<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:145-147</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:145-147</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="145"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> νῦν δέ γʼ, οἶμαι, εἴ τι μέλει ἡμῖν τῆς τῶν προσώπων 
               
<milestone n="145" unit="page" resp="Stephanus"/>
<milestone unit="section" resp="Stephanus" n="145a"/>
               
            ὁμοιότητος, σκεπτέον εἰ γραφικὸς ὢν λέγει ἢ οὔ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκεῖ μοι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν ζωγραφικὸς Θεόδωρος;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὔχ, ὅσον γέ με εἰδέναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὐδὲ γεωμετρικός;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάντως δήπου, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ ἀστρονομικὸς καὶ λογιστικός τε καὶ μουσικὸς καὶ ὅσα παιδείας ἔχεται;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔμοιγε δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰ μὲν ἄρα ἡμᾶς τοῦ σώματός τι ὁμοίους φησὶν εἶναι ἐπαινῶν πῃ ἢ ψέγων, οὐ πάνυ αὐτῷ ἄξιον τὸν νοῦν προσέχειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως οὔ.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145b"/><label>ΣΩ.</label> τί δʼ εἰ ποτέρου τὴν ψυχὴν ἐπαινοῖ πρὸς ἀρετήν τε καὶ σοφίαν; ἆρʼ οὐκ ἄξιον τῷ μὲν ἀκούσαντι προθυμεῖσθαι ἀνασκέψασθαι τὸν ἐπαινεθέντα, τῷ δὲ προθύμως ἑαυτὸν ἐπιδεικνύναι;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὥρα τοίνυν, ὦ φίλε Θεαίτητε, σοὶ μὲν ἐπιδεικνύναι, ἐμοὶ δὲ σκοπεῖσθαι· ὡς εὖ ἴσθι ὅτι Θεόδωρος πολλοὺς δὴ πρός με ἐπαινέσας ξένους τε καὶ ἀστοὺς οὐδένα πω ἐπῄνεσεν ὡς σὲ νυνδή.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> εὖ ἂν ἔχοι, ὦ Σώκρατες· ἀλλʼ ὅρα μὴ παίζων 
               
         <milestone unit="section" resp="Stephanus" n="145c"/>
          
          ἔλεγεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐχ οὗτος ὁ τρόπος Θεοδώρου· ἀλλὰ μὴ ἀναδύου τὰ ὡμολογημένα σκηπτόμενος παίζοντα λέγειν τόνδε, ἵνα μὴ καὶ ἀναγκασθῇ μαρτυρεῖν—πάντως γὰρ οὐδεὶς ἐπισκήψετʼ αὐτῷ—ἀλλὰ θαρρῶν ἔμμενε τῇ ὁμολογίᾳ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ χρὴ ταῦτα ποιεῖν, εἰ σοὶ δοκεῖ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε δή μοι· μανθάνεις που παρὰ Θεοδώρου γεωμετρίας ἄττα;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145d"/><label>ΣΩ.</label> καὶ τῶν περὶ ἀστρονομίαν τε καὶ ἁρμονίας καὶ λογισμούς;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> προθυμοῦμαί γε δή.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ γὰρ ἐγώ, ὦ παῖ, παρά τε τούτου καὶ παρʼ ἄλλων οὓς ἂν οἴωμαί τι τούτων ἐπαΐειν. ἀλλʼ ὅμως τὰ μὲν ἄλλα ἔχω περὶ αὐτὰ μετρίως, μικρὸν δέ τι ἀπορῶ ὃ μετὰ σοῦ τε καὶ τῶνδε σκεπτέον. καί μοι λέγε· ἆρʼ οὐ τὸ μανθάνειν ἐστὶν τὸ σοφώτερον γίγνεσθαι περὶ ὃ μανθάνει τις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σοφίᾳ δέ γʼ οἶμαι σοφοὶ οἱ σοφοί.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="145e"/><label>ΣΩ.</label> τοῦτο δὲ μῶν διαφέρει τι ἐπιστήμης;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸ ποῖον;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἡ σοφία. ἢ οὐχ ἅπερ ἐπιστήμονες ταῦτα καὶ σοφοί;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τί μήν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ταὐτὸν ἄρα ἐπιστήμη καὶ σοφία;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="146"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτʼ αὐτὸ τοίνυν ἐστὶν ὃ ἀπορῶ καὶ οὐ δύναμαι λαβεῖν ἱκανῶς παρʼ ἐμαυτῷ, ἐπιστήμη ὅτι ποτὲ τυγχάνει ὄν. <milestone n="146" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="146a"/> ἆρʼ οὖν δὴ ἔχομεν λέγειν αὐτό; τί φατέ; τίς ἂν ἡμῶν πρῶτος εἴποι; ὁ δὲ ἁμαρτών, καὶ ὃς ἂν ἀεὶ ἁμαρτάνῃ, καθεδεῖται, ὥσπερ φασὶν οἱ παῖδες οἱ σφαιρίζοντες, ὄνος· ὃς δʼ ἂν περιγένηται ἀναμάρτητος, βασιλεύσει ἡμῶν καὶ ἐπιτάξει ὅτι ἂν βούληται ἀποκρίνεσθαι. τί σιγᾶτε; οὔ τί που, ὦ Θεόδωρε, ἐγὼ ὑπὸ φιλολογίας ἀγροικίζομαι, προθυμούμενος ἡμᾶς ποιῆσαι διαλέγεσθαι καὶ φίλους τε καὶ προσηγόρους ἀλλήλοις γίγνεσθαι;</said></p><p><said who="#Θεόδωρος"><milestone unit="section" resp="Stephanus" n="146b"/><label>ΘΕΟ.</label> ἥκιστα μέν, ὦ Σώκρατες, τὸ τοιοῦτον ἂν εἴη ἄγροικον, ἀλλὰ τῶν μειρακίων τι κέλευέ σοι ἀποκρίνεσθαι· ἐγὼ μὲν γὰρ ἀήθης τῆς τοιαύτης διαλέκτου, καὶ οὐδʼ αὖ συνεθίζεσθαι ἡλικίαν ἔχω. τοῖσδε δὲ πρέποι τε ἂν τοῦτο καὶ πολὺ πλέον ἐπιδιδοῖεν· τῷ γὰρ ὄντι ἡ νεότης εἰς πᾶν ἐπίδοσιν ἔχει. ἀλλʼ, ὥσπερ ἤρξω, μὴ ἀφίεσο τοῦ Θεαιτήτου ἀλλʼ ἐρώτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀκούεις δή, ὦ Θεαίτητε, ἃ λέγει Θεόδωρος, ᾧ 
         
         <milestone unit="section" resp="Stephanus" n="146c"/>
          ἀπειθεῖν, ὡς ἐγὼ οἶμαι, οὔτε σὺ ἐθελήσεις, οὔτε θέμις περὶ τὰ τοιαῦτα ἀνδρὶ σοφῷ ἐπιτάττοντι νεώτερον ἀπειθεῖν. ἀλλʼ εὖ καὶ γενναίως εἰπέ· τί σοι δοκεῖ εἶναι ἐπιστήμη;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἀλλὰ χρή, ὦ Σώκρατες, ἐπειδήπερ ὑμεῖς κελεύετε. πάντως γάρ, ἄν τι καὶ ἁμάρτω, ἐπανορθώσετε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάνυ μὲν οὖν, ἄνπερ γε οἷοί τε ὦμεν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> δοκεῖ τοίνυν μοι καὶ ἃ παρὰ Θεοδώρου ἄν τις μάθοι ἐπιστῆμαι εἶναι, γεωμετρία τε καὶ ἃς νυνδὴ σὺ διῆλθες,
         
         <milestone unit="section" resp="Stephanus" n="146d"/>
        καὶ αὖ σκυτοτομική τε καὶ αἱ τῶν ἄλλων δημιουργῶν τέχναι, πᾶσαί τε καὶ ἑκάστη τούτων, οὐκ ἄλλο τι ἢ ἐπιστήμη εἶναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γενναίως γε καὶ φιλοδώρως, ὦ φίλε, ἓν αἰτηθεὶς πολλὰ δίδως καὶ ποικίλα ἀντὶ ἁπλοῦ.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πῶς τί τοῦτο λέγεις, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἴσως μὲν οὐδέν· ὃ μέντοι οἶμαι, φράσω. ὅταν λέγῃς σκυτικήν, μή τι ἄλλο φράζεις ἢ ἐπιστήμην ὑποδημάτων ἐργασίας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδέν.</said></p><p><said who="#Σωκράτης"><milestone unit="section" resp="Stephanus" n="146e"/><label>ΣΩ.</label> τί δʼ ὅταν τεκτονικήν; μή τι ἄλλο ἢ ἐπιστήμην τῆς τῶν ξυλίνων σκευῶν ἐργασίας;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδὲ τοῦτο.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ἐν ἀμφοῖν, οὗ ἑκατέρα ἐπιστήμη, τοῦτο ὁρίζεις;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δέ γʼ ἐρωτηθέν, ὦ Θεαίτητε, οὐ τοῦτο ἦν, τίνων ἡ ἐπιστήμη, οὐδὲ ὁπόσαι τινές· οὐ γὰρ ἀριθμῆσαι αὐτὰς βουλόμενοι ἠρόμεθα ἀλλὰ γνῶναι ἐπιστήμην αὐτὸ ὅτι ποτʼ ἐστίν. ἢ οὐδὲν λέγω;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> πάνυ μὲν οὖν ὀρθῶς.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="147"><p><said who="#Σωκράτης"><milestone n="147" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="147a"/><label>ΣΩ.</label> σκέψαι δὴ καὶ τόδε. εἴ τις ἡμᾶς τῶν φαύλων τι καὶ προχείρων ἔροιτο, οἷον περὶ πηλοῦ ὅτι ποτʼ ἐστίν, εἰ ἀποκριναίμεθα αὐτῷ πηλὸς ὁ τῶν χυτρέων καὶ πηλὸς ὁ τῶν ἰπνοπλαθῶν καὶ πηλὸς ὁ τῶν πλινθουργῶν, οὐκ ἂν γελοῖοι εἶμεν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἴσως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μέν γέ που οἰόμενοι συνιέναι ἐκ τῆς ἡμετέρας ἀποκρίσεως τὸν ἐρωτῶντα, ὅταν εἴπωμεν πηλός, εἴτε ὁ τῶν 
         
         <milestone unit="section" resp="Stephanus" n="147b"/>
         
         κοροπλαθῶν προσθέντες εἴτε ἄλλων ὡντινωνοῦν δημιουργῶν. ἢ οἴει τίς τι συνίησίν τινος ὄνομα, ὃ μὴ οἶδεν τί ἐστιν;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐδαμῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ἄρα ἐπιστήμην ὑποδημάτων συνίησιν ὁ ἐπιστήμην μὴ εἰδώς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> οὐ γάρ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκυτικὴν ἄρα οὐ συνίησιν ὃς ἂν ἐπιστήμην ἀγνοῇ, οὐδέ τινα ἄλλην τέχνην.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔστιν οὕτως.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> γελοία ἄρα ἡ ἀπόκρισις τῷ ἐρωτηθέντι ἐπιστήμη τί ἐστιν, ὅταν ἀποκρίνηται τέχνης τινὸς ὄνομα. τινὸς γὰρ 
         
         <milestone unit="section" resp="Stephanus" n="147c"/>
           
           ἐπιστήμην ἀποκρίνεται οὐ τοῦτʼ ἐρωτηθείς.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔοικεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔπειτά γέ που ἐξὸν φαύλως καὶ βραχέως ἀποκρίνασθαι περιέρχεται ἀπέραντον ὁδόν. οἷον καὶ ἐν τῇ τοῦ πηλοῦ ἐρωτήσει φαῦλόν που καὶ ἁπλοῦν εἰπεῖν ὅτι γῆ ὑγρῷ φυραθεῖσα πηλὸς ἂν εἴη, τὸ δʼ ὅτου ἐᾶν χαίρειν.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ῥᾴδιον, ὦ Σώκρατες, νῦν γε οὕτω φαίνεται· ἀτὰρ κινδυνεύεις ἐρωτᾶν οἷον καὶ αὐτοῖς ἡμῖν ἔναγχος εἰσῆλθε
         
         <milestone unit="section" resp="Stephanus" n="147d"/>
            
            διαλεγομένοις, ἐμοί τε καὶ τῷ σῷ ὁμωνύμῳ τούτῳ Σωκράτει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ ποῖον δή, ὦ Θεαίτητε;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> περὶ δυνάμεών τι ἡμῖν Θεόδωρος ὅδε ἔγραφε, τῆς τε τρίποδος πέρι καὶ πεντέποδος <del>ἀποφαίνων</del> ὅτι μήκει οὐ σύμμετροι τῇ ποδιαίᾳ, καὶ οὕτω κατὰ μίαν ἑκάστην προαιρούμενος μέχρι τῆς ἑπτακαιδεκάποδος· ἐν δὲ ταύτῃ πως ἐνέσχετο. ἡμῖν οὖν εἰσῆλθέ τι τοιοῦτον, ἐπειδὴ ἄπειροι τὸ πλῆθος αἱ δυνάμεις ἐφαίνοντο, πειραθῆναι συλλαβεῖν εἰς ἕν, ὅτῳ πάσας 
         
         <milestone unit="section" resp="Stephanus" n="147e"/>
        
         ταύτας προσαγορεύσομεν τὰς δυνάμεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ ηὕρετέ τι τοιοῦτον;</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> ἔμοιγε δοκοῦμεν· σκόπει δὲ καὶ σύ.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγε.</said></p><p><said who="#Θεαίτητος"><label>ΘΕΑΙ.</label> τὸν ἀριθμὸν πάντα δίχα διελάβομεν· τὸν μὲν δυνάμενον ἴσον ἰσάκις γίγνεσθαι τῷ τετραγώνῳ τὸ σχῆμα ἀπεικάσαντες τετράγωνόν τε καὶ ἰσόπλευρον προσείπομεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καὶ εὖ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>