<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:433-434</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:433-434</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="433"><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλὰ μέμνημαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς τοίνυν. ὅταν γὰρ τοῦτο ἐνῇ, κἂν μὴ πάντα τὰ προσήκοντα ἔχῃ, λέξεταί γε τὸ πρᾶγμα, καλῶς ὅταν πάντα, κακῶς δὲ ὅταν ὀλίγα· λέγεσθαι δʼ οὖν, ὦ μακάριε, ἐῶμεν, ἵνα μὴ ὄφλωμεν ὥσπερ οἱ ἐν Αἰγίνῃ νύκτωρ περιιόντες ὀψὲ ὁδοῦ, καὶ ἡμεῖς ἐπὶ τὰ πράγματα δόξωμεν αὖ
<milestone n="433b" unit="section" resp="Stephanus"/>τῇ ἀληθείᾳ οὕτω πως ἐληλυθέναι ὀψιαίτερον τοῦ δέοντος, ἢ ζήτει τινὰ ἄλλην ὀνόματος ὀρθότητα, καὶ μὴ ὁμολόγει δήλωμα συλλαβαῖς καὶ γράμμασι πράγματος ὄνομα εἶναι. εἰ γὰρ ταῦτα ἀμφότερα ἐρεῖς, οὐχ οἷός τʼ ἔσῃ συμφωνεῖν σαυτῷ.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλά μοι δοκεῖς γε, ὦ Σώκρατες, μετρίως λέγειν, καὶ οὕτω τίθεμαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἐπειδὴ τοίνυν ταῦτα ἡμῖν συνδοκεῖ, μετὰ ταῦτα τάδε σκοπῶμεν· εἰ μέλλει φαμὲν καλῶς κεῖσθαι τὸ ὄνομα, τὰ προσήκοντα δεῖ αὐτὸ γράμματα ἔχειν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="433c" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> προσήκει δὲ τὰ ὅμοια τοῖς πράγμασιν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὰ μὲν ἄρα καλῶς κείμενα οὕτω κεῖται· εἰ δὲ μή τι καλῶς ἐτέθη, τὸ μὲν ἂν πολὺ ἴσως ἐκ προσηκόντων εἴη γραμμάτων καὶ ὁμοίων, εἴπερ ἔσται εἰκών, ἔχοι δʼ ἄν τι καὶ οὐ προσῆκον, διʼ ὃ οὐκ ἂν καλὸν εἴη οὐδὲ καλῶς εἰργασμένον τὸ ὄνομα. οὕτω φαμὲν ἢ ἄλλως;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὐδὲν δεῖ οἶμαι διαμάχεσθαι, ὦ Σώκρατες· ἐπεὶ οὐκ ἀρέσκει γέ με τὸ φάναι ὄνομα μὲν εἶναι, μὴ μέντοι καλῶς γε κεῖσθαι.
</said></p><p><said who="#Σωκράτης"><milestone n="433d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> πότερον τοῦτο οὐκ ἀρέσκει σε, τὸ εἶναι τὸ ὄνομα δήλωμα τοῦ πράγματος;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὸ εἶναι τῶν ὀνομάτων τὰ μὲν ἐκ προτέρων συγκείμενα, τὰ δὲ πρῶτα, οὐ καλῶς σοι δοκεῖ λέγεσθαι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ πρῶτα εἰ μέλλει δηλώματά τινων γίγνεσθαι, ἔχεις τινὰ καλλίω τρόπον τοῦ δηλώματα αὐτὰ γενέσθαι
<milestone n="433e" unit="section" resp="Stephanus"/>ἄλλον ἢ αὐτὰ ποιῆσαι ὅτι μάλιστα τοιαῦτα οἷα ἐκεῖνα ἃ δεῖ δηλοῦν αὐτά; ἢ ὅδε μᾶλλόν σε ἀρέσκει ὁ τρόπος ὃν Ἑρμογένης λέγει καὶ ἄλλοι πολλοί, τὸ συνθήματα εἶναι τὰ ὀνόματα καὶ δηλοῦν τοῖς συνθεμένοις προειδόσι δὲ τὰ πράγματα, καὶ εἶναι ταύτην ὀρθότητα ὀνόματος, συνθήκην, διαφέρειν δὲ οὐδὲν ἐάντε τις συνθῆται ὥσπερ νῦν σύγκειται, ἐάντε καὶ τοὐναντίον ἐπὶ μὲν ᾧ νῦν σμικρόν, μέγα καλεῖν, ἐπὶ δὲ ᾧ μέγα, σμικρόν; πότερός σε ὁ τρόπος ἀρέσκει;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="434"><p><said who="#Κρατύλος"><milestone n="434" unit="page" resp="Stephanus"/><milestone n="434a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> ὅλῳ καὶ παντὶ διαφέρει, ὦ Σώκρατες, τὸ ὁμοιώματι δηλοῦν ὅτι ἄν τις δηλοῖ ἀλλὰ μὴ τῷ ἐπιτυχόντι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> καλῶς λέγεις. οὐκοῦν εἴπερ ἔσται τὸ ὄνομα ὅμοιον τῷ πράγματι, ἀναγκαῖον πεφυκέναι τὰ στοιχεῖα ὅμοια τοῖς πράγμασιν, ἐξ ὧν τὰ πρῶτα ὀνόματά τις συνθήσει; ὧδε δὲ λέγω· ἆρά ποτʼ ἄν τις συνέθηκεν ὃ νυνδὴ ἐλέγομεν ζωγράφημα ὅμοιόν τῳ τῶν ὄντων, εἰ μὴ φύσει ὑπῆρχε
<milestone n="434b" unit="section" resp="Stephanus"/>φαρμακεῖα ὅμοια ὄντα, ἐξ ὧν συντίθεται τὰ ζωγραφούμενα, ἐκείνοις ἃ μιμεῖται ἡ γραφική· ἢ ἀδύνατον;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀδύνατον.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν ὡσαύτως καὶ ὀνόματα οὐκ ἄν ποτε ὅμοια γένοιτο οὐδενί, εἰ μὴ ὑπάρξει ἐκεῖνα πρῶτον ὁμοιότητά τινα ἔχοντα, ἐξ ὧν συντίθεται τὰ ὀνόματα, ἐκείνοις ὧν ἐστι τὰ ὀνόματα μιμήματα; ἔστι δέ, ἐξ ὧν συνθετέον, στοιχεῖα;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἤδη τοίνυν καὶ σὺ κοινώνῃ τοῦ λόγου οὗπερ ἄρτι
<milestone n="434c" unit="section" resp="Stephanus"/>Ἑρμογένης. φέρε, καλῶς σοι δοκοῦμεν λέγειν ὅτι τὸ ῥῶ τῇ φορᾷ καὶ κινήσει καὶ σκληρότητι προσέοικεν, ἢ οὐ καλῶς;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> καλῶς ἔμοιγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τὸ δὲ λάβδα τῷ λείῳ καὶ μαλακῷ καὶ οἷς νυνδὴ ἐλέγομεν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οἶσθα οὖν ὅτι ἐπὶ τῷ αὐτῷ ἡμεῖς μέν φαμεν <q>σκληρότης,</q> Ἐρετριῆς δὲ <q>σκληροτήρ</q>;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν τό τε ῥῶ καὶ τὸ σῖγμα ἔοικεν ἀμφότερα τῷ αὐτῷ, καὶ δηλοῖ ἐκείνοις τε τὸ αὐτὸ τελευτῶντος τοῦ ῥῶ καὶ ἡμῖν τοῦ σῖγμα, ἢ τοῖς ἑτέροις ἡμῶν οὐ δηλοῖ;</said></p><p><said who="#Κρατύλος"><milestone n="434d" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> δηλοῖ μὲν οὖν ἀμφοτέροις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον ᾗ ὅμοια τυγχάνει ὄντα τὸ ῥῶ καὶ τὸ σῖγμα, ἢ ᾗ μή;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἧι ὅμοια.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ οὖν ὅμοιά ἐστι πανταχῇ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πρός γε τὸ ἴσως φορὰν δηλοῦν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἦ καὶ τὸ λάβδα ἐγκείμενον; οὐ τὸ ἐναντίον δηλοῖ σκληρότητος;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἴσως γὰρ οὐκ ὀρθῶς ἔγκειται, ὦ Σώκρατες· ὥσπερ καὶ ἃ νυνδὴ σὺ πρὸς Ἑρμογένη ἔλεγες ἐξαιρῶν τε καὶ ἐντιθεὶς γράμματα οὗ δέοι, καὶ ὀρθῶς ἐδόκεις ἔμοιγε. καὶ νῦν ἴσως ἀντὶ τοῦ λάβδα ῥῶ δεῖ λέγειν.
</said></p><p><said who="#Σωκράτης"><milestone n="434e" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> εὖ λέγεις. τί οὖν; νῦν ὡς λέγομεν, οὐδὲν μανθάνομεν ἀλλήλων, ἐπειδάν τις φῇ <q>σκληρόν,</q> οὐδὲ οἶσθα σὺ νῦν ὅτι ἐγὼ λέγω;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔγωγε, διά γε τὸ ἔθος, ὦ φίλτατε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔθος δὲ λέγων οἴει τι διάφορον λέγειν συνθήκης; ἢ ἄλλο τι λέγεις τὸ ἔθος ἢ ὅτι ἐγώ, ὅταν τοῦτο φθέγγωμαι, διανοοῦμαι ἐκεῖνο, σὺ δὲ γιγνώσκεις ὅτι ἐκεῖνο διανοοῦμαι; οὐ τοῦτο λέγεις;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>