<GetPassage xmlns:tei="http://www.tei-c.org/ns/1.0" xmlns="http://chs.harvard.edu/xmlns/cts">
            <request>
                <requestName>GetPassage</requestName>
                <requestUrn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:419-422</requestUrn>
            </request>
            <reply>
                <urn>urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2:419-422</urn>
                <passage>
                    <TEI xmlns="http://www.tei-c.org/ns/1.0"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0059.tlg005.perseus-grc2" xml:lang="grc"><div type="textpart" subtype="section" resp="perseus" n="419"><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλʼ οὐκ ἐὰν τῷ ἀρχαίῳ ὀνόματι χρῇ, ὃ πολὺ
<milestone n="419" unit="page" resp="Stephanus"/><milestone n="419a" unit="section" resp="Stephanus"/>μᾶλλον εἰκός ἐστιν ὀρθῶς κεῖσθαι ἢ τὸ νῦν, ἀλλʼ ὁμολογήσει τοῖς πρόσθεν ἀγαθοῖς, ἐὰν ἀντὶ τοῦ εἶ τὸ ἰῶτα ἀποδιδῷς, ὥσπερ τὸ παλαιόν· <term>διϊὸν</term> γὰρ αὖ σημαίνει, ἀλλʼ οὐ <term>δέον</term>, τἀγαθόν, ὅπερ δὴ ἐπαινεῖ. καὶ οὕτω οὐκ ἐναντιοῦται αὐτὸς αὑτῷ ὁ τὰ ὀνόματα τιθέμενος, ἀλλὰ <q>δέον</q> καὶ <q>ὠφέλιμον</q> καὶ <q>λυσιτελοῦν</q> καὶ <q>κερδαλέον</q> καὶ <q>ἀγαθὸν</q> καὶ <q>συμφέρον</q> καὶ <q>εὔπορον</q> τὸ αὐτὸ φαίνεται, ἑτέροις ὀνόμασι σημαῖνον τὸ διακοσμοῦν καὶ ἰὸν πανταχοῦ ἐγκεκωμιασμένον,
<milestone n="419b" unit="section" resp="Stephanus"/>τὸ δὲ ἴσχον καὶ δοῦν ψεγόμενον. καὶ δὴ καὶ τὸ <q>ζημιῶδες,</q> ἐὰν κατὰ τὴν ἀρχαίαν φωνὴν ἀποδῷς ἀντὶ τοῦ ζῆτα δέλτα, φανεῖταί σοι κεῖσθαι τὸ ὄνομα ἐπὶ τῷ <term>δοῦντι</term> τὸ <term>ἰόν</term>, ἐπονομασθὲν <q>δημιῶδες.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τί δὲ δὴ <q>ἡδονὴ</q> καὶ <q>λύπη</q> καὶ <q>ἐπιθυμία</q> καὶ τὰ τοιαῦτα, ὦ Σώκρατες;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> οὐ πάνυ χαλεπά μοι φαίνεται, ὦ Ἑρμόγενες. ἥ τε γὰρ <q>ἡδονή,</q> ἡ πρὸς τὴν <term>ὄνησιν</term> ἔοικε τείνουσα πρᾶξις τοῦτο ἔχειν τὸ ὄνομα—τὸ δέλτα δὲ ἔγκειται, ὥστε <q>ἡδονὴ</q>
<milestone n="419c" unit="section" resp="Stephanus"/>ἀντὶ <q>ἡονῆς</q> καλεῖται—ἥ τε <q>λύπη</q> ἀπὸ τῆς <term>διαλύσεως</term> τοῦ σώματος ἔοικεν ἐπωνομάσθαι ἣν ἐν τούτῳ τῷ <term>πάθει</term> ἴσχει τὸ σῶμα. καὶ ἥ γε <q>ἀνία</q> τὸ ἐμποδίζον τοῦ ἰέναι. ἡ δὲ <q>ἀλγηδὼν</q> ξενικόν τι φαίνεταί μοι ἀπὸ τοῦ <term>ἀλγεινοῦ</term> ὠνομασμένον. <q>ὀδύνη</q> δὲ ἀπὸ τῆς <term>ἐνδύσεως</term> τῆς λύπης κεκλημένῃ ἔοικεν. <q>ἀχθηδὼν</q> δὲ καὶ παντὶ δῆλον ἀπεικασμένον τὸ ὄνομα τῷ τῆς φορᾶς βάρει. <q>χαρὰ</q> δὲ τῇ δια<term>χύσει</term> καὶ εὐπορίᾳ τῆς <term>ῥοῆς</term> τῆς ψυχῆς ἔοικε κεκλημένῃ.
<milestone n="419d" unit="section" resp="Stephanus"/><q>τέρψις</q> δὲ ἀπὸ τοῦ <term>τερπνοῦ</term>· τὸ δὲ <q>τερπνὸν</q> ἀπὸ τῆς διὰ τῆς ψυχῆς <term>ἕρψεως πνοῇ</term> ἀπεικασθὲν κέκληται, ἐν δίκῃ μὲν ἂν <q>ἕρπνουν</q> καλούμενον, ὑπὸ χρόνου δὲ <q>τερπνὸν</q> παρηγμένον. <q>εὐφροσύνη</q> δὲ οὐδὲν προσδεῖται τοῦ διότι ῥηθῆναι· παντὶ γὰρ δῆλον ὅτι ἀπὸ τοῦ <term>εὖ</term> τοῖς πράγμασι τὴν ψυχὴν <term>συμφέρεσθαι</term> τοῦτο ἔλαβε τὸ ὄνομα, <q>εὐφεροσύνην</q> τό γε δίκαιον· ὅμως δὲ αὐτὸ καλοῦμεν <q>εὐφροσύνην.</q> οὐδʼ <q>ἐπιθυμία</q> χαλεπόν· τῇ γὰρ <term>ἐπὶ τὸν θυμὸν ἰούσῃ</term>
<milestone n="419e" unit="section" resp="Stephanus"/>δυνάμει δῆλον ὅτι τοῦτο ἐκλήθη τὸ ὄνομα. <q>θυμὸς</q> δὲ ἀπὸ τῆς <term>θύσεως</term> καὶ ζέσεως τῆς ψυχῆς ἔχοι ἂν τοῦτο τὸ ὄνομα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="420"><p><said who="#Σωκράτης" rend="merge"><label>ΣΩ.</label> ἀλλὰ μὴν <q>ἵμερός</q> γε τῷ μάλιστα ἕλκοντι τὴν ψυχὴν ῥῷ
<milestone n="420" unit="page" resp="Stephanus"/><milestone n="420a" unit="section" resp="Stephanus"/>ἐπωνομάσθη· ὅτι γὰρ <term>ἱέμενος ῥεῖ</term> καὶ <term>ἐφιέμενος</term> τῶν πραγμάτων, καὶ οὕτω δὴ ἐπισπᾷ σφόδρα τὴν ψυχὴν διὰ τὴν <term>ἕσιν</term> τῆς <term>ῥοῆς</term>, ἀπὸ ταύτης οὖν πάσης τῆς δυνάμεως <q>ἵμερος</q> ἐκλήθη. καὶ μὴν <q>πόθος</q> αὖ καλεῖται σημαίνων οὐ τοῦ παρόντος εἶναι <del>ἱμέρου τε καὶ ῥεύματος</del> ἀλλὰ τοῦ <term>ἄλλοθί που ὄντος</term> καὶ <term>ἀπόντος</term>, ὅθεν <q>πόθος</q> ἐπωνόμασται ὃς τότε, ὅταν παρῇ οὗ τις ἐφίετο, <q>ἵμερος</q> ἐκαλεῖτο· ἀπογενομένου δὲ ὁ αὐτὸς οὗτος <q>πόθος</q> ἐκλήθη. <q>ἔρως</q> δέ, ὅτι <term>εἰσρεῖ ἔξωθεν</term> καὶ οὐκ οἰκεία ἐστὶν ἡ ῥοὴ
<milestone n="420b" unit="section" resp="Stephanus"/>αὕτη τῷ ἔχοντι ἀλλʼ ἐπείσακτος διὰ τῶν ὀμμάτων, διὰ ταῦτα ἀπὸ τοῦ <term>ἐσρεῖν</term> <q>ἔσρος</q> τό γε παλαιὸν ἐκαλεῖτο— τῷ γὰρ οὖ ἀντὶ τοῦ ὦ ἐχρώμεθα—νῦν δʼ <q>ἔρως</q> κέκληται διὰ τὴν τοῦ ὦ ἀντὶ τοῦ οὖ μεταλλαγήν. ἀλλὰ τί ἔτι σὺ λέγεις ὅτι σκοπῶμεν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label><q>δόξα</q> καὶ τὰ τοιαῦτα πῇ σοι φαίνεται;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>δόξα</q> δὴ ἤτοι τῇ <term>διώξει</term> ἐπωνόμασται, ἣν ἡ ψυχὴ διώκουσα τὸ εἰδέναι ὅπῃ ἔχει τὰ πράγματα πορεύεται, ἢ τῇ ἀπὸ τοῦ <term>τόξου</term> βολῇ. ἔοικε δὲ τούτῳ μᾶλλον. ἡ
<milestone n="420c" unit="section" resp="Stephanus"/>γοῦν <q>οἴησις</q> τούτῳ συμφωνεῖ. <q>οἶσιν</q> γὰρ τῆς ψυχῆς ἐπὶ πᾶν πρᾶγμα, οἷόν ἐστιν ἕκαστον τῶν ὄντων, δηλούσῃ προσέοικεν, ὥσπερ γε καὶ ἡ <q>βουλή</q> πως τὴν <term>βολήν</term>, καὶ τὸ <q>βούλεσθαι</q> τὸ ἐφίεσθαι σημαίνει καὶ <add>τὸ</add> <q>βουλεύεσθαι</q>· πάντα ταῦτα δόξῃ ἑπόμενʼ ἄττα φαίνεται τῆς <term>βολῆς</term> ἀπεικάσματα, ὥσπερ αὖ καὶ τοὐναντίον ἡ <q>ἀβουλία</q> <term>ἀτυχία</term> δοκεῖ εἶναι, ὡς οὐ βαλόντος οὐδὲ τυχόντος οὗ τʼ ἔβαλλε καὶ ὃ ἐβούλετο καὶ περὶ οὗ ἐβουλεύετο καὶ οὗ ἐφίετο.
</said></p><p><said who="#Ἑρμογένης"><milestone n="420d" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ταῦτα ἤδη μοι δοκεῖς, ὦ Σώκρατες, πυκνότερα ἐπάγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τέλος γὰρ ἤδη θέω. <q>ἀνάγκην</q> δʼ οὖν ἔτι βούλομαι διαπερᾶναι, ὅτι τούτοις ἑξῆς ἐστι, καὶ τὸ <q>ἑκούσιον.</q> τὸ μὲν οὖν <q>ἑκούσιον,</q> τὸ <term>εἶκον</term> καὶ μὴ ἀντιτυποῦν ἀλλʼ, ὥσπερ λέγω, <term>εἶκον τῷ ἰόντι</term> δεδηλωμένον ἂν εἴη τούτῳ τῷ ὀνόματι, τῷ κατὰ τὴν βούλησιν γιγνομένῳ· τὸ δὲ <q>ἀναγκαῖον</q> καὶ ἀντίτυπον, παρὰ τὴν βούλησιν ὄν, τὸ περὶ τὴν ἁμαρτίαν ἂν εἴη καὶ ἀμαθίαν, ἀπείκασται δὲ τῇ κατὰ τὰ
<milestone n="420e" unit="section" resp="Stephanus"/><term>ἄγκη</term> πορείᾳ, ὅτι δύσπορα καὶ τραχέα καὶ λάσια ὄντα ἴσχει τοῦ ἰέναι. ἐντεῦθεν οὖν ἴσως ἐκλήθη <q>ἀναγκαῖον,</q> τῇ διὰ τοῦ ἄγκους ἀπεικασθὲν πορείᾳ. ἕως δὲ πάρεστιν ἡ ῥώμη, μὴ ἀνιῶμεν αὐτήν· ἀλλὰ καὶ σὺ μὴ ἀνίει, ἀλλὰ ἐρώτα.</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="421"><p><said who="#Ἑρμογένης"><milestone n="421" unit="page" resp="Stephanus"/><milestone n="421a" unit="section" resp="Stephanus"/><label>ΕΡΜ.</label> ἐρωτῶ δὴ τὰ μέγιστα καὶ τὰ κάλλιστα, τήν τε <q>ἀλήθειαν</q> καὶ τὸ <q>ψεῦδος</q> καὶ τὸ <q>ὂν</q> καὶ αὐτὸ τοῦτο περὶ ὧν νῦν ὁ λόγος ἡμῖν ἐστιν, <q>ὄνομα,</q> διʼ ὅτι τὸ ὄνομα ἔχει.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><term>μαίεσθαι</term> οὖν καλεῖς τι;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔγωγε, τό γε ζητεῖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἔοικε τοίνυν ἐκ λόγου ὀνόματι συγκεκροτημένῳ, λέγοντος ὅτι τοῦτʼ ἔστιν <term>ὄν</term>, οὗ τυγχάνει ζήτημα <add>ὄν</add>, <del>τὸ</del> <q>ὄνομα.</q> μᾶλλον δὲ ἂν αὐτὸ γνοίης ἐν ᾧ λέγομεν τὸ <q>ὀνομαστόν</q>· ἐνταῦθα γὰρ σαφῶς λέγει τοῦτο εἶναι <term>ὂν οὗ μάσμα ἐστίν</term>.
<milestone n="421b" unit="section" resp="Stephanus"/>ἡ δʼ <q>ἀλήθεια,</q> καὶ τοῦτο τοῖς ἄλλοις ἔοικε <del>συγκεκροτῆσθαι</del>· ἡ γὰρ θεία τοῦ ὄντος φορὰ ἔοικε προσειρῆσθαι τούτῳ τῷ ῥήματι, τῇ <q>ἀληθείᾳ,</q> ὡς <term>θεία</term> οὖσα <term>ἄλη</term>. τὸ <add>δὲ</add> <q>ψεῦδος</q> τοὐναντίον τῇ φορᾷ· πάλιν γὰρ αὖ λοιδορούμενον ἥκει τὸ ἰσχόμενον καὶ τὸ ἀναγκαζόμενον ἡσυχάζειν, ἀπείκασται δὲ τοῖς καθ<term>εύδουσι</term>· τὸ ψεῖ δὲ προσγενόμενον ἐπικρύπτει τὴν βούλησιν τοῦ ὀνόματος. τὸ δὲ <q>ὂν</q> καὶ ἡ <q>οὐσία</q> ὁμολογεῖ τῷ ἀληθεῖ, τὸ ἰῶτα ἀπολαβόν· <term>ἰὸν</term> γὰρ
<milestone n="421c" unit="section" resp="Stephanus"/>σημαίνει, καὶ τὸ <q>οὐκ ὂν</q> αὖ, ὥς τινες καὶ ὀνομάζουσιν αὐτό, <q>οὐκ ἰόν.</q></said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ταῦτα μέν μοι δοκεῖς, ὦ Σώκρατες, ἀνδρείως πάνυ διακεκροτηκέναι· εἰ δέ τίς σε ἔροιτο τοῦτο τὸ <q>ἰὸν</q> καὶ τὸ <q>ῥέον</q> καὶ τὸ <q>δοῦν,</q> τίνα ἔχει ὀρθότητα ταῦτα τὰ ὀνόματα—</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label><q>τί ἂν αὐτῷ ἀποκριναίμεθα;</q> λέγεις; ἦ γάρ;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ μὲν οὖν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἓν μὲν τοίνυν ἄρτι που ἐπορισάμεθα ὥστε δοκεῖν τὶ λέγειν ἀποκρινόμενοι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> τὸ ποῖον τοῦτο;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> φάναι, ὃ ἂν μὴ γιγνώσκωμεν, βαρβαρικόν τι τοῦτʼ
<milestone n="421d" unit="section" resp="Stephanus"/>εἶναι. εἴη μὲν οὖν ἴσως ἄν τι τῇ ἀληθείᾳ καὶ τοιοῦτον αὐτῶν, εἴη δὲ κἂν ὑπὸ παλαιότητος τὰ πρῶτα τῶν ὀνομάτων ἀνεύρετα εἶναι· διὰ γὰρ τὸ πανταχῇ στρέφεσθαι τὰ ὀνόματα, οὐδὲν θαυμαστὸν <del>ἂν</del> εἰ ἡ παλαιὰ φωνὴ πρὸς τὴν νυνὶ βαρβαρικῆς μηδὲν διαφέρει.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> καὶ οὐδέν γε ἀπὸ τρόπου λέγεις.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> λέγω γὰρ οὖν εἰκότα. οὐ μέντοι μοι δοκεῖ προφάσεις ἀγὼν δέχεσθαι, ἀλλὰ προθυμητέον ταῦτα διασκέψασθαι. ἐνθυμηθῶμεν δέ, εἴ τις ἀεί, διʼ ὧν ἂν λέγηται τὸ
<milestone n="421e" unit="section" resp="Stephanus"/>ὄνομα, ἐκεῖνα ἀνερήσεται τὰ ῥήματα, καὶ αὖθις αὖ διʼ ὧν ἂν τὰ ῥήματα λεχθῇ, ἐκεῖνα πεύσεται, καὶ τοῦτο μὴ παύσεται ποιῶν, ἆρʼ οὐκ ἀνάγκη τελευτῶντα ἀπειπεῖν τὸν ἀποκρινόμενον;</said></p></div><div type="textpart" subtype="section" resp="perseus" n="422"><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖ.
<milestone n="422" unit="page" resp="Stephanus"/></said></p><p><said who="#Σωκράτης"><milestone n="422a" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> πότε οὖν ἀπειπὼν ὁ ἀπαγορεύων δικαίως παύοιτο ἄν; ἆρʼ οὐκ ἐπειδὰν ἐπʼ ἐκείνοις γένηται τοῖς ὀνόμασιν, ἃ ὡσπερεὶ στοιχεῖα τῶν ἄλλων ἐστὶ καὶ λόγων καὶ ὀνομάτων; ταῦτα γάρ που οὐκέτι δίκαιον φανῆναι ἐξ ἄλλων ὀνομάτων συγκείμενα, ἃν οὕτως ἔχῃ. οἷον νυνδὴ τὸ <q>ἀγαθὸν</q> ἔφαμεν ἐκ τοῦ <term>ἀγαστοῦ</term> καὶ ἐκ τοῦ <term>θοοῦ</term> συγκεῖσθαι, τὸ δὲ <q>θοὸν</q> ἴσως φαῖμεν ἂν ἐξ ἑτέρων, ἐκεῖνα δὲ ἐξ ἄλλων·
<milestone n="422b" unit="section" resp="Stephanus"/>ἀλλʼ ἐάν ποτέ γε λάβωμεν ὃ οὐκέτι ἔκ τινων ἑτέρων σύγκειται ὀνομάτων, δικαίως ἂν φαῖμεν ἐπὶ στοιχείῳ τε ἤδη εἶναι καὶ οὐκέτι τοῦτο ἡμᾶς δεῖν εἰς ἄλλα ὀνόματα ἀναφέρειν.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> ἔμοιγε δοκεῖς ὀρθῶς λέγειν.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἆρʼ οὖν καὶ νῦν ἅ γʼ ἐρωτᾷς τὰ ὀνόματα στοιχεῖα ὄντα τυγχάνει, καὶ δεῖ αὐτῶν ἄλλῳ τινὶ τρόπῳ ἤδη τὴν ὀρθότητα ἐπισκέψασθαι ἥτις ἐστίν;</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> εἰκός γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἰκὸς δῆτα, ὦ Ἑρμόγενες· πάντα γοῦν φαίνεται τὰ
<milestone n="422c" unit="section" resp="Stephanus"/>ἔμπροσθεν εἰς ταῦτα ἀνεληλυθέναι. εἰ δὲ τοῦτο οὕτως ἔχει, ὥς μοι δοκεῖ ἔχειν, δεῦρο αὖ συνεπίσκεψαι μετʼ ἐμοῦ μή τι παραληρήσω λέγων οἵαν δεῖ τὴν τῶν πρώτων ὀνομάτων ὀρθότητα εἶναι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> λέγε μόνον, ὡς ὅσον γε δυνάμεως παρʼ ἐμοί ἐστιν συνεπισκέψομαι.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ὅτι μὲν τοίνυν μία γέ τις ἡ ὀρθότης παντὸς ὀνόματος καὶ πρώτου καὶ ὑστάτου, καὶ οὐδὲν διαφέρει τῷ ὄνομα εἶναι οὐδὲν αὐτῶν, οἶμαι καὶ σοὶ συνδοκεῖ.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.
</said></p><p><said who="#Σωκράτης"><milestone n="422d" unit="section" resp="Stephanus"/><label>ΣΩ.</label> ἀλλὰ μὴν ὧν γε νυν<add>δὴ</add> διεληλύθαμεν τῶν ὀνομάτων ἡ ὀρθότης τοιαύτη τις ἐβούλετο εἶναι, οἵα δηλοῦν οἷον ἕκαστόν ἐστι τῶν ὄντων.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πῶς γὰρ οὔ;</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> τοῦτο μὲν ἄρα οὐδὲν ἧττον καὶ τὰ πρῶτα δεῖ ἔχειν καὶ τὰ ὕστερα, εἴπερ ὀνόματα ἔσται.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> πάνυ γε.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> ἀλλὰ τὰ μὲν ὕστερα, ὡς ἔοικε, διὰ τῶν προτέρων οἷά τε ἦν τοῦτο ἀπεργάζεσθαι.</said></p><p><said who="#Ἑρμογένης"><label>ΕΡΜ.</label> φαίνεται.</said></p><p><said who="#Σωκράτης"><label>ΣΩ.</label> εἶεν· τὰ δὲ δὴ πρῶτα, οἷς οὔπω ἕτερα ὑπόκειται, τίνι τρόπῳ κατὰ τὸ δυνατὸν ὅτι μάλιστα φανερὰ ἡμῖν
<milestone n="422e" unit="section" resp="Stephanus"/>ποιήσει τὰ ὄντα, εἴπερ μέλλει ὀνόματα εἶναι; ἀπόκριναι δέ μοι τόδε· εἰ φωνὴν μὴ εἴχομεν μηδὲ γλῶτταν, ἐβουλόμεθα δὲ δηλοῦν ἀλλήλοις τὰ πράγματα, ἆρʼ οὐκ ἄν, ὥσπερ νῦν οἱ ἐνεοί, ἐπεχειροῦμεν ἂν σημαίνειν ταῖς χερσὶ καὶ κεφαλῇ καὶ τῷ ἄλλῳ σώματι;</said></p></div></div></body></text></TEI>
                </passage>
            </reply>
            </GetPassage>