<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:149</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:149</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="149"><p><said who="#Σωκράτης"><milestone n="149" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="149a"/><label>ΣΩ.</label> εἶτα, ὦ καταγέλαστε, οὐκ ἀκήκοας ὡς ἐγώ εἰμι ὑὸς μαίας μάλα γενναίας τε καὶ βλοσυρᾶς, Φαιναρέτης;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἤδη τοῦτό γε ἤκουσα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ εὖ ἴσθʼ ὅτι· μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους. λέληθα γάρ, ὦ ἑταῖρε, ταύτην ἔχων τὴν τέχνην· οἱ δέ, ἅτε οὐκ εἰδότες, τοῦτο μὲν οὐ λέγουσι περὶ ἐμοῦ, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν. ἦ καὶ τοῦτο ἀκήκοας;</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="149b"/><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἴπω οὖν σοι τὸ αἴτιον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐννόησον δὴ τὸ περὶ τὰς μαίας ἅπαν ὡς ἔχει, καὶ ῥᾷον μαθήσῃ ὃ βούλομαι. οἶσθα γάρ που ὡς οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυϊσκομένη τε καὶ τίκτουσα ἄλλας μαιεύεται, ἀλλʼ αἱ ἤδη ἀδύνατοι τίκτειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> αἰτίαν δέ γε τούτου φασὶν εἶναι τὴν Ἄρτεμιν, ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχε. στερίφαις μὲν οὖν ἄρα
         
         <milestone unit="section" resp="Stephanus" n="149c"/>
            
            οὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀσθενεστέρα ἢ λαβεῖν τέχνην ὧν ἂν ᾖ ἄπειρος· ταῖς δὲ διʼ ἡλικίαν ἀτόκοις προσέταξε τιμῶσα τὴν αὑτῆς ὁμοιότητα.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εἰκός.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τόδε εἰκός τε καὶ ἀναγκαῖον, τὰς κυούσας καὶ μὴ γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν ἢ τῶν ἄλλων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ μὴν καὶ διδοῦσαί γε αἱ μαῖαι φαρμάκια καὶ 
         
         <milestone unit="section" resp="Stephanus" n="149d"/>
            ἐπᾴδουσαι δύνανται ἐγείρειν τε τὰς ὠδῖνας καὶ μαλθακωτέρας ἂν βούλωνται ποιεῖν, καὶ τίκτειν τε δὴ τὰς δυστοκούσας, καὶ ἐὰν <sic>νέον ὂν</sic> δόξῃ ἀμβλίσκειν, ἀμβλίσκουσιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστι ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν ἔτι καὶ τόδε αὐτῶν ᾔσθησαι, ὅτι καὶ προμνήστριαί εἰσι δεινόταται, ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ πάνυ τοῦτο οἶδα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ ἴσθʼ ὅτι ἐπὶ τούτῳ μεῖζον φρονοῦσιν ἢ ἐπὶ 
         
         <milestone unit="section" resp="Stephanus" n="149e"/>
           τῇ ὀμφαλητομίᾳ. ἐννόει γάρ· τῆς αὐτῆς ἢ ἄλλης οἴει τέχνης εἶναι θεραπείαν τε καὶ συγκομιδὴν τῶν ἐκ γῆς καρπῶν καὶ αὖ τὸ γιγνώσκειν εἰς ποίαν γῆν ποῖον φυτόν τε καὶ σπέρμα καταβλητέον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκ, ἀλλὰ τῆς αὐτῆς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰς γυναῖκα δέ, ὦ φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔκουν εἰκός γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>