέγων τοῦτο ὃ ἂν ἐνδείξασθαί τῳ βουληθῇς, ἢ διʼ ἐρωτήσεων, οἷόν ποτε καὶ Παρμενίδῃ χρωμένῳ καὶ διεξιόντι λόγους παγκάλους παρεγενόμην ἐγὼ νέος ὤν, ἐκείνου μάλα δὴ τότε ὄντος πρεσβύτου;</said></p><p><said who="#Ξένος"><milestone unit="section" resp="Stephanus" n="217d"/><label>ΞΕ.</label> τῷ μέν, ὦ Σώκρατες, ἀλύπως τε καὶ εὐηνίως προσδιαλεγομένῳ ῥᾷον οὕτω, τὸ πρὸς ἄλλον· εἰ δὲ μή, τὸ καθʼ αὑτόν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔξεστι τοίνυν τῶν παρόντων ὃν ἂν βουληθῇς ἐκλέξασθαι, πάντες γὰρ ὑπακούσονταί σοι πρᾴως· συμβούλῳ μὴν ἐμοὶ χρώμενος τῶν νέων τινὰ αἱρήσῃ, Θεαίτητον τόνδε, ἢ καὶ τῶν ἄλλων εἴ τίς σοι κατὰ νοῦν.</said></p><p><said who="#Ξένος"><label>ΞΕ.</label> ὦ Σώκρατες, αἰδώς τίς μʼ ἔχει τὸ νῦν πρῶτον συγγενόμενον ὑμῖν μὴ κατὰ σμικρὸν ἔπος πρὸς ἔπος ποιεῖσθαι
<milestone unit="section" resp="Stephanus" n="217e"/> τὴν συνουσίαν, ἀλλʼ ἐκτείναντα ἀπομηκύνειν λόγον συχνὸν κατʼ ἐμαυτόν, εἴτε καὶ πρὸς ἕτερον, οἷον ἐπίδειξιν ποιούμενον· τῷ γὰρ ὄντι τὸ νῦν ῥηθὲν οὐχ ὅσον ὧδε ἐρωτηθὲν ἐλπίσειεν ἂν αὐτὸ εἶναί τις, ἀλλὰ τυγχάνει λόγου παμμήκους ὄν. τὸ δὲ αὖ σοὶ μὴ χαρίζεσθαι καὶ τοῖσδε, ἄλλως τε καὶ σοῦ λέξαντος ὡς εἶπες, ἄξενόν τι καταφαίνεταί μοι καὶ
<milestone n="218" unit="page"/> <milestone unit="section" resp="Stephanus" n="218a"/> ἄγριον. ἐπεὶ Θεαίτητόν γε τὸν προσδιαλεγόμενον εἶναι δέχομαι παντάπασιν ἐξ ὧν αὐτός τε πρότερον διείλεγμαι καὶ σὺ τὰ νῦν μοι διακελεύῃ.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>