<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:203</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:203</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="203"><p><said who="#Σωκράτης"><milestone n="203" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="203a"/><label>ΣΩ.</label> βασανίζωμεν δὴ αὐτὰ ἀναλαμβάνοντες, μᾶλλον δὲ ἡμᾶς αὐτούς, οὕτως ἢ οὐχ οὕτως γράμματα ἐμάθομεν. φέρε πρῶτον· ἆρʼ αἱ μὲν συλλαβαὶ λόγον ἔχουσι, τὰ δὲ στοιχεῖα ἄλογα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν καὶ ἐμοὶ φαίνεται. Σωκράτους γοῦν εἴ τις ἔροιτο τὴν πρώτην συλλαβὴν οὑτωσί· <q>ὦ Θεαίτητε, λέγε τί ἐστι <term>ΣΩ</term></q>; τί ἀποκρινῇ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὅτι σῖγμα καὶ ὦ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτον ἔχεις λόγον τῆς συλλαβῆς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="203b"/><label>ΣΩ.</label> ἴθι δή, οὕτως εἰπὲ καὶ τὸν τοῦ σῖγμα λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς τοῦ στοιχείου τις ἐρεῖ στοιχεῖα; καὶ γὰρ δή, ὦ Σώκρατες, τό τε σῖγμα τῶν ἀφώνων ἐστί, ψόφος τις μόνον, οἷον συριττούσης τῆς γλώττης· τοῦ δʼ αὖ βῆτα οὔτε φωνὴ οὔτε ψόφος, οὐδὲ τῶν πλείστων στοιχείων. ὥστε πάνυ εὖ ἔχει τὸ λέγεσθαι αὐτὰ ἄλογα, ὧν γε τὰ ἐναργέστατα αὐτὰ τὰ ἑπτὰ φωνὴν μόνον ἔχει, λόγον δὲ οὐδʼ ὁντινοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τουτὶ μὲν ἄρα, ὦ ἑταῖρε, κατωρθώκαμεν περὶ ἐπιστήμης.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> φαινόμεθα.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="203c"/><label>ΣΩ.</label> τί δέ; τὸ μὴ γνωστὸν εἶναι τὸ στοιχεῖον ἀλλὰ τὴν συλλαβὴν ἆρʼ ὀρθῶς ἀποδεδείγμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, τὴν συλλαβὴν πότερον λέγομεν τὰ ἀμφότερα στοιχεῖα, καὶ ἐὰν πλείω ᾖ ἢ δύο, τὰ πάντα, ἢ μίαν τινὰ ἰδέαν γεγονυῖαν συντεθέντων αὐτῶν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὰ ἅπαντα ἔμοιγε δοκοῦμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅρα δὴ ἐπὶ δυοῖν, σῖγμα καὶ ὦ. ἀμφότερά ἐστιν ἡ πρώτη συλλαβὴ τοῦ ἐμοῦ ὀνόματος. ἄλλο τι ὁ γιγνώσκων αὐτὴν τὰ ἀμφότερα γιγνώσκει;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="203d"/><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ σῖγμα καὶ τὸ ὦ ἄρα γιγνώσκει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δʼ; ἑκάτερον ἄρʼ ἀγνοεῖ καὶ οὐδέτερον εἰδὼς ἀμφότερα γιγνώσκει;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ δεινὸν καὶ ἄλογον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ μέντοι εἴ γε ἀνάγκη ἑκάτερον γιγνώσκειν, εἴπερ ἀμφότερά τις γνώσεται, προγιγνώσκειν τὰ στοιχεῖα ἅπασα ἀνάγκη τῷ μέλλοντί ποτε γνώσεσθαι συλλαβήν, καὶ οὕτως ἡμῖν ὁ καλὸς λόγος ἀποδεδρακὼς οἰχήσεται.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="203e"/><label>ΘΕΑΙ.</label> καὶ μάλα γε ἐξαίφνης.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ γὰρ καλῶς αὐτὸν φυλάττομεν. χρῆν γὰρ ἴσως τὴν συλλαβὴν τίθεσθαι μὴ τὰ στοιχεῖα ἀλλʼ ἐξ ἐκείνων ἕν τι γεγονὸς εἶδος, ἰδέαν μίαν αὐτὸ αὑτοῦ ἔχον, ἕτερον δὲ τῶν στοιχείων.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν· καὶ τάχα γʼ ἂν μᾶλλον οὕτως ἢ ʼκείνως ἔχοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκεπτέον καὶ οὐ προδοτέον οὕτως ἀνάνδρως μέγαν τε καὶ σεμνὸν λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>