<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:160</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:160</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="160"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὔκουν ἐγώ τε οὐδὲν ἄλλο ποτὲ γενήσομαι οὕτως αἰσθανόμενος· τοῦ γὰρ ἄλλου ἄλλη αἴσθησις, καὶ ἀλλοῖον 
<milestone n="160" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="160a"/>
           καὶ ἄλλον ποιεῖ τὸν αἰσθανόμενον· οὔτʼ ἐκεῖνο τὸ ποιοῦν ἐμὲ μήποτʼ ἄλλῳ συνελθὸν ταὐτὸν γεννῆσαν τοιοῦτον γένηται· ἀπὸ γὰρ ἄλλου ἄλλο γεννῆσαν ἀλλοῖον γενήσεται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ μὴν ἔγωγε ἐμαυτῷ τοιοῦτος, ἐκεῖνό τε ἑαυτῷ τοιοῦτον γενήσεται.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γὰρ οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀνάγκη δέ γε ἐμέ τε τινὸς γίγνεσθαι, ὅταν αἰσθανόμενος γίγνωμαι· αἰσθανόμενον γάρ, μηδενὸς δὲ αἰσθανόμενον, 
         
         <milestone unit="section" resp="Stephanus" n="160b"/>
           ἀδύνατον γίγνεσθαι· ἐκεῖνό τε τινὶ γίγνεσθαι, ὅταν γλυκὺ ἢ πικρὸν ἤ τι τοιοῦτον γίγνηται· γλυκὺ γάρ, μηδενὶ δὲ γλυκὺ ἀδύνατον γενέσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λείπεται δὴ οἶμαι ἡμῖν ἀλλήλοις, εἴτʼ ἐσμέν, εἶναι, εἴτε γιγνόμεθα, γίγνεσθαι, ἐπείπερ ἡμῶν ἡ ἀνάγκη τὴν οὐσίαν συνδεῖ μέν, συνδεῖ δὲ οὐδενὶ τῶν ἄλλων οὐδʼ αὖ ἡμῖν αὐτοῖς. ἀλλήλοις δὴ λείπεται συνδεδέσθαι. ὥστε εἴτε τις εἶναί τι ὀνομάζει, τινὶ εἶναι ἢ τινὸς ἢ πρός τι ῥητέον αὐτῷ, εἴτε γίγνεσθαι· αὐτὸ δὲ ἐφʼ αὑτοῦ τι ἢ ὂν ἢ γιγνόμενον οὔτε 
         
         <milestone unit="section" resp="Stephanus" n="160c"/>
            αὐτῷ λεκτέον οὔτʼ ἄλλου λέγοντος ἀποδεκτέον, ὡς ὁ λόγος ὃν διεληλύθαμεν σημαίνει.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> παντάπασι μὲν οὖν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὅτε δὴ τὸ ἐμὲ ποιοῦν ἐμοί ἐστιν καὶ οὐκ ἄλλῳ, ἐγὼ καὶ αἰσθάνομαι αὐτοῦ, ἄλλος δʼ οὔ;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀληθὴς ἄρα ἐμοὶ ἡ ἐμὴ αἴσθησις—τῆς γὰρ ἐμῆς οὐσίας ἀεί ἐστιν—καὶ ἐγὼ κριτὴς κατὰ τὸν Πρωταγόραν τῶν τε ὄντων ἐμοὶ ὡς ἔστι, καὶ τῶν μὴ ὄντων ὡς οὐκ ἔστιν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="160d"/><label>ΣΩ.</label> πῶς ἂν οὖν ἀψευδὴς ὢν καὶ μὴ πταίων τῇ διανοίᾳ περὶ τὰ ὄντα ἢ γιγνόμενα οὐκ ἐπιστήμων ἂν εἴην ὧνπερ αἰσθητής;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς ὅπως οὔ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> παγκάλως ἄρα σοι εἴρηται ὅτι ἐπιστήμη οὐκ ἄλλο τί ἐστιν ἢ αἴσθησις, καὶ εἰς ταὐτὸν συμπέπτωκεν, κατὰ μὲν Ὅμηρον καὶ Ἡράκλειτον καὶ πᾶν τὸ τοιοῦτον φῦλον οἷον ῥεύματα κινεῖσθαι τὰ πάντα, κατὰ δὲ Πρωταγόραν τὸν σοφώτατον πάντων χρημάτων ἄνθρωπον μέτρον εἶναι, κατὰ 
         
         <milestone unit="section" resp="Stephanus" n="160e"/>
           δὲ Θεαίτητον τούτων οὕτως ἐχόντων αἴσθησιν ἐπιστήμην γίγνεσθαι. ἦ γάρ, ὦ Θεαίτητε; φῶμεν τοῦτο σὸν μὲν εἶναι οἷον νεογενὲς παιδίον, ἐμὸν δὲ μαίευμα; ἢ πῶς λέγεις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὕτως ἀνάγκη, ὦ Σώκρατες.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>