<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:148</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:148</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="148"><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸν τοίνυν μεταξὺ τούτου, ὧν καὶ τὰ τρία καὶ
<milestone n="148" unit="page" resp="Stephanus"/>

         
         <milestone unit="section" resp="Stephanus" n="148a"/>
              
           τὰ πέντε καὶ πᾶς ὃς ἀδύνατος ἴσος ἰσάκις γενέσθαι, ἀλλʼ ἢ πλείων ἐλαττονάκις ἢ ἐλάττων πλεονάκις γίγνεται, μείζων δὲ καὶ ἐλάττων ἀεὶ πλευρὰ αὐτὸν περιλαμβάνει, τῷ προμήκει αὖ σχήματι ἀπεικάσαντες προμήκη ἀριθμὸν ἐκαλέσαμεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κάλλιστα. ἀλλὰ τί τὸ μετὰ τοῦτο;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ὅσαι μὲν γραμμαὶ τὸν ἰσόπλευρον καὶ ἐπίπεδον ἀριθμὸν τετραγωνίζουσι, μῆκος ὡρισάμεθα, ὅσαι δὲ τὸν ἑτερομήκη, 
         
         <milestone unit="section" resp="Stephanus" n="148b"/>
            δυνάμεις, ὡς μήκει μὲν οὐ συμμέτρους ἐκείναις, τοῖς δʼ ἐπιπέδοις ἃ δύνανται. καὶ περὶ τὰ στερεὰ ἄλλο τοιοῦτον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἄριστά γʼ ἀνθρώπων, ὦ παῖδες· ὥστε μοι δοκεῖ ὁ Θεόδωρος οὐκ ἔνοχος τοῖς ψευδομαρτυρίοις ἔσεσθαι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> καὶ μήν, ὦ Σώκρατες, ὅ γε ἐρωτᾷς περὶ ἐπιστήμης οὐκ ἂν δυναίμην ἀποκρίνασθαι ὥσπερ περὶ τοῦ μήκους τε καὶ τῆς δυνάμεως. καίτοι σύ γέ μοι δοκεῖς τοιοῦτόν τι ζητεῖν· ὥστε πάλιν αὖ φαίνεται ψευδὴς ὁ Θεόδωρος.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="148c"/><label>ΣΩ.</label> τί δέ; εἴ σε πρὸς δρόμον ἐπαινῶν μηδενὶ οὕτω δρομικῷ ἔφη τῶν νέων ἐντετυχηκέναι, εἶτα διαθέων τοῦ ἀκμάζοντος καὶ ταχίστου ἡττήθης, ἧττόν τι ἂν οἴει ἀληθῆ τόνδʼ ἐπαινέσαι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὴν ἐπιστήμην, ὥσπερ νυνδὴ ἐγὼ ἔλεγον, σμικρόν τι οἴει εἶναι ἐξευρεῖν καὶ οὐ τῶν πάντῃ ἄκρων;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> νὴ τὸν Δίʼ ἔγωγε καὶ μάλα γε τῶν ἀκροτάτων.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> θάρρει τοίνυν περὶ σαυτῷ καὶ τὶ οἴου Θεόδωρον 
         
         <milestone unit="section" resp="Stephanus" n="148d"/>
            λέγειν, προθυμήθητι δὲ παντὶ τρόπῳ τῶν τε ἄλλων πέρι καὶ ἐπιστήμης λαβεῖν λόγον τί ποτε τυγχάνει ὄν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> προθυμίας μὲν ἕνεκα, ὦ Σώκρατες, φανεῖται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴθι δή—καλῶς γὰρ ἄρτι ὑφηγήσω—πειρῶ μιμούμενος τὴν περὶ τῶν δυνάμεων ἀπόκρισιν, ὥσπερ ταύτας πολλὰς οὔσας ἑνὶ εἴδει περιέλαβες, οὕτω καὶ τὰς πολλὰς ἐπιστήμας ἑνὶ λόγῳ προσειπεῖν.</said></p><p><said who="#Θεαίτητος"><milestone unit="section" resp="Stephanus" n="148e"/><label>ΘΕΑΙ.</label> ἀλλʼ εὖ ἴσθι, ὦ Σώκρατες, πολλάκις δὴ αὐτὸ ἐπεχείρησα σκέψασθαι, ἀκούων τὰς παρὰ σοῦ ἀποφερομένας ἐρωτήσεις. ἀλλὰ γὰρ οὔτʼ αὐτὸς δύναμαι πεῖσαι ἐμαυτὸν ὡς ἱκανῶς τι λέγω οὔτʼ ἄλλου ἀκοῦσαι λέγοντος οὕτως ὡς σὺ διακελεύῃ, οὐ μὲν δὴ αὖ οὐδʼ ἀπαλλαγῆναι τοῦ μέλειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὠδίνεις γάρ, ὦ φίλε Θεαίτητε, διὰ τὸ μὴ κενὸς ἀλλʼ ἐγκύμων εἶναι.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐκ οἶδα, ὦ Σώκρατες· ὃ μέντοι πέπονθα λέγω.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>