<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:170</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:170</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="170"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ τοίνυν διʼ ἄλλων ἀλλʼ ἐκ τοῦ ἐκείνου λόγου ὡς 
<milestone n="170" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="170a"/>
           διὰ βραχυτάτων λάβωμεν τὴν ὁμολογίαν.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> πῶς;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὑτωσί· τὸ δοκοῦν ἑκάστῳ τοῦτο καὶ εἶναί φησί που ᾧ δοκεῖ;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> φησὶ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν, ὦ Πρωταγόρα, καὶ ἡμεῖς ἀνθρώπου, μᾶλλον δὲ πάντων ἀνθρώπων δόξας λέγομεν, καὶ φαμὲν οὐδένα ὅντινα οὐ τὰ μὲν αὑτὸν ἡγεῖσθαι τῶν ἄλλων σοφώτερον, τὰ δὲ ἄλλους ἑαυτοῦ, καὶ ἔν γε τοῖς μεγίστοις κινδύνοις, ὅταν ἐν στρατείαις ἢ νόσοις ἢ ἐν θαλάττῃ χειμάζωνται, ὥσπερ πρὸς θεοὺς ἔχειν τοὺς ἐν ἑκάστοις ἄρχοντας, σωτῆρας σφῶν 
         
         <milestone unit="section" resp="Stephanus" n="170b"/>
          προσδοκῶντας, οὐκ ἄλλῳ τῳ διαφέροντας ἢ τῷ εἰδέναι· καὶ πάντα που μεστὰ τἀνθρώπινα ζητούντων διδασκάλους τε καὶ ἄρχοντας ἑαυτῶν τε καὶ τῶν ἄλλων ζῴων τῶν τε ἐργασιῶν, οἰομένων τε αὖ ἱκανῶν μὲν διδάσκειν, ἱκανῶν δὲ ἄρχειν εἶναι. καὶ ἐν τούτοις ἅπασι τί ἄλλο φήσομεν ἢ αὐτοὺς τοὺς ἀνθρώπους ἡγεῖσθαι σοφίαν καὶ ἀμαθίαν εἶναι παρὰ σφίσιν;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὐδὲν ἄλλο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν τὴν μὲν σοφίαν ἀληθῆ διάνοιαν ἡγοῦνται, τὴν δὲ ἀμαθίαν ψευδῆ δόξαν;</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="170c"/><label>ΘΕΟ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν, ὦ Πρωταγόρα, χρησόμεθα τῷ λόγῳ; πότερον ἀληθῆ φῶμεν ἀεὶ τοὺς ἀνθρώπους δοξάζειν, ἢ τοτὲ μὲν ἀληθῆ, τοτὲ δὲ ψευδῆ; ἐξ ἀμφοτέρων γάρ που συμβαίνει μὴ ἀεὶ ἀληθῆ ἀλλʼ ἀμφότερα αὐτοὺς δοξάζειν. σκόπει γάρ, ὦ Θεόδωρε, εἰ ἐθέλοι ἄν τις τῶν ἀμφὶ Πρωταγόραν ἢ σὺ αὐτὸς διαμάχεσθαι ὡς οὐδεὶς ἡγεῖται ἕτερος ἕτερον ἀμαθῆ τε εἶναι καὶ ψευδῆ δοξάζειν.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἀλλʼ ἄπιστον, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="170d"/><label>ΣΩ.</label> καὶ μὴν εἰς τοῦτό γε ἀνάγκης ὁ λόγος ἥκει ὁ πάντων χρημάτων μέτρον ἄνθρωπον λέγων.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> πῶς δή;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅταν σὺ κρίνας τι παρὰ σαυτῷ πρός με ἀποφαίνῃ περί τινος δόξαν, σοὶ μὲν δὴ τοῦτο κατὰ τὸν ἐκείνου λόγον ἀληθὲς ἔστω, ἡμῖν δὲ δὴ τοῖς ἄλλοις περὶ τῆς σῆς κρίσεως πότερον οὐκ ἔστιν κριταῖς γενέσθαι, ἢ ἀεὶ σὲ κρίνομεν ἀληθῆ δοξάζειν; ἢ μυρίοι ἑκάστοτέ σοι μάχονται ἀντιδοξάζοντες, ἡγούμενοι ψευδῆ κρίνειν τε καὶ οἴεσθαι;</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="170e"/><label>ΘΕΟ.</label> νὴ τὸν Δία, ὦ Σώκρατες, μάλα μυρίοι δῆτα, φησὶν Ὅμηρος, οἵ γέ μοι τὰ ἐξ ἀνθρώπων πράγματα παρέχουσιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; βούλει λέγωμεν ὡς σὺ τότε σαυτῷ μὲν ἀληθῆ δοξάζεις, τοῖς δὲ μυρίοις ψευδῆ;</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> ἔοικεν ἔκ γε τοῦ λόγου ἀνάγκη εἶναι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>