<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:199-201</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:199-201</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="199"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἃ οὐκ ἐπίσταται φῶμεν αὐτὸν ἀναγνώσεσθαι

<milestone n="199" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="199a"/>
            καὶ ἀριθμήσειν, δεδωκότες αὐτῷ πάντα μὲν γράμματα πάντα δὲ ἀριθμὸν ἐπίστασθαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ καὶ τοῦτʼ ἄλογον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> βούλει οὖν λέγωμεν ὅτι τῶν μὲν ὀνομάτων οὐδὲν ἡμῖν μέλει, ὅπῃ τις χαίρει ἕλκων τὸ ἐπίστασθαι καὶ μανθάνειν, ἐπειδὴ δὲ ὡρισάμεθα ἕτερον μέν τι τὸ κεκτῆσθαι τὴν ἐπιστήμην, ἕτερον δὲ τὸ ἔχειν, ὃ μέν τις ἔκτηται μὴ κεκτῆσθαι ἀδύνατόν φαμεν εἶναι, ὥστε οὐδέποτε συμβαίνει ὅ τις οἶδεν μὴ εἰδέναι, ψευδῆ μέντοι δόξαν οἷόν τʼ εἶναι περὶ αὐτοῦ λαβεῖν;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="199b"/><label>ΣΩ.</label> μὴ γὰρ ἔχειν τὴν ἐπιστήμην τούτου οἷόν τε, ἀλλʼ ἑτέραν ἀντʼ ἐκείνης, ὅταν θηρεύων τινά πού ποτʼ ἐπιστήμην διαπετομένων ἀνθʼ ἑτέρας ἑτέραν ἁμαρτὼν λάβῃ, τότε ἄρα τὰ ἕνδεκα δώδεκα ᾠήθη εἶναι, τὴν τῶν ἕνδεκα ἐπιστήμην ἀντὶ τῆς τῶν δώδεκα λαβὼν τὴν ἐν ἑαυτῷ οἷον φάτταν ἀντὶ περιστερᾶς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔχει γὰρ οὖν λόγον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν δέ γε ἣν ἐπιχειρεῖ λαβεῖν λάβῃ, ἀψευδεῖν τε καὶ τὰ ὄντα δοξάζειν τότε, καὶ οὕτω δὴ εἶναι ἀληθῆ τε καὶ
         
         <milestone unit="section" resp="Stephanus" n="199c"/>            
ψευδῆ δόξαν, καὶ ὧν ἐν τοῖς πρόσθεν ἐδυσχεραίνομεν οὐδὲν ἐμποδὼν γίγνεσθαι; ἴσως οὖν μοι συμφήσεις· ἢ πῶς ποιήσεις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ τοῦ μὲν ἃ ἐπίστανται μὴ ἐπίστασθαι ἀπηλλάγμεθα· ἃ γὰρ κεκτήμεθα μὴ κεκτῆσθαι οὐδαμοῦ ἔτι συμβαίνει, οὔτε ψευσθεῖσί τινος οὔτε μή. δεινότερον μέντοι πάθος ἄλλο παραφαίνεσθαί μοι δοκεῖ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ ἡ τῶν ἐπιστημῶν μεταλλαγὴ ψευδὴς γενήσεταί ποτε δόξα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="199d"/><label>ΣΩ.</label> πρῶτον μὲν τό τινος ἔχοντα ἐπιστήμην τοῦτο αὐτὸ ἀγνοεῖν, μὴ ἀγνωμοσύνῃ ἀλλὰ τῇ ἑαυτοῦ ἐπιστήμῃ· ἔπειτα ἕτερον αὖ τοῦτο δοξάζειν, τὸ δʼ ἕτερον τοῦτο, πῶς οὐ πολλὴ ἀλογία, ἐπιστήμης παραγενομένης γνῶναι μὲν τὴν ψυχὴν μηδέν, ἀγνοῆσαι δὲ πάντα; ἐκ γὰρ τούτου τοῦ λόγου κωλύει οὐδὲν καὶ ἄγνοιαν παραγενομένην γνῶναί τι ποιῆσαι καὶ τυφλότητα ἰδεῖν, εἴπερ καὶ ἐπιστήμη ἀγνοῆσαί ποτέ τινα ποιήσει.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="199e"/><label>ΘΕΑΙ.</label> ἴσως γάρ, ὦ Σώκρατες, οὐ καλῶς τὰς ὄρνιθας ἐτίθεμεν ἐπιστήμας μόνον τιθέντες, ἔδει δὲ καὶ ἀνεπιστημοσύνας τιθέναι ὁμοῦ συνδιαπετομένας ἐν τῇ ψυχῇ, καὶ τὸν θηρεύοντα τοτὲ μὲν ἐπιστήμην λαμβάνοντα, τοτὲ δʼ ἀνεπιστημοσύνην τοῦ αὐτοῦ πέρι ψευδῆ μὲν δοξάζειν τῇ ἀνεπιστημοσύνῃ, ἀληθῆ δὲ τῇ ἐπιστήμῃ.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="200"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ ῥᾴδιόν γε, ὦ Θεαίτητε, μὴ ἐπαινεῖν σε· ὃ μέντοι εἶπες πάλιν ἐπίσκεψαι. ἔστω μὲν γὰρ ὡς λέγεις· ὁ δὲ δὴ τὴν

<milestone n="200" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="200a"/>
            ἀνεπιστημοσύνην λαβὼν ψευδῆ μέν, φῄς, δοξάσει. ἦ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ δήπου καὶ ἡγήσεταί γε ψευδῆ δοξάζειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γάρ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἀληθῆ γε, καὶ ὡς εἰδὼς διακείσεται περὶ ὧν ἔψευσται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπιστήμην ἄρα οἰήσεται τεθηρευκὼς ἔχειν ἀλλʼ οὐκ ἀνεπιστημοσύνην.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δῆλον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν μακρὰν περιελθόντες πάλιν ἐπὶ τὴν πρώτην πάρεσμεν ἀπορίαν. ὁ γὰρ ἐλεγκτικὸς ἐκεῖνος γελάσας φήσει·
         
         <milestone unit="section" resp="Stephanus" n="200b"/>            
<q>πότερον,</q> ὦ βέλτιστοι, <q>ἀμφοτέρας τις εἰδώς, ἐπιστήμην τε καὶ ἀνεπιστημοσύνην, ἣν οἶδεν, ἑτέραν αὐτὴν οἴεταί τινα εἶναι ὧν οἶδεν; ἢ οὐδετέραν <del>αὐτὴν</del> εἰδώς, ἣν μὴ οἶδε, δοξάζει ἑτέραν ὧν οὐκ οἶδεν; ἢ τὴν μὲν εἰδώς, τὴν δʼ οὔ, ἣν οἶδεν, ἣν μὴ οἶδεν; ἢ ἣν μὴ οἶδεν, ἣν οἶδεν ἡγεῖται; ἢ πάλιν αὖ μοι ἐρεῖτε ὅτι τῶν ἐπιστημῶν καὶ ἀνεπιστημοσυνῶν εἰσὶν αὖ ἐπιστῆμαι, ἃς ὁ κεκτημένος ἐν ἑτέροις τισὶ γελοίοις
         
         <milestone unit="section" resp="Stephanus" n="200c"/>            
περιστερεῶσιν ἢ κηρίνοις πλάσμασι καθείρξας, ἕωσπερ ἂν κεκτῆται ἐπίσταται, καὶ ἐὰν μὴ προχείρους ἔχῃ ἐν τῇ ψυχῇ; καὶ οὕτω δὴ ἀναγκασθήσεσθε εἰς ταὐτὸν περιτρέχειν μυριάκις οὐδὲν πλέον ποιοῦντες;</q> τί πρὸς ταῦτα, ὦ Θεαίτητε, ἀποκρινούμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ μὰ Δίʼ, ὦ Σώκρατες, ἔγωγε οὐκ ἔχω τί χρὴ λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἡμῖν, ὦ παῖ, καλῶς ὁ λόγος ἐπιπλήττει καὶ ἐνδείκνυται ὅτι οὐκ ὀρθῶς ψευδῆ δόξαν προτέραν ζητοῦμεν
         
         <milestone unit="section" resp="Stephanus" n="200d"/>            
ἐπιστήμης, ἐκείνην ἀφέντες; τὸ δʼ ἐστὶν ἀδύνατον γνῶναι πρὶν ἄν τις ἐπιστήμην ἱκανῶς λάβῃ τί ποτʼ ἐστίν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀνάγκη, ὦ Σώκρατες, ἐν τῷ παρόντι ὡς λέγεις οἴεσθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν τις ἐρεῖ πάλιν ἐξ ἀρχῆς ἐπιστήμην; οὐ γάρ που ἀπεροῦμέν γέ πω;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἥκιστα, ἐάνπερ μὴ σύ γε ἀπαγορεύῃς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή, τί ἂν αὐτὸ μάλιστα εἰπόντες ἥκιστʼ ἂν ἡμῖν αὐτοῖς ἐναντιωθεῖμεν;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="200e"/><label>ΘΕΑΙ.</label> ὅπερ ἐπεχειροῦμεν, ὦ Σώκρατες, ἐν τῷ πρόσθεν· οὐ γὰρ ἔχω ἔγωγε ἄλλο οὐδέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ποῖον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὴν ἀληθῆ δόξαν ἐπιστήμην εἶναι. ἀναμάρτητόν γέ πού ἐστιν τὸ δοξάζειν ἀληθῆ, καὶ τὰ ὑπʼ αὐτοῦ γιγνόμενα πάντα καλὰ καὶ ἀγαθὰ γίγνεται.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="201"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὁ τὸν ποταμὸν καθηγούμενος, ὦ Θεαίτητε, ἔφη ἄρα δείξειν αὐτό· καὶ τοῦτο ἐὰν ἰόντες ἐρευνῶμεν, τάχʼ ἂν

<milestone n="201" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="201a"/>
            ἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον, μένουσι δὲ δῆλον οὐδέν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὀρθῶς λέγεις· ἀλλʼ ἴωμέν γε καὶ σκοπῶμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τοῦτό γε βραχείας σκέψεως· τέχνη γάρ σοι ὅλη σημαίνει μὴ εἶναι ἐπιστήμην αὐτό.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς δή; καὶ τίς αὕτη;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ τῶν μεγίστων εἰς σοφίαν, οὓς δὴ καλοῦσιν ῥήτοράς τε καὶ δικανικούς. οὗτοι γάρ που τῇ ἑαυτῶν τέχνῃ πείθουσιν οὐ διδάσκοντες ἀλλὰ δοξάζειν ποιοῦντες ἃ ἂν βούλωνται. ἢ σὺ οἴει δεινούς τινας οὕτω διδασκάλους εἶναι,
         
         <milestone unit="section" resp="Stephanus" n="201b"/>            
ὥστε οἷς μὴ παρεγένοντό τινες ἀποστερουμένοις χρήματα ἤ τι ἄλλο βιαζομένοις, τούτοις δύνασθαι πρὸς ὕδωρ σμικρὸν διδάξαι ἱκανῶς τῶν γενομένων τὴν ἀλήθειαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ἔγωγε οἶμαι, ἀλλὰ πεῖσαι μέν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ πεῖσαι δʼ οὐχὶ δοξάσαι λέγεις ποιῆσαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅταν δικαίως πεισθῶσιν δικασταὶ περὶ ὧν ἰδόντι μόνον ἔστιν εἰδέναι, ἄλλως δὲ μή, ταῦτα τότε ἐξ
         
         <milestone unit="section" resp="Stephanus" n="201c"/>            
ἀκοῆς κρίνοντες, ἀληθῆ δόξαν λαβόντες, ἄνευ ἐπιστήμης ἔκριναν, ὀρθὰ πεισθέντες, εἴπερ εὖ ἐδίκασαν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄν, ὦ φίλε, εἴ γε ταὐτὸν ἦν δόξα τε ἀληθὴς <sic>καὶ δικαστήρια</sic> καὶ ἐπιστήμη, ὀρθά ποτʼ ἂν δικαστὴς ἄκρος ἐδόξαζεν ἄνευ ἐπιστήμης· νῦν δὲ ἔοικεν ἄλλο τι ἑκάτερον εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὅ γε ἐγώ, ὦ Σώκρατες, εἰπόντος του ἀκούσας ἐπελελήσμην, νῦν δʼ ἐννοῶ· ἔφη δὲ τὴν μὲν μετὰ λόγου
         
         <milestone unit="section" resp="Stephanus" n="201d"/>            
ἀληθῆ δόξαν ἐπιστήμην εἶναι, τὴν δὲ ἄλογον ἐκτὸς ἐπιστήμης· καὶ ὧν μὲν μή ἐστι λόγος, οὐκ ἐπιστητὰ εἶναι, οὑτωσὶ καὶ ὀνομάζων, ἃ δʼ ἔχει, ἐπιστητά.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καλῶς λέγεις. τὰ δὲ δὴ ἐπιστητὰ ταῦτα καὶ μὴ πῇ διῄρει, λέγε, εἰ ἄρα κατὰ ταὐτὰ σύ τε κἀγὼ ἀκηκόαμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ οὐκ οἶδα εἰ ἐξευρήσω· λέγοντος μεντἂν ἑτέρου, ὡς ἐγᾦμαι, ἀκολουθήσαιμʼ ἄν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄκουε δὴ ὄναρ ἀντὶ ὀνείρατος. ἐγὼ γὰρ αὖ ἐδόκουν
         
         <milestone unit="section" resp="Stephanus" n="201e"/>            
ἀκούειν τινῶν ὅτι τὰ μὲν πρῶτα οἱονπερεὶ στοιχεῖα, ἐξ ὧν ἡμεῖς τε συγκείμεθα καὶ τἆλλα, λόγον οὐκ ἔχοι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>