<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:196</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:196</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="196"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; οἴει τινὰ πώποτε αὐτὸν ἐν αὑτῷ πέντε καὶ

<milestone n="196" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="196a"/>
            ἑπτά, λέγω δὲ μὴ ἀνθρώπους ἑπτὰ καὶ πέντε προθέμενον σκοπεῖν μηδʼ ἄλλο τοιοῦτον, ἀλλʼ αὐτὰ πέντε καὶ ἑπτά, ἅ φαμεν ἐκεῖ μνημεῖα ἐν τῷ ἐκμαγείῳ εἶναι καὶ ψευδῆ ἐν αὐτοῖς οὐκ εἶναι δοξάσαι, ταῦτα αὐτὰ εἴ τις ἀνθρώπων ἤδη πώποτε ἐσκέψατο λέγων πρὸς αὑτὸν καὶ ἐρωτῶν πόσα ποτʼ ἐστίν, καὶ ὁ μέν τις εἶπεν οἰηθεὶς ἕνδεκα αὐτὰ εἶναι, ὁ δὲ δώδεκα, ἢ πάντες λέγουσί τε καὶ οἴονται δώδεκα αὐτὰ εἶναι;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="196b"/><label>ΘΕΑΙ.</label> οὐ μὰ τὸν Δία, ἀλλὰ πολλοὶ δὴ καὶ ἕνδεκα· ἐὰν δέ γε ἐν πλείονι ἀριθμῷ τις σκοπῆται, μᾶλλον σφάλλεται. οἶμαι γάρ σε περὶ παντὸς <del>μᾶλλον</del> ἀριθμοῦ λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀρθῶς γὰρ οἴει· καὶ ἐνθυμοῦ μή τι τότε γίγνεται ἄλλο ἢ αὐτὰ τὰ δώδεκα τὰ ἐν τῷ ἐκμαγείῳ ἕνδεκα οἰηθῆναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικέ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν εἰς τοὺς πρώτους πάλιν ἀνήκει λόγους; ὁ γὰρ τοῦτο παθών, ὃ οἶδεν, ἕτερον αὐτὸ οἴεται εἶναι ὧν αὖ οἶδεν, ὃ ἔφαμεν ἀδύνατον, καὶ τούτῳ αὐτῷ ἠναγκάζομεν μὴ εἶναι
         
         <milestone unit="section" resp="Stephanus" n="196c"/>            
ψευδῆ δόξαν, ἵνα μὴ τὰ αὐτὰ ὁ αὐτὸς ἀναγκάζοιτο εἰδὼς μὴ εἰδέναι ἅμα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀληθέστατα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἄλλʼ ὁτιοῦν δεῖ ἀποφαίνειν τὸ τὰ ψευδῆ δοξάζειν ἢ διανοίας πρὸς αἴσθησιν παραλλαγήν. εἰ γὰρ τοῦτʼ ἦν, οὐκ ἄν ποτε ἐν αὐτοῖς τοῖς διανοήμασιν ἐψευδόμεθα. νῦν δὲ ἤτοι οὐκ ἔστι ψευδὴς δόξα, ἢ ἅ τις οἶδεν, οἷόν τε μὴ εἰδέναι. καὶ τούτων πότερα αἱρῇ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἄπορον αἵρεσιν προτίθης, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="196d"/><label>ΣΩ.</label> ἀλλὰ μέντοι ἀμφότερά γε κινδυνεύει ὁ λόγος οὐκ ἐάσειν. ὅμως δέ—πάντα γὰρ τολμητέον—τί εἰ ἐπιχειρήσαιμεν ἀναισχυντεῖν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐθελήσαντες εἰπεῖν ποῖόν τί ποτʼ ἐστὶ τὸ ἐπίστασθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ τί τοῦτο ἀναίσχυντον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικας οὐκ ἐννοεῖν ὅτι πᾶς ἡμῖν ἐξ ἀρχῆς ὁ λόγος ζήτησις γέγονεν ἐπιστήμης ὡς οὐκ εἰδόσι τί ποτʼ ἐστίν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐννοῶ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔπειτʼ οὐκ ἀναιδὲς δοκεῖ μὴ εἰδότας ἐπιστήμην ἀποφαίνεσθαι τὸ ἐπίστασθαι οἷόν ἐστιν; ἀλλὰ γάρ, ὦ
         
         <milestone unit="section" resp="Stephanus" n="196e"/>            
Θεαίτητε, πάλαι ἐσμὲν ἀνάπλεῳ τοῦ μὴ καθαρῶς διαλέγεσθαι. μυριάκις γὰρ εἰρήκαμεν τὸ <q>γιγνώσκομεν</q> καὶ <q>οὐ γιγνώσκομεν,</q> καὶ <q>ἐπιστάμεθα</q> καὶ <q>οὐκ ἐπιστάμεθα,</q> ὥς τι συνιέντες ἀλλήλων ἐν ᾧ ἔτι ἐπιστήμην ἀγνοοῦμεν· εἰ δὲ βούλει, καὶ νῦν ἐν τῷ παρόντι κεχρήμεθʼ αὖ τῷ <q>ἀγνοεῖν</q> τε καὶ <q>συνιέναι,</q> ὡς προσῆκον αὐτοῖς χρῆσθαι εἴπερ στερόμεθα ἐπιστήμης.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ τίνα τρόπον διαλέξῃ, ὦ Σώκρατες, τούτων ἀπεχόμενος;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>