<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:163</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:163</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="163"><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλʼ οὐ δίκαιον, ὦ Σώκρατες, οὔτε σὺ οὔτε ἂν ἡμεῖς φαῖμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄλλῃ δὴ σκεπτέον, ὡς ἔοικεν, ὡς ὅ τε σὸς καὶ ὁ Θεοδώρου λόγος.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν ἄλλῃ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τῇδε δὴ σκοπῶμεν εἰ ἄρα ἐστὶν ἐπιστήμη τε καὶ αἴσθησις ταὐτὸν ἢ ἕτερον. εἰς γὰρ τοῦτό που πᾶς ὁ λόγος ἡμῖν ἔτεινεν, καὶ τούτου χάριν τὰ πολλὰ καὶ ἄτοπα ταῦτα ἐκινήσαμεν. οὐ γάρ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="163b"/><label>ΣΩ.</label> ἦ οὖν ὁμολογήσομεν, ἃ τῷ ὁρᾶν αἰσθανόμεθα ἢ τῷ ἀκούειν, πάντα ταῦτα ἅμα καὶ ἐπίστασθαι; οἷον τῶν βαρβάρων πρὶν μαθεῖν τὴν φωνὴν πότερον οὐ φήσομεν ἀκούειν ὅταν φθέγγωνται, ἢ ἀκούειν τε καὶ ἐπίστασθαι ἃ λέγουσι; καὶ αὖ γράμματα μὴ ἐπιστάμενοι, βλέποντες εἰς αὐτὰ πότερον οὐχ ὁρᾶν ἢ ἐπίστασθαι εἴπερ ὁρῶμεν διισχυριούμεθα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> αὐτό γε, ὦ Σώκρατες, τοῦτο αὐτῶν, ὅπερ ὁρῶμέν τε καὶ ἀκούομεν, ἐπίστασθαι φήσομεν· τῶν μὲν γὰρ τὸ σχῆμα καὶ τὸ χρῶμα ὁρᾶν τε καὶ ἐπίστασθαι, τῶν δὲ τὴν
         
         <milestone unit="section" resp="Stephanus" n="163c"/>
           ὀξύτητα καὶ βαρύτητα ἀκούειν τε ἅμα καὶ εἰδέναι· ἃ δὲ οἵ τε γραμματισταὶ περὶ αὐτῶν καὶ οἱ ἑρμηνῆς διδάσκουσιν, οὔτε αἰσθάνεσθαι τῷ ὁρᾶν ἢ ἀκούειν οὔτε ἐπίστασθαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄριστά γʼ, ὦ Θεαίτητε, καὶ οὐκ ἄξιόν σοι πρὸς ταῦτα ἀμφισβητῆσαι, ἵνα καὶ αὐξάνῃ. ἀλλʼ ὅρα δὴ καὶ τόδε ἄλλο προσιόν, καὶ σκόπει πῇ αὐτὸ διωσόμεθα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον δή;</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="163d"/><label>ΣΩ.</label> τὸ τοιόνδε· εἴ τις ἔροιτο· <q>ἆρα δυνατὸν ὅτου τις ἐπιστήμων γένοιτό ποτε, ἔτι ἔχοντα μνήμην αὐτοῦ τούτου καὶ σῳζόμενον, τότε ὅτε μέμνηται μὴ ἐπίστασθαι αὐτὸ τοῦτο ὃ μέμνηται;</q> μακρολογῶ δέ, ὡς ἔοικε, βουλόμενος ἐρέσθαι εἰ μαθών τίς τι μεμνημένος μὴ οἶδε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ πῶς, ὦ Σώκρατες; τέρας γὰρ ἂν εἴη ὃ λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> μὴ οὖν ἐγὼ ληρῶ; σκόπει δέ. ἆρα τὸ ὁρᾶν οὐκ αἰσθάνεσθαι λέγεις καὶ τὴν ὄψιν αἴσθησιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="163e"/><label>ΣΩ.</label> οὐκοῦν ὁ ἰδών τι ἐπιστήμων ἐκείνου γέγονεν ὃ εἶδεν κατὰ τὸν ἄρτι λόγον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί δέ; μνήμην οὐ λέγεις μέντοι τι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὐδενὸς ἢ τινός;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τινὸς δήπου.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὧν ἔμαθε καὶ ὧν ᾔσθετο, τοιουτωνί τινων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὃ δὴ εἶδέ τις, μέμνηταί που ἐνίοτε;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> μέμνηται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ μύσας; ἢ τοῦτο δράσας ἐπελάθετο;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ δεινόν, ὦ Σώκρατες, τοῦτό γε φάναι.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>