<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:142</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2:142</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg006.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="142"><p><said who="#Εὐκλείδης"><milestone n="142" unit="page" resp="Stephanus"/><milestone unit="section" resp="Stephanus" n="142a"/><label>ΕΥ.</label> ἄρτι, ὦ Τερψίων, ἢ πάλαι ἐξ ἀγροῦ;</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ἐπιεικῶς πάλαι. καὶ σέ γε ἐζήτουν κατʼ ἀγορὰν καὶ ἐθαύμαζον ὅτι οὐχ οἷός τʼ ἦ εὑρεῖν.</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> οὐ γὰρ ἦ κατὰ πόλιν.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ποῦ μήν;</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> εἰς λιμένα καταβαίνων Θεαιτήτῳ ἐνέτυχον φερομένῳ ἐκ Κορίνθου ἀπὸ τοῦ στρατοπέδου Ἀθήναζε.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> ζῶντι ἢ τετελευτηκότι;</said></p><p><said who="#Εὐκλείδης"><milestone unit="section" resp="Stephanus" n="142b"/><label>ΕΥ.</label> ζῶντι καὶ μάλα μόλις· χαλεπῶς μὲν γὰρ ἔχει καὶ ὑπὸ τραυμάτων τινῶν, μᾶλλον μὴν αὐτὸν αἱρεῖ τὸ γεγονὸς νόσημα ἐν τῷ στρατεύματι.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> μῶν ἡ δυσεντερία;</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> ναί.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> οἷον ἄνδρα λέγεις ἐν κινδύνῳ εἶναι.</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> καλόν τε καὶ ἀγαθόν, ὦ Τερψίων, ἐπεί τοι καὶ νῦν ἤκουόν τινων μάλα ἐγκωμιαζόντων αὐτὸν περὶ τὴν μάχην.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> καὶ οὐδέν γʼ ἄτοπον, ἀλλὰ πολὺ θαυμαστότερον εἰ 
         <milestone unit="section" resp="Stephanus" n="142c"/>
              μὴ τοιοῦτος ἦν. ἀτὰρ πῶς οὐκ αὐτοῦ Μεγαροῖ κατέλυεν;</said></p><p><said who="#Εὐκλείδης"><label>ΕΥ.</label> ἠπείγετο οἴκαδε· ἐπεὶ ἔγωγʼ ἐδεόμην καὶ συνεβούλευον, ἀλλʼ οὐκ ἤθελεν. καὶ δῆτα προπέμψας αὐτόν, ἀπιὼν πάλιν ἀνεμνήσθην καὶ ἐθαύμασα Σωκράτους ὡς μαντικῶς ἄλλα τε δὴ εἶπε καὶ περὶ τούτου. δοκεῖ γάρ μοι ὀλίγον πρὸ τοῦ θανάτου ἐντυχεῖν αὐτῷ μειρακίῳ ὄντι, καὶ συγγενόμενός τε καὶ διαλεχθεὶς πάνυ ἀγασθῆναι αὐτοῦ τὴν φύσιν. καί μοι ἐλθόντι Ἀθήναζε τούς τε λόγους οὓς διελέχθη 
               <milestone unit="section" resp="Stephanus" n="142d"/>
           αὐτῷ διηγήσατο καὶ μάλα ἀξίους ἀκοῆς, εἶπέ τε ὅτι πᾶσα ἀνάγκη εἴη τοῦτον ἐλλόγιμον γενέσθαι, εἴπερ εἰς ἡλικίαν ἔλθοι.</said></p><p><said who="#Τερψσίων"><label>ΤΕΡ.</label> καὶ ἀληθῆ γε, ὡς ἔοικεν, εἶπεν. ἀτὰρ τίνες ἦσαν οἱ λόγοι; ἔχοις ἂν διηγήσασθαι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>