<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:181-183</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:181-183</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="181"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἂν μή

<milestone n="181" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="181a"/>
            πῃ ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπʼ ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία. δοκεῖ οὖν μοι τοὺς ἑτέρους πρότερον σκεπτέον, ἐφʼ οὕσπερ ὡρμήσαμεν, τοὺς ῥέοντας, καὶ ἐὰν μέν τι φαίνωνται λέγοντες, συνέλξομεν μετʼ αὐτῶν ἡμᾶς αὐτούς, τοὺς ἑτέρους ἐκφυγεῖν πειρώμενοι· ἐὰν δὲ οἱ τοῦ ὅλου στασιῶται ἀληθέστερα λέγειν δοκῶσι, φευξόμεθα παρʼ
         
         <milestone unit="section" resp="Stephanus" n="181b"/>            
αὐτοὺς ἀπʼ αὖ τῶν τὰ ἀκίνητα κινούντων. ἀμφότεροι δʼ ἂν φανῶσι μηδὲν μέτριον λέγοντες, γελοῖοι ἐσόμεθα ἡγούμενοι ἡμᾶς μὲν τὶ λέγειν φαύλους ὄντας, παμπαλαίους δὲ καὶ πασσόφους ἄνδρας ἀποδεδοκιμακότες. ὅρα οὖν, ὦ Θεόδωρε, εἰ λυσιτελεῖ εἰς τοσοῦτον προϊέναι κίνδυνον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὐδὲν μὲν οὖν ἀνεκτόν, ὦ Σώκρατες, μὴ οὐ διασκέψασθαι τί λέγουσιν ἑκάτεροι τῶν ἀνδρῶν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκεπτέον ἂν εἴη σοῦ γε οὕτω προθυμουμένου. δοκεῖ
         
         <milestone unit="section" resp="Stephanus" n="181c"/>            
οὖν μοι ἀρχὴ εἶναι τῆς σκέψεως κινήσεως πέρι, ποῖόν τί ποτε ἄρα λέγοντές φασι τὰ πάντα κινεῖσθαι. βούλομαι δὲ λέγειν τὸ τοιόνδε· πότερον ἕν τι εἶδος αὐτῆς λέγουσιν ἤ, ὥσπερ ἐμοὶ φαίνεται, δύο; μὴ μέντοι μόνον ἐμοὶ δοκείτω, ἀλλὰ συμμέτεχε καὶ σύ, ἵνα κοινῇ πάσχωμεν ἄν τι καὶ δέῃ. καί μοι λέγε· ἆρα κινεῖσθαι καλεῖς ὅταν τι χώραν ἐκ χώρας μεταβάλλῃ ἢ καὶ ἐν τῷ αὐτῷ στρέφηται;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν τοίνυν ἓν ἔστω εἶδος. ὅταν δὲ ᾖ μὲν ἐν
         
         <milestone unit="section" resp="Stephanus" n="181d"/>            
τῷ αὐτῷ, γηράσκῃ δέ, ἢ μέλαν ἐκ λευκοῦ ἢ σκληρὸν ἐκ μαλακοῦ γίγνηται, ἤ τινα ἄλλην ἀλλοίωσιν ἀλλοιῶται, ἆρα οὐκ ἄξιον ἕτερον εἶδος φάναι κινήσεως;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label><del>ἔμοιγε δοκεῖ</del> ἀναγκαῖον μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> δύο δὴ λέγω τούτω εἴδει κινήσεως, ἀλλοίωσιν, τὴν δὲ φοράν.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ὀρθῶς γε λέγων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο τοίνυν οὕτω διελόμενοι διαλεγώμεθα ἤδη τοῖς τὰ πάντα φάσκουσιν κινεῖσθαι καὶ ἐρωτῶμεν· πότερον πᾶν
         
         <milestone unit="section" resp="Stephanus" n="181e"/>
φατε ἀμφοτέρως κινεῖσθαι, φερόμενόν τε καὶ ἀλλοιούμενον, ἢ τὸ μέν τι ἀμφοτέρως, τὸ δʼ ἑτέρως;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀλλὰ μὰ Δίʼ ἔγωγε οὐκ ἔχω εἰπεῖν· οἶμαι δʼ ἂν φάναι ἀμφοτέρως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ δέ γε μή, ὦ ἑταῖρε, κινούμενά τε αὐτοῖς καὶ ἑστῶτα φανεῖται, καὶ οὐδὲν μᾶλλον ὀρθῶς ἕξει εἰπεῖν ὅτι κινεῖται τὰ πάντα ἢ ὅτι ἕστηκεν.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀληθέστατα λέγεις.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="182"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐπειδὴ κινεῖσθαι αὐτὰ δεῖ, τὸ δὲ μὴ κινεῖσθαι

<milestone n="182" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="182a"/>
            μὴ ἐνεῖναι μηδενί, πάντα δὴ πᾶσαν κίνησιν ἀεὶ κινεῖται.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀνάγκη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκόπει δή μοι τόδε αὐτῶν· τῆς θερμότητος ἢ λευκότητος ἢ ὁτουοῦν γένεσιν οὐχ οὕτω πως ἐλέγομεν φάναι αὐτούς, φέρεσθαι ἕκαστον τούτων ἅμα αἰσθήσει μεταξὺ τοῦ ποιοῦντός τε καὶ πάσχοντος, καὶ τὸ μὲν πάσχον αἰσθητικὸν ἀλλʼ οὐκ αἴσθησιν <del>ἔτι</del> γίγνεσθαι, τὸ δὲ ποιοῦν ποιόν τι ἀλλʼ οὐ ποιότητα; ἴσως οὖν ἡ <q>ποιότης</q> ἅμα ἀλλόκοτόν τε φαίνεται ὄνομα καὶ οὐ μανθάνεις ἁθρόον λεγόμενον· κατὰ
         
         <milestone unit="section" resp="Stephanus" n="182b"/>            
μέρη οὖν ἄκουε. τὸ γὰρ ποιοῦν οὔτε θερμότης οὔτε λευκότης, θερμὸν δὲ καὶ λευκὸν γίγνεται, καὶ τἆλλα οὕτω· μέμνησαι γάρ που ἐν τοῖς πρόσθεν ὅτι οὕτως ἐλέγομεν, ἓν μηδὲν αὐτὸ καθʼ αὑτὸ εἶναι, μηδʼ αὖ τὸ ποιοῦν ἢ πάσχον, ἀλλʼ ἐξ ἀμφοτέρων πρὸς ἄλληλα συγγιγνομένων τὰς αἰσθήσεις καὶ τὰ αἰσθητὰ ἀποτίκτοντα τὰ μὲν ποιʼ ἄττα γίγνεσθαι, τὰ δὲ αἰσθανόμενα.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> μέμνημαι· πῶς δʼ οὔ;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="182c"/><label>ΣΩ.</label> τὰ μὲν τοίνυν ἄλλα χαίρειν ἐάσωμεν, εἴτε ἄλλως εἴτε οὕτως λέγουσιν· οὗ δʼ ἕνεκα λέγομεν, τοῦτο μόνον φυλάττωμεν, ἐρωτῶντες· Κινεῖται καὶ ῥεῖ, ὥς φατε, τὰ πάντα; ἦ γάρ;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἀμφοτέρας ἃς διειλόμεθα κινήσεις, φερόμενά τε καὶ ἀλλοιούμενα;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> πῶς δʼ οὔ; εἴπερ γε δὴ τελέως κινήσεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ μὲν τοίνυν ἐφέρετο μόνον, ἠλλοιοῦτο δὲ μή, εἴχομεν ἄν που εἰπεῖν οἷα ἄττα ῥεῖ τὰ φερόμενα· ἢ πῶς λέγομεν;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὕτως.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="182d"/><label>ΣΩ.</label> ἐπειδὴ δὲ οὐδὲ τοῦτο μένει, τὸ λευκὸν ῥεῖν τὸ ῥέον, ἀλλὰ μεταβάλλει, ὥστε καὶ αὐτοῦ τούτου εἶναι ῥοήν, τῆς λευκότητος, καὶ μεταβολὴν εἰς ἄλλην χρόαν, ἵνα μὴ ἁλῷ ταύτῃ μένον, ἆρά ποτε οἷόν τέ τι προσειπεῖν χρῶμα, ὥστε καὶ ὀρθῶς προσαγορεύειν;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> καὶ τίς μηχανή, ὦ Σώκρατες; ἢ ἄλλο γέ τι τῶν τοιούτων, εἴπερ ἀεὶ λέγοντος ὑπεξέρχεται ἅτε δὴ ῥέον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δὲ περὶ αἰσθήσεως ἐροῦμεν ὁποιασοῦν, οἷον τῆς
         
         <milestone unit="section" resp="Stephanus" n="182e"/>            
τοῦ ὁρᾶν ἢ ἀκούειν; μένειν ποτὲ ἐν αὐτῷ τῷ ὁρᾶν ἢ ἀκούειν;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὔκουν δεῖ γε, εἴπερ πάντα κινεῖται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔτε ἄρα ὁρᾶν προσρητέον τι μᾶλλον ἢ μὴ ὁρᾶν, οὐδέ τινʼ ἄλλην αἴσθησιν μᾶλλον ἢ μή, πάντων γε πάντως κινουμένων.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν αἴσθησίς γε ἐπιστήμη, ὡς ἔφαμεν ἐγώ τε καὶ Θεαίτητος.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἦν ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ἄρα ἐπιστήμην μᾶλλον ἢ μὴ ἐπιστήμην ἀπεκρινάμεθα ἐρωτώμενοι ὅτι ἐστὶν ἐπιστήμη.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="183"><p><said who="#Θεόδωρος"><milestone n="183" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="183a"/><label>ΘΕΟ.</label> ἐοίκατε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλὸν ἂν ἡμῖν συμβαίνοι τὸ ἐπανόρθωμα τῆς ἀποκρίσεως, προθυμηθεῖσιν ἀποδεῖξαι ὅτι πάντα κινεῖται, ἵνα δὴ ἐκείνη ἡ ἀπόκρισις ὀρθὴ φανῇ. τὸ δʼ, ὡς ἔοικεν, ἐφάνη, εἰ πάντα κινεῖται, πᾶσα ἀπόκρισις, περὶ ὅτου ἄν τις ἀποκρίνηται, ὁμοίως ὀρθὴ εἶναι, οὕτω τʼ ἔχειν φάναι καὶ μὴ οὕτω, εἰ δὲ βούλει, γίγνεσθαι, ἵνα μὴ στήσωμεν αὐτοὺς τῷ λόγῳ.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ὀρθῶς λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πλήν γε, ὦ Θεόδωρε, ὅτι <q>οὕτω</q> τε εἶπον καὶ <q>οὐχ οὕτω.</q> δεῖ δὲ οὐδὲ τοῦτο <add>τὸ</add> <q>οὕτω</q> λέγειν—οὐδὲ
         
         <milestone unit="section" resp="Stephanus" n="183b"/>            
γὰρ ἂν ἔτι κινοῖτο <add>τὸ</add> <q>οὕτω</q> —οὐδʼ αὖ <q>μὴ οὕτω</q> — οὐδὲ γὰρ τοῦτο κίνησις—ἀλλά τινʼ ἄλλην φωνὴν θετέον τοῖς τὸν λόγον τοῦτον λέγουσιν, ὡς νῦν γε πρὸς τὴν αὑτῶν ὑπόθεσιν οὐκ ἔχουσι ῥήματα, εἰ μὴ ἄρα τὸ <q>οὐδʼ οὕτως</q> μάλιστα <del>δʼ οὕτως</del> ἂν αὐτοῖς ἁρμόττοι, ἄπειρον λεγόμενον.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οἰκειοτάτη γοῦν διάλεκτος αὕτη αὐτοῖς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ Θεόδωρε, τοῦ τε σοῦ ἑταίρου ἀπηλλάγμεθα, καὶ οὔπω συγχωροῦμεν αὐτῷ πάντʼ ἄνδρα πάντων
         
         <milestone unit="section" resp="Stephanus" n="183c"/>            
χρημάτων μέτρον εἶναι, ἂν μὴ φρόνιμός τις ᾖ· ἐπιστήμην τε αἴσθησιν οὐ συγχωρησόμεθα κατά γε τὴν τοῦ πάντα κινεῖσθαι μέθοδον, <del>ἢ</del> εἰ μή <del>τί</del> πως ἄλλως Θεαίτητος ὅδε λέγει.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἄριστʼ εἴρηκας, ὦ Σώκρατες· τούτων γὰρ περανθέντων καὶ ἐμὲ ἔδει ἀπηλλάχθαι σοι ἀποκρινόμενον κατὰ τὰς συνθήκας, ἐπειδὴ τὸ περὶ τοῦ Πρωταγόρου λόγου τέλος σχοίη.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μὴ πρίν γʼ ἄν, ὦ Θεόδωρε, Σωκράτης τε καὶ σὺ
         
         <milestone unit="section" resp="Stephanus" n="183d"/>            
τοὺς φάσκοντας αὖ τὸ πᾶν ἑστάναι διέλθητε, ὥσπερ ἄρτι προύθεσθε.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> νέος ὤν, ὦ Θεαίτητε, τοὺς πρεσβυτέρους ἀδικεῖν διδάσκεις ὁμολογίας παραβαίνοντας; ἀλλὰ παρασκευάζου ὅπως τῶν ἐπιλοίπων Σωκράτει δώσεις λόγον.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἐάνπερ γε βούληται. ἥδιστα μεντἂν ἤκουσα περὶ ὧν λέγω.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label><q>Ἱππέας εἰς πεδίον</q> προκαλῇ Σωκράτη εἰς λόγους προκαλούμενος· ἐρώτα οὖν καὶ ἀκούσῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλά μοι δοκῶ, ὦ Θεόδωρε, περί γε ὧν κελεύει
         
         <milestone unit="section" resp="Stephanus" n="183e"/>            
Θεαίτητος οὐ πείσεσθαι αὐτῷ.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τί δὴ οὖν οὐ πείσεσθαι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>