<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:183</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:183</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="183"><p><said who="#Θεόδωρος"><milestone n="183" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="183a"/><label>ΘΕΟ.</label> ἐοίκατε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἡ ἀπόκρισις ὀρθὴ φανῇ. τὸ δʼ, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτω τʼ ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πλήν γε, ὦ Θεόδωρε, ὅτι <q>οὕτω</q> τε εἶπον καὶ <q>οὐχ οὕτω.</q> δεῖ δὲ οὐδὲ τοῦτο <add>τὸ</add> <q>οὕτω</q> λέγειν—οὐδὲ
         
         <milestone unit="section" resp="Stephanus" n="183b"/>            
γὰρ ἂν ἔτι κινοῖτο <add>τὸ</add> <q>οὕτω</q> —οὐδʼ αὖ <q>μὴ οὕτω</q> — οὐδὲ γὰρ τοῦτο κίνησις—ἀλλά τινʼ ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ <q>οὐδʼ οὕτως</q> μάλιστα <del>δʼ οὕτως</del> ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντʼ ἄνδρα πάντων
         
         <milestone unit="section" resp="Stephanus" n="183c"/>            
χρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις ᾖ· ἐπιστήμην τε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, <del>ἢ</del> εἰ μή <del>τί</del> πως ἄλλως Θεαίτητος ὅδε λέγει.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἄριστʼ εἴρηκας, ὦ Σώκρατες· τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μὴ πρίν γʼ ἄν, ὦ Θεόδωρε, Σωκράτης τε καὶ σὺ
         
         <milestone unit="section" resp="Stephanus" n="183d"/>            
τοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> νέος ὤν, ὦ Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας; ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐάνπερ γε βούληται. ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label><q>Ἱππέας εἰς πεδίον</q> προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος· ἐρώτα οὖν καὶ ἀκούσῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλά μοι δοκῶ, ὦ Θεόδωρε, περί γε ὧν κελεύει
         
         <milestone unit="section" resp="Stephanus" n="183e"/>            
Θεαίτητος οὐ πείσεσθαι αὐτῷ.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τί δὴ οὖν οὐ πείσεσθαι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>