<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:178</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:178</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="178"><p><said who="#Θεόδωρος"><milestone n="178" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="178a"/><label>ΘΕΟ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν καὶ τυγχάνει ἀεί, ἢ πολλὰ καὶ διαμαρτάνει ἑκάστη;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οἶμαι ἔγωγε καὶ ἁμαρτάνειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔτι τοίνυν ἐνθένδε ἂν μᾶλλον πᾶς τις ὁμολογήσειεν ταὐτὰ ταῦτα, εἰ περὶ παντός τις τοῦ εἴδους ἐρωτῴη ἐν ᾧ καὶ τὸ ὠφέλιμον τυγχάνει ὄν· ἔστι δέ που καὶ περὶ τὸν μέλλοντα χρόνον. ὅταν γὰρ νομοθετώμεθα, ὡς ἐσομένους ὠφελίμους τοὺς νόμους τιθέμεθα εἰς τὸν ἔπειτα χρόνον· τοῦτο δὲ <q>μέλλον</q> ὀρθῶς ἂν λέγοιμεν.</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="178b"/><label>ΘΕΟ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή, οὑτωσὶ ἐρωτῶμεν Πρωταγόραν ἢ ἄλλον τινὰ τῶν ἐκείνῳ τὰ αὐτὰ λεγόντων· <q>πάντων μέτρον ἄνθρωπός ἐστιν,</q> ὡς φατέ, ὦ Πρωταγόρα, λευκῶν βαρέων κούφων, οὐδενὸς ὅτου οὐ τῶν τοιούτων· ἔχων γὰρ αὐτῶν τὸ κριτήριον ἐν αὑτῷ, οἷα πάσχει τοιαῦτα οἰόμενος, ἀληθῆ τε οἴεται αὑτῷ καὶ ὄντα. οὐχ οὕτω;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ τῶν μελλόντων ἔσεσθαι, φήσομεν, ὦ Πρωταγόρα, 
         <milestone unit="section" resp="Stephanus" n="178c"/>
         ἔχει τὸ κριτήριον ἐν αὑτῷ, καὶ οἷα ἂν οἰηθῇ ἔσεσθαι, ταῦτα καὶ γίγνεται ἐκείνῳ τῷ οἰηθέντι; οἷον θερμή· ἆρʼ ὅταν τις οἰηθῇ ἰδιώτης αὑτὸν πυρετὸν λήψεσθαι καὶ ἔσεσθαι ταύτην τὴν θερμότητα, καὶ ἕτερος, ἰατρὸς δέ, ἀντοιηθῇ, κατὰ τὴν ποτέρου δόξαν φῶμεν τὸ μέλλον ἀποβήσεσθαι, ἢ κατὰ τὴν ἀμφοτέρων, καὶ τῷ μὲν ἰατρῷ οὐ θερμὸς οὐδὲ πυρέττων γενήσεται, ἑαυτῷ δὲ ἀμφότερα;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> γελοῖον μεντἂν εἴη.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οἶμαι περὶ οἴνου γλυκύτητος καὶ αὐστηρότητος
         
         <milestone unit="section" resp="Stephanus" n="178d"/>
          μελλούσης ἔσεσθαι ἡ τοῦ γεωργοῦ δόξα ἀλλʼ οὐχ ἡ τοῦ κιθαριστοῦ κυρία.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἂν αὖ περὶ ἀναρμόστου τε καὶ εὐαρμόστου ἐσομένου παιδοτρίβης ἂν βέλτιον δοξάσειεν μουσικοῦ, ὃ καὶ ἔπειτα αὐτῷ τῷ παιδοτρίβῃ δόξει εὐάρμοστον εἶναι.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τοῦ μέλλοντος ἑστιάσεσθαι μὴ μαγειρικοῦ ὄντος, σκευαζομένης θοίνης, ἀκυροτέρα ἡ κρίσις τῆς τοῦ ὀψοποιοῦ περὶ τῆς ἐσομένης ἡδονῆς. περὶ μὲν γὰρ τοῦ 
         
         <milestone unit="section" resp="Stephanus" n="178e"/>
         ἤδη ὄντος ἑκάστῳ ἡδέος ἢ γεγονότος μηδέν πω τῷ λόγῳ διαμαχώμεθα, ἀλλὰ περὶ τοῦ μέλλοντος ἑκάστῳ καὶ δόξειν καὶ ἔσεσθαι πότερον αὐτὸς αὑτῷ ἄριστος κριτής, ἢ σύ, ὦ Πρωταγόρα, τό γε περὶ λόγους πιθανὸν ἑκάστῳ ἡμῶν ἐσόμενον εἰς δικαστήριον βέλτιον ἂν προδοξάσαις ἢ τῶν ἰδιωτῶν ὁστισοῦν;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> καὶ μάλα, ὦ Σώκρατες, τοῦτό γε σφόδρα ὑπισχνεῖτο πάντων διαφέρειν αὐτός.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>