<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:437-438</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:437-438</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="437"><p><said who="#Κρατύλος"><milestone n="437" unit="page" resp="Stephanus"/><milestone n="437a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> πάνυ σφόδρα, καὶ ὀρθῶς γε σημαίνει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> σκοπῶμεν δὴ ἐξ αὐτῶν ἀναλαβόντες πρῶτον μὲν τοῦτο τὸ ὄνομα, τὴν <q>ἐπιστήμην,</q> ὡς ἀμφίβολόν <del>ἐστι</del>, καὶ μᾶλλον ἔοικε σημαίνοντι ὅτι <term>ἵστησιν</term> ἡμῶν ἐπὶ τοῖς πράγμασι τὴν ψυχὴν ἢ ὅτι συμπεριφέρεται, καὶ ὀρθότερόν ἐστιν ὥσπερ νῦν αὐτοῦ τὴν ἀρχὴν λέγειν μᾶλλον ἢ ἐμβάλλοντας τὸ εἶ <q>ἑπεϊστήμην,</q> ἀλλὰ τὴν ἐμβολὴν ποιήσασθαι ἀντὶ τῆς ἐν τῷ εἶ ἐν τῷ ἰῶτα. ἔπειτα τὸ <q>βέβαιον,</q> ὅτι <term>βάσεώς</term> τινός ἐστιν καὶ στάσεως μίμημα ἀλλʼ οὐ φορᾶς.
<milestone n="437b" unit="section" resp="Stephanus"/>ἔπειτα ἡ <q>ἱστορία</q> αὐτό που σημαίνει ὅτι <term>ἵστησι</term> τὸν <term>ῥοῦν</term>. καὶ τὸ <q>πιστὸν</q> <term>ἱστὰν</term> παντάπασι σημαίνει. ἔπειτα δὲ ἡ <q>μνήμη</q> παντί που μηνύει ὅτι <term>μονή</term> ἐστιν ἐν τῇ ψυχῇ ἀλλʼ οὐ φορά. εἰ δὲ βούλει, ἡ <q>ἁμαρτία</q> καὶ ἡ <q>συμφορά,</q> εἰ κατὰ τὸ ὄνομά τις ἀκολουθήσει, φανεῖται ταὐτὸν τῇ <q>συνέσει</q> ταύτῃ καὶ <q>ἐπιστήμῃ</q> καὶ τοῖς ἄλλοις πᾶσι τοῖς περὶ τὰ σπουδαῖα ὀνόμασιν. ἔτι τοίνυν ἡ <q>ἀμαθία</q> καὶ ἡ <q>ἀκολασία</q> παραπλησία τούτοις φαίνεται· ἡ μὲν
<milestone n="437c" unit="section" resp="Stephanus"/>γὰρ τοῦ <term>ἅμα θεῷ ἰόντος</term> πορεία φαίνεται, ἡ <q>ἀμαθία,</q> ἡ δʼ <q>ἀκολασία</q> παντάπασιν <term>ἀκολουθία</term> τοῖς <term>πράγμασι</term> φαίνεται. καὶ οὕτως, ἃ νομίζομεν ἐπὶ τοῖς κακίστοις ὀνόματα εἶναι, ὁμοιότατʼ ἂν φαίνοιτο τοῖς ἐπὶ τοῖς καλλίστοις. οἶμαι δὲ καὶ ἄλλα πόλλʼ ἄν τις εὕροι εἰ πραγματεύοιτο, ἐξ ὧν οἰηθείη ἂν αὖ πάλιν τὸν τὰ ὀνόματα τιθέμενον οὐχὶ ἰόντα οὐδὲ φερόμενα ἀλλὰ μένοντα τὰ πράγματα σημαίνειν.</said></p><p><said who="#Κρατύλος"><milestone n="437d" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> ἀλλʼ, ὦ Σώκρατες, ὁρᾷς ὅτι τὰ πολλὰ ἐκείνως ἐσήμαινεν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν τοῦτο, ὦ Κρατύλε; ὥσπερ ψήφους διαριθμησόμεθα τὰ ὀνόματα, καὶ ἐν τούτῳ ἔσται ἡ ὀρθότης; ὁπότερα ἂν πλείω φαίνηται τὰ ὀνόματα σημαίνοντα, ταῦτα δὴ ἔσται τἀληθῆ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὔκουν εἰκός γε.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="438"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδʼ ὁπωστιοῦν, ὦ φίλε. καὶ ταῦτα μέν γε αὐτοῦ
<milestone n="438" unit="page" resp="Stephanus"/><milestone n="438a" unit="section" resp="Stephanus"/>ἐάσωμεν, ἐπανέλθωμεν δὲ πάλιν ὅθεν δεῦρο μετέβημεν. ἄρτι γὰρ ἐν τοῖς πρόσθεν, εἰ μέμνησαι, τὸν τιθέμενον τὰ ὀνόματα ἀναγκαῖον ἔφησθα εἶναι εἰδότα τίθεσθαι οἷς ἐτίθετο. πότερον οὖν ἔτι σοι δοκεῖ οὕτως ἢ οὔ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔτι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ τὸν τὰ πρῶτα τιθέμενον εἰδότα φῂς τίθεσθαι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> εἰδότα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐκ ποίων οὖν ὀνομάτων ἢ μεμαθηκὼς ἢ ηὑρηκὼς ἦν
<milestone n="438b" unit="section" resp="Stephanus"/>τὰ πράγματα, εἴπερ τά γε πρῶτα μήπω ἔκειτο, μαθεῖν δʼ αὖ φαμεν τὰ πράγματα καὶ εὑρεῖν ἀδύνατον εἶναι ἄλλως ἢ τὰ ὀνόματα μαθόντας ἢ αὐτοὺς ἐξευρόντας οἷά ἐστι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> δοκεῖς τί μοι λέγειν, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τίνα οὖν τρόπον φῶμεν αὐτοὺς εἰδότας θέσθαι ἢ νομοθέτας εἶναι, πρὶν καὶ ὁτιοῦν ὄνομα κεῖσθαί τε καὶ ἐκείνους εἰδέναι, εἴπερ μὴ ἔστι τὰ πράγματα μαθεῖν ἀλλʼ ἢ ἐκ τῶν ὀνομάτων;</said></p><p><said who="#Κρατύλος"><milestone n="438c" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> οἶμαι μὲν ἐγὼ τὸν ἀληθέστατον λόγον περὶ τούτων εἶναι, ὦ Σώκρατες, μείζω τινὰ δύναμιν εἶναι ἢ ἀνθρωπείαν τὴν θεμένην τὰ πρῶτα ὀνόματα τοῖς πράγμασιν, ὥστε ἀναγκαῖον εἶναι αὐτὰ ὀρθῶς ἔχειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶτα οἴει ἐναντία ἂν ἐτίθετο αὐτὸς αὑτῷ ὁ θείς, ὢν δαίμων τις ἢ θεός; ἢ οὐδέν σοι ἐδοκοῦμεν ἄρτι λέγειν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλὰ μὴ οὐκ ἦν τούτων τὰ ἕτερα ὀνόματα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερα, ὦ ἄριστε, τὰ ἐπὶ τὴν στάσιν ἄγοντα ἢ τὰ ἐπὶ τὴν φοράν; οὐ γάρ που κατὰ τὸ ἄρτι λεχθὲν πλήθει κριθήσεται.</said></p><p><said who="#Κρατύλος"><milestone n="438d" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> οὔτοι δὴ δίκαιόν γε, ὦ Σώκρατες.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὀνομάτων οὖν στασιασάντων, καὶ τῶν μὲν φασκόντων ἑαυτὰ εἶναι τὰ ὅμοια τῇ ἀληθείᾳ, τῶν δʼ ἑαυτά, τίνι ἔτι διακρινοῦμεν, ἢ ἐπὶ τί ἐλθόντες; οὐ γάρ που ἐπὶ ὀνόματά γε ἕτερα ἄλλα τούτων· οὐ γὰρ ἔστιν, ἀλλὰ δῆλον ὅτι ἄλλʼ ἄττα ζητητέα πλὴν ὀνομάτων, ἃ ἡμῖν ἐμφανιεῖ ἄνευ ὀνομάτων ὁπότερα τούτων ἐστὶ τἀληθῆ, δείξαντα δῆλον ὅτι τὴν ἀλήθειαν τῶν ὄντων.</said></p><p><said who="#Κρατύλος"><milestone n="438e" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> δοκεῖ μοι οὕτω.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔστιν ἄρα, ὡς ἔοικεν, ὦ Κρατύλε, δυνατὸν μαθεῖν ἄνευ ὀνομάτων τὰ ὄντα, εἴπερ ταῦτα οὕτως ἔχει.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> διὰ τίνος ἄλλου οὖν ἔτι προσδοκᾷς ἂν ταῦτα μαθεῖν; ἆρα διʼ ἄλλου του ἢ οὗπερ εἰκός τε καὶ δικαιότατον, διʼ ἀλλήλων γε, εἴ πῃ συγγενῆ ἐστιν, καὶ αὐτὰ διʼ αὑτῶν; τὸ γάρ που ἕτερον ἐκείνων καὶ ἀλλοῖον ἕτερον ἄν τι καὶ ἀλλοῖον σημαίνοι ἀλλʼ οὐκ ἐκεῖνα.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀληθῆ μοι φαίνῃ λέγειν.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>