<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:429-430</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:429-430</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="429"><p><said who="#Κρατύλος"><milestone n="429" unit="page" resp="Stephanus"/><milestone n="429a" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> οὕσπερ σὺ κατʼ ἀρχὰς ἔλεγες, τοὺς νομοθέτας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὖν καὶ ταύτην φῶμεν τὴν τέχνην ἐν τοῖς ἀνθρώποις ἐγγίγνεσθαι ὥσπερ καὶ τὰς ἄλλας ἢ μή; βούλομαι δὲ λέγειν τὸ τοιόνδε. ζωγράφοι εἰσίν που οἱ μὲν χείρους, οἱ δὲ ἀμείνους;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν οἱ μὲν ἀμείνους τὰ αὑτῶν ἔργα καλλίω παρέχονται, τὰ ζῷα, οἱ δὲ φαυλότερα; καὶ οἰκοδόμοι ὡσαύτως οἱ μὲν καλλίους τὰς οἰκίας ἐργάζονται, οἱ δὲ αἰσχίους;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.
</said></p><p><said who="#Σωκράτης"><milestone n="429b" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἆρʼ οὖν καὶ νομοθέται οἱ μὲν καλλίω τὰ <del>ἔργα</del> αὑτῶν παρέχονται, οἱ δὲ αἰσχίω;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὔ μοι δοκεῖ τοῦτο ἔτι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκ ἄρα δοκοῦσί σοι νόμοι οἱ μὲν βελτίους, οἱ δὲ φαυλότεροι εἶναι;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ δὴ ὄνομα, ὡς ἔοικε, δοκεῖ σοι κεῖσθαι τὸ μὲν χεῖρον, τὸ δὲ ἄμεινον;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὐ δῆτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πάντα ἄρα τὰ ὀνόματα ὀρθῶς κεῖται;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ὅσα γε ὀνόματά ἐστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τί οὖν; ὃ καὶ ἄρτι ἐλέγετο, Ἑρμογένει τῷδε πότερον
<milestone n="429c" unit="section" resp="Stephanus"/>μηδὲ ὄνομα τοῦτο κεῖσθαι φῶμεν, εἰ μή τι αὐτῷ Ἑρμοῦ γενέσεως προσήκει, ἢ κεῖσθαι μέν, οὐ μέντοι ὀρθῶς γε;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὐδὲ κεῖσθαι ἔμοιγε δοκεῖ, ὦ Σώκρατες, ἀλλὰ δοκεῖν κεῖσθαι, εἶναι δὲ ἑτέρου τοῦτο τοὔνομα, οὗπερ καὶ ἡ φύσις <del>ἡ τὸ ὄνομα δηλοῦσα</del>.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πότερον οὐδὲ ψεύδεται ὅταν τις φῇ Ἑρμογένη αὐτὸν εἶναι; μὴ γὰρ οὐδὲ τοῦτο αὖ ᾖ, τὸ τοῦτον φάναι Ἑρμογένη εἶναι, εἰ μὴ ἔστιν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πῶς λέγεις;
</said></p><p><said who="#Σωκράτης"><milestone n="429d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἆρα ὅτι ψευδῆ λέγειν τὸ παράπαν οὐκ ἔστιν, ἆρα τοῦτό σοι δύναται ὁ λόγος; συχνοὶ γάρ τινες οἱ λέγοντες, ὦ φίλε Κρατύλε, καὶ νῦν καὶ πάλαι.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πῶς γὰρ ἄν, ὦ Σώκρατες, λέγων γέ τις τοῦτο ὃ λέγει, μὴ τὸ ὂν λέγοι; ἢ οὐ τοῦτό ἐστιν τὸ ψευδῆ λέγειν, τὸ μὴ τὰ ὄντα λέγειν;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> κομψότερος μὲν ὁ λόγος ἢ κατʼ ἐμὲ καὶ κατὰ τὴν ἐμὴν ἡλικίαν, ὦ ἑταῖρε. ὅμως μέντοι εἰπέ μοι τοσόνδε·
<milestone n="429e" unit="section" resp="Stephanus"/>πότερον λέγειν μὲν οὐ δοκεῖ σοι εἶναι ψευδῆ, φάναι δέ;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> οὔ μοι δοκεῖ οὐδὲ φάναι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐδὲ εἰπεῖν οὐδὲ προσειπεῖν; οἷον εἴ τις ἀπαντήσας σοι ἐπὶ ξενίας, λαβόμενος τῆς χειρὸς εἴποι· <q>χαῖρε, ὦ ξένε Ἀθηναῖε, ὑὲ Σμικρίωνος Ἑρμόγενες,</q> οὗτος λέξειεν ἂν ταῦτα ἢ φαίη ἂν ταῦτα ἢ εἴποι ἂν ταῦτα ἢ προσείποι ἂν οὕτω σὲ μὲν οὔ, Ἑρμογένη δὲ τόνδε; ἢ οὐδένα;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἐμοὶ μὲν δοκεῖ, ὦ Σώκρατες, ἄλλως ἂν οὗτος ταῦτα φθέγξασθαι.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="430"><p><said who="#Σωκράτης"><milestone n="430" unit="page" resp="Stephanus"/><milestone n="430a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἀλλʼ ἀγαπητὸν καὶ τοῦτο. πότερον γὰρ ἀληθῆ ἂν φθέγξαιτο ταῦτα ὁ φθεγξάμενος ἢ ψευδῆ; ἢ τὸ μέν τι αὐτῶν ἀληθές, τὸ δὲ ψεῦδος; καὶ γὰρ ἂν καὶ τοῦτο ἐξαρκοῖ.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ψοφεῖν ἔγωγʼ ἂν φαίην τὸν τοιοῦτον, μάτην αὐτὸν ἑαυτὸν κινοῦντα, ὥσπερ ἂν εἴ τις χαλκίον κινήσειε κρούσας.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή, ἐάν πῃ διαλλαχθῶμεν, ὦ Κρατύλε· ἆρʼ οὐκ ἄλλο μὲν ἂν φαίης τὸ ὄνομα εἶναι, ἄλλο δὲ ἐκεῖνο οὗ τὸ ὄνομά ἐστιν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔγωγε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὸ ὄνομα ὁμολογεῖς μίμημά τι εἶναι τοῦ
<milestone n="430b" unit="section" resp="Stephanus"/>πράγματος;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάντων μάλιστα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τὰ ζωγραφήματα τρόπον τινὰ ἄλλον λέγεις μιμήματα εἶναι πραγμάτων τινῶν;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ναί.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φέρε δή—ἴσως γὰρ ἐγὼ οὐ μανθάνω ἅττα ποτʼ ἔστιν ἃ λέγεις, σὺ δὲ τάχʼ ἂν ὀρθῶς λέγοις—ἔστι διανεῖμαι καὶ προσενεγκεῖν ταῦτα ἀμφότερα τὰ μιμήματα, τά τε ζωγραφήματα κἀκεῖνα τὰ ὀνόματα, τοῖς πράγμασιν ὧν μιμήματά ἐστιν, ἢ οὔ;</said></p><p><said who="#Κρατύλος"><milestone n="430c" unit="section" resp="Stephanus"/><label>ΚΡ.</label> ἔστιν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πρῶτον μὲν δὴ σκόπει τόδε. ἆρʼ ἄν τις τὴν μὲν τοῦ ἀνδρὸς εἰκόνα τῷ ἀνδρὶ ἀποδοίη, τὴν δὲ τῆς γυναικὸς τῇ γυναικί, καὶ τἆλλα οὕτως;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐκοῦν καὶ τοὐναντίον τὴν μὲν τοῦ ἀνδρὸς τῇ γυναικί, τὴν δὲ τῆς γυναικὸς τῷ ἀνδρί;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔστι καὶ ταῦτα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν αὗται αἱ διανομαὶ ἀμφότεραι ὀρθαί, ἢ ἡ ἑτέρα;</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἡ ἑτέρα.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἣ ἂν ἑκάστῳ οἶμαι τὸ προσῆκόν τε καὶ τὸ ὅμοιον ἀποδιδῷ.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἔμοιγε δοκεῖ.
</said></p><p><said who="#Σωκράτης"><milestone n="430d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἵνα τοίνυν μὴ μαχώμεθα ἐν τοῖς λόγοις ἐγώ τε καὶ σὺ φίλοι ὄντες, ἀπόδεξαί μου ὃ λέγω. τὴν τοιαύτην γάρ, ὦ ἑταῖρε, καλῶ ἔγωγε διανομὴν ἐπʼ ἀμφοτέροις μὲν τοῖς μιμήμασιν, τοῖς τε ζῴοις καὶ τοῖς ὀνόμασιν, ὀρθήν, ἐπὶ δὲ τοῖς ὀνόμασι πρὸς τῷ ὀρθὴν καὶ ἀληθῆ· τὴν δʼ ἑτέραν, τὴν τοῦ ἀνομοίου δόσιν τε καὶ ἐπιφοράν, οὐκ ὀρθήν, καὶ ψευδῆ ὅταν ἐπʼ ὀνόμασιν ᾖ.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> ἀλλʼ ὅπως μή, ὦ Σώκρατες, ἐν μὲν τοῖς ζωγραφήμασιν
<milestone n="430e" unit="section" resp="Stephanus"/>ᾖ τοῦτο, τὸ μὴ ὀρθῶς διανέμειν, ἐπὶ δὲ τοῖς ὀνόμασιν οὔ, ἀλλʼ ἀναγκαῖον ᾖ ἀεὶ ὀρθῶς.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> πῶς λέγεις; τί τοῦτο ἐκείνου διαφέρει; ἆρʼ οὐκ ἔστι προσελθόντα ἀνδρί τῳ εἰπεῖν ὅτι <q>τουτί ἐστι σὸν γράμμα,</q> καὶ δεῖξαι αὐτῷ, ἂν μὲν τύχῃ, ἐκείνου εἰκόνα, ἂν δὲ τύχῃ, γυναικός; τὸ δὲ δεῖξαι λέγω εἰς τὴν τῶν ὀφθαλμῶν αἴσθησιν καταστῆσαι.</said></p><p><said who="#Κρατύλος"><label>ΚΡ.</label> πάνυ γε.</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>