<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:165</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:165</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="165"><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> οὐ γὰρ ἐγώ, ὦ Σώκρατες, ἀλλὰ μᾶλλον Καλλίας 
<milestone n="165" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="165a"/>
             ὁ Ἱππονίκου τῶν ἐκείνου ἐπίτροπος· ἡμεῖς δέ πως θᾶττον ἐκ τῶν ψιλῶν λόγων πρὸς τὴν γεωμετρίαν ἀπενεύσαμεν. χάριν γε μέντοι σοὶ ἕξομεν ἐὰν αὐτῷ βοηθῇς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις, ὦ Θεόδωρε. σκέψαι οὖν τήν γʼ ἐμὴν βοήθειαν. τῶν γὰρ ἄρτι δεινότερα ἄν τις ὁμολογήσειεν μὴ προσέχων τοῖς ῥήμασι τὸν νοῦν, ᾗ τὸ πολὺ εἰθίσμεθα φάναι τε καὶ ἀπαρνεῖσθαι. σοὶ λέγω ὅπῃ, ἢ Θεαιτήτῳ.</said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> εἰς τὸ κοινὸν μὲν οὖν, ἀποκρινέσθω δὲ ὁ νεώτερος·
         
         <milestone unit="section" resp="Stephanus" n="165b"/>
            σφαλεὶς γὰρ ἧττον ἀσχημονήσει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω δὴ τὸ δεινότατον ἐρώτημα, ἔστι δὲ οἶμαι τοιόνδε τι· <q>ἆρα οἷόν τε τὸν αὐτὸν εἰδότα τι τοῦτο ὃ οἶδεν μὴ εἰδέναι;</q></said></p><p><said who="#Θεόδωρος"><label>ΘΕΟ.</label> τί δὴ οὖν ἀποκρινούμεθα, ὦ Θεαίτητε;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀδύνατόν που, οἶμαι ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκ, εἰ τὸ ὁρᾶν γε ἐπίστασθαι θήσεις. τί γὰρ χρήσῃ ἀφύκτῳ ἐρωτήματι, τὸ λεγόμενον ἐν φρέατι συσχόμενος, ὅταν ἐρωτᾷ ἀνέκπληκτος ἀνήρ, καταλαβὼν τῇ χειρὶ 
         
         <milestone unit="section" resp="Stephanus" n="165c"/>
            σοῦ τὸν ἕτερον ὀφθαλμόν, εἰ ὁρᾷς τὸ ἱμάτιον τῷ κατειλημμένῳ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ φήσω οἶμαι τούτῳ γε, τῷ μέντοι ἑτέρῳ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὁρᾷς τε καὶ οὐχ ὁρᾷς ἅμα ταὐτόν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτω γέ πως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲν ἐγώ, φήσει, τοῦτο οὔτε τάττω οὔτʼ ἠρόμην τὸ ὅπως, ἀλλʼ εἰ ὃ ἐπίστασαι, τοῦτο καὶ οὐκ ἐπίστασαι. νῦν δὲ ὃ οὐχ ὁρᾷς ὁρῶν φαίνῃ. ὡμολογηκὼς δὲ τυγχάνεις τὸ ὁρᾶν ἐπίστασθαι καὶ τὸ μὴ ὁρᾶν μὴ ἐπίστασθαι. ἐξ οὖν τούτων λογίζου τί σοι συμβαίνει.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="165d"/><label>ΘΕΑΙ.</label> ἀλλὰ λογίζομαι ὅτι τἀναντία οἷς ὑπεθέμην.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως δέ γʼ, ὦ θαυμάσιε, πλείω ἂν τοιαῦτʼ ἔπαθες εἴ τίς σε προσηρώτα εἰ ἐπίστασθαι ἔστι μὲν ὀξύ, ἔστι δὲ ἀμβλύ, καὶ ἐγγύθεν μὲν ἐπίστασθαι, πόρρωθεν δὲ μή, καὶ σφόδρα καὶ ἠρέμα τὸ αὐτό, καὶ ἄλλα μυρία, ἃ ἐλλοχῶν ἂν πελταστικὸς ἀνὴρ μισθοφόρος ἐν λόγοις ἐρόμενος, ἡνίκʼ ἐπιστήμην καὶ αἴσθησιν ταὐτὸν ἔθου, ἐμβαλὼν ἂν εἰς τὸ ἀκούειν καὶ ὀσφραίνεσθαι καὶ τὰς τοιαύτας αἰσθήσεις, ἤλεγχεν 
         <milestone unit="section" resp="Stephanus" n="165e"/>
            ἂν ἐπέχων καὶ οὐκ ἀνιεὶς πρὶν θαυμάσας τὴν πολυάρατον σοφίαν συνεποδίσθης ὑπʼ αὐτοῦ, οὗ δή σε χειρωσάμενός τε καὶ συνδήσας ἤδη ἂν τότε ἐλύτρου χρημάτων ὅσων σοί τε κἀκείνῳ ἐδόκει. τίνʼ οὖν δὴ ὁ Πρωταγόρας, φαίης ἂν ἴσως, λόγον ἐπίκουρον τοῖς αὑτοῦ ἐρεῖ; ἄλλο τι πειρώμεθα λέγειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>